Παλατινή Ανθολογία/I/36 Αγαθία

Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου
Συγγραφέας:
Παλατινή Ανθολογία, I (βιβλίο 1ο, Επιδεικτικά επιγράμματα)
Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, Αγαθίας ο Σχολαστικός, Παλατινή Ανθολογία, βιβλίο 1ο, επίγραμμα 36 (AP I 36)


I 36 Αγαθία Επεξεργασία

Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ἧι γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσωι
Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ ἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε.
ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων,
τῆς δ' εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.