Παλατινή Ανθολογία/V/9 Ρουφίνου

AP V 9 Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, ερωτικά επιγράμματα)
Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι, Ρουφίνος, Παλατινή Ανθολογία, βιβλίο 5ο, επίγραμμα 9 (AP V 9)


V 9 ΡουφίνουΕπεξεργασία

Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν͵ εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
οὐκέτι βαστάζω͵ μὰ τὰ σ΄ ὄμματα͵ τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·
ἀλλ΄ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ΄πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
αὔριον ἀλλὰ πάτρη με δεδέξεται͵ ἐς δὲ σὸν ὄμμα πτήσομαι͵ ἐρρῶσθαι μυρία σ΄ εὐχόμενος.