Παλατινή Ανθολογία/VI/292 Ηδύλου

AP VI 292 Αἱ μίτραι τό θ' ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Αἱ μίτραι τό θ' ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες, Ηδύλου, Παλατινή Ανθολογία, βιβλίο 6ο (AP VI 292)


VI 292 Ηδύλου Επεξεργασία

Αἱ μίτραι τό θ' ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,
πάνθ' ἅμα Νικονόηι συνεπήιεν· ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.
τοιγὰρ τῶι κρίναντι τὰ καλλιστεῖα Πριάπωι νεβρίδα καὶ χρυσέην τήνδ' ἔθετο προχόην.