Παλατινή Ανθολογία/I/92 Γρηγορίου Ναζιανζηνού
< Παλατινή Ανθολογία | I
←Βιβλίο 1o, 91 | ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον Συγγραφέας: Παλατινή Ανθολογία, I (βιβλίο 1ο, Χριστιανικά επιγράμματα) |
Βιβλίο 1o, 93→ |
Γρηγορίου Ναζιανζηνού, Παλατινή Ανθολογία, I 92 |
I 92 Γρηγορίου Ναζιανζηνού
Επεξεργασίαἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου
- ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον, τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις,
- δείματί τε πλωτῆρες ἀνίαχον· "ἔγρεο, σῶτερ·ὀλλυμένοις ἐπάμυνον." ἄναξ δὲ κέλευεν ἀναστὰς
- ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· θαύματι δὲ φράζοντο θεοῦ φύσιν οἱ παρεόντες.