Παλατινή Ανθολογία/V/9 Ρουφίνου
< Παλατινή Ανθολογία | V
←Βιβλίο 5o, 8 | AP V 9 Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 10→ |
Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι, Ρουφίνος, Παλατινή Ανθολογία, βιβλίο 5ο, επίγραμμα 9 (AP V 9) |
V 9 Ρουφίνου
Επεξεργασία- Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν͵ εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
- οὐκέτι βαστάζω͵ μὰ τὰ σ΄ ὄμματα͵ τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·
- ἀλλ΄ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ΄πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
- αὔριον ἀλλὰ πάτρη με δεδέξεται͵ ἐς δὲ σὸν ὄμμα πτήσομαι͵ ἐρρῶσθαι μυρία σ΄ εὐχόμενος.