Παλατινή Ανθολογία/V/302 Αγαθία
< Παλατινή Ανθολογία | V
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/V/302)←Βιβλίο 5o, 301 | AP V 302 Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 303→ |
Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον;, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 302 (AP V 302) |
V 302 Αγαθία
Επεξεργασία- Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώξεις χρυσομανῆ σπαλάτην.
- εἰ δ' ἐπὶ παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
- κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;
- μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων, ὧν μέτα παιδομανὴς κείσθω ἀλυτροσύνη.
- χήρη δ' ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν καὶ πάντα φρονέει δήνεα μαχλοσύνης.
- ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης
- καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.
- εἰ δὲ μιγῆις ἰδίηι θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωΐδι γινόμενος.
- εἰ δὲ καὶ ὀθνείηι, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου.
- πάντ' ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ' ὑμέναιον ἤειδεν παλάμηι Λαΐδος οὐ χατέων.