Παλατινή Ανθολογία/V/48 Ρουφίνου

Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 48)


V 48 Ρουφίνου

Επεξεργασία
Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος͵
δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος·
εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι͵ τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.