AP V 289 Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 289 (AP V 289)


V 289 Αγαθία

Επεξεργασία
Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ' ἐπὶ χρυσῶι οὔτε ζωροτέρωι μείζονι κισσυβίωι.
τὴν κούρην δ' αἰεὶ περιδέρκεται· εἰ δέ ποτ' αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἆ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πρόσωπα πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δ' ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δ' ἀμφοτέροισι χάρις μία, τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.