Παλατινή Ανθολογία/IX/3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως

AP ΙΧ 3 Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν
Συγγραφέας:
Παλατινή Ανθολογία, ΙΧ (βιβλίο 9ο)
Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν, Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως, Παλατινή Ανθολογία, βιβλίο 9ο, επίγραμμα 3 (AP ΙΧ 3)


ΙΧ 3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
πάντας δ΄ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποισ΄ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.