AP IX 667 Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 667 (AP IX 667)


IX 667 Αγαθία

Επεξεργασία
Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον, ἀρκτώιοις ἄσθμασι βαλλόμενον·
ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει·
καί ῥ' ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴ τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.