Εἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι
Συγγραφέας:
Παλατινή Ανθολογία, I (βιβλίο 1ο, Επιδεικτικά επιγράμματα)
Εἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι, Αγαθίας ο Σχολαστικός, Παλατινή Ανθολογία, βιβλίο 1ο, επίγραμμα 34 (AP I 34)


I 34 ΑγαθίαΕπεξεργασία

Εἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι
Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς, ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσσατο.
ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρέσσονι φαντασίηι·
οὐκέτι δ' ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ' ἐν ἑαυτῶι τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·
ὄμματα δ' ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.