Παλατινή Ανθολογία/V/172 Μελεάγρου

AP V 172 ῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο)
῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης, Μελεάγρου, Παλατινή Ανθολογία, βιβλίο 5ο, επίγραμμα 172 (AP V 172)


V 172 Μελεάγρου

Επεξεργασία
῎Ορθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης, ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον ῞Εσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
Ἤδη γὰρ καὶ πρόσθεν ἐπ᾿ ᾿Ακλμήνην Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαὴς ἐσσὶ παλινδρομίης.