Παλατινή Ανθολογία/VI/232 Κριναγόρα

AP VI 232 Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς, Κριναγόρας, Παλατινή Ανθολογία, βιβλίο 6ο, επίγραμμα 232 (AP VI 232)


VI 232 Κριναγόρα

Επεξεργασία
Βότρυες οἰνοπέπαντοι ἐυσχίστοιό τε ῥοιῆς θρύμματα καὶ ξανθοὶ μυελοὶ ἐκ στροβίλων
καὶ δειλαὶ δάκνεσθαι ἀμυγδάλαι ἥ τε μελισσῶν ἀμβροσίη πυκναί τ' ἰτρίνεαι ποπάδες
καὶ πότιμοι γέλγιθες ἰδ' ὑελοκικκάδες ὄγχναι, δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια•
Πανὶ φιλοσκήπωνι καὶ ἐστόρθυγγι Πριάπωι ἀντίθεται λιτὴν δαῖτα Φιλοξενίδης.