Παλατινή Ανθολογία/V/76 Ρουφίνου

Αὕτη πρόσθεν ἔην ἐρατόχροος͵ εἰαρόμασθος
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Αὕτη πρόσθεν ἔην ἐρατόχροος͵ εἰαρόμασθος, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 76)


V 76 Ρουφίνου

Επεξεργασία
Αὕτη πρόσθεν ἔην ἐρατόχροος͵ εἰαρόμασθος͵ εὔσφυρος͵ εὐμήκης͵ εὔοφρυς͵ εὐπλόκαμος.
ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι͵ καὶ νῦν τῶν προτέρων οὐδ΄ ὄναρ οὐδὲν ἔχει·
ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες τὸ πρόσωπον͵ οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.