AP V 216 Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσηις θυμὸν
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσηις θυμὸν, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 216 (AP V 216)


V 216 Αγαθία

Επεξεργασία
Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσηις θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·
ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένωι.
ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.
κεῖνος δ' ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει οἶκτον ἔχων ὀλίγηι ξυνὸν ἀγηνορίηι.