Παλατινή Ανθολογία/VI/69 Μαίκιου Κόιντου
< Παλατινή Ανθολογία | VI
←Βιβλίο 6o, 88 | AP VI 89 Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε Συγγραφέας: Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα) |
Βιβλίο 6o, 90→ |
Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε, Μαίκιος Κόιντος, Παλατινή Ανθολογία, βιβλίο 6ο, επίγραμμα 89, (AP VI 89) |
VI 89 Μαίκιου Κόιντου
Επεξεργασία- Ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε, χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλωι
- σοὶ Πάρις ὀστρακόδερμον ὑπ' εὐθήροισι δαμέντα ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν,
- σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ' ἡμίβρωτον ὀδόντα θείς, μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.
- τῶι σὺ δίδου μὴ πολλά, δι' εὐάγρου δὲ λίνοιο, δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.