Παλατινή Ανθολογία/IX/442 Αγαθία

AP IX 442 Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 442 (AP IX 442)


IX 442 Αγαθία

Επεξεργασία
Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι· τὸν δ' ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθωι
καί μιν θῆκε σύνευνον· ὁ δ' ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης.
ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν· «οὐ τεὸς οὗτος ἀγών, ἀλλ' ἐμός ἐστιν», ἔφη.