Παλατινή Ανθολογία/V/276 Αγαθία
< Παλατινή Ανθολογία | V
←Βιβλίο 5o, 275 | AP V 276 Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα Συγγραφέας: Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα) |
Βιβλίο 5o, 277→ |
Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 276 (AP V 276) |
V 276 Αγαθία
Επεξεργασία- Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτωι λαμπόμενον γραφίδι·
- βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ' ὑπὲρ ὤμων στήθεϊ παλλεύκωι τήνδε δὸς ἀμπεχόνην.
- ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
- καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
- ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.