AP IX 766 Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 766 (AP IX 766)


IX 766 Αγαθία

Επεξεργασία
Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ' εἴργω μᾶλλον ἐπειγομένους.
οὐδὲ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
ὄρνεά που σώιζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;