Παλατινή Ανθολογία/IX/190 Αγνώστου

AP IX 190 Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν
Συγγραφέας:
Παλατινή Ανθολογία, ΙΧ (βιβλίο 9ο)
Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν, Αγνώστου, Παλατινή Ανθολογία, βιβλίο 9ο, επίγραμμα 190 (AP IX 190)


Αγνώστου IX 190

Επεξεργασία
Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν, ἀλλ᾽ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι.
οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ, τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς:
ἣ καὶ ἐπ᾽ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφ᾽ ἱστῷ ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη.
Σαπφὼ δ᾽ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.