Παλατινή Ανθολογία/V/43 Ρουφίνου

Ἐκβάλλει γυμνήν τις͵ ἐπὴν εὕρῃ ποτὲ μοιχόν
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
Ἐκβάλλει γυμνήν τις͵ ἐπὴν εὕρῃ ποτὲ μοιχόν, Ρουφίνου, Παλατινή Ανθολογία (AP V 43)


V 43 Ρουφίνου

Επεξεργασία
Ἐκβάλλει γυμνήν τις͵ ἐπὴν εὕρῃ ποτὲ μοιχόν͵ ὡς μὴ μοιχεύσας͵ ὡς ἀπὸ Πυθαγόρου;
εἶτα͵ τέκνον͵ κλαίουσα καταδρύψεις τὸ πρόσωπον καὶ παραριγώσεις μαινομένου προθύροις;
ἔκμαξαι͵ μὴ κλαῖε͵ τέκνον· χεὐρήσομεν ἄλλον͵ τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.