Παλατινή Ανθολογία/IX/360 Μητροδώρου
< Παλατινή Ανθολογία | IX
←Βιβλίο 9o, 359 | Παντοίην βιότοιο τάμοις τρίβον; Συγγραφέας: Παλατινή Ανθολογία, IX (βιβλίο 9ο) |
Βιβλίο 9o, 361→ |
Μητροδώρου, Παλατινή Ανθολογία IX, 360, «Παντοίην βιότοιο τάμοις τρίβον;» |
IX 360 Μητροδώρου
Επεξεργασία- Παντοίην βιότοιο τάμοις τρίβον; εἰν ἀγορῇ μὲν κύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοις
- ἄμπαυμ᾿· ἐν δ᾿ ἀγροῖς Φύσιος χάρις· ἐν δὲ θαλάσσῃ κέρδος. ἐπὶ ξείνης δ᾿, ἢν μὲν ἔχεις τι, κλέος·
- ἢν δ᾿ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος ἔσσεται· οὐ γαμέεις; ζῇς ἔτ᾿ ἐλαφρότερος.
- τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητες ῥωμαλέαι, πολιαὶ δ᾿ ἔμπαλιν εὐσεβέες.
- οὐκ ἄρα τῶν δισσῶν ἐνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτ᾿, ἢ τὸ θανεῖν· πάντα γὰρ ἐσθλὰ βίῳ.
- Δείτε και μια άλλη άποψη για το ίδιο θέμα στο προηγούμενο επίγραμμα: Παλατινή Ανθολογία/IX/359 Ποσειδίππου ή Πλάτωνος του κωμικού