Παλατινή Ανθολογία/V/299 Αγαθία

AP V 299 «Μηδὲν ἄγαν» σοφὸς εἶπεν
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
«Μηδὲν ἄγαν» σοφὸς εἶπεν, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 299 (AP V 299)


V 299 Αγαθία

Επεξεργασία
«Μηδὲν ἄγαν» σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος, ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·
ἡ δ' ὑπερηέρθη, σοβαρήν θ' ὑπερέσχεθεν ὀφρὺν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής, ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·
πάντα δ' ἔναλλα γένοντο· πεσὼν δ' ἐπὶ γούνασι κούρης ἴαχον· «Ἱλήκοις, ἤλιτεν ἡ νεότης.»