Παλατινή Ανθολογία/IX/433 Θεοκρίτου

IX 433 Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν, Θεοκρίτου, Παλατινή Ανθολογία, βιβλίο 9ο, επίγραμμα 433 (AP IX 433)


ΙΧ 433 Θεοκρίτου

Επεξεργασία
Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.