AP V 218 Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέληισι Μενάνδρου
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέληισι Μενάνδρου, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 218 (AP V 218)


V 218 Αγαθία

Επεξεργασία
Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέληισι Μενάνδρου κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληΐσατο,
καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας, μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη, εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.
ἀλλ' ἔμπης τελέθει «Μισούμενος»· αὐτὰρ ἔγωγε «Δύσκολος», οὐχ ὁρόων τὴν «Περικειρομένην».