Συγγραφέας:Νοσσίς

(Ανακατεύθυνση από Νοσσίς)
Συγγραφείς: Νοσσίς
(3ος αιώνας π.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα της Νοσσίδος από την Παλατινή Ανθολογία:


V 170 Νοσσίδος

Επεξεργασία
Ἅδιον οὐδὲν ἔρωτος, ἃ δ’ ὄλβια, δεύτερα πάντα
ἐστίν· ἀπὸ στόματος δ’ ἔπτυσα καὶ τὸ μέλι.
Tοῦτο λέγει Nοσσίς· τίνα δ’ ἁ Kύπρις οὐκ ἐφίλησεν
οὐκ οἶδεν κῆνα τ' ἄνθεα ποῖα ῥόδα.

VI 132 Νοσσίδος

Επεξεργασία
Ἔντεα Βρέττιοι ἄνδρες ἀ π' αἰνομόρων βάλον ὤμων θεινόμενοι Λοκρῶν χερσὶν ὑπ' ὠκυμάχων,
ὧν ἀρετὰν ὑμνεῦωτα θεῶν ὑπ' ἀνάκτορα κεῖνται, οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον.

VI 265 Νοσσίδος

Επεξεργασία
῞Ηρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες πολλάκις οὐρανόθεν νεισομένα κατορῇς,
δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυὰ Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας.

VI 273 Νοσσίδος

Επεξεργασία
῎Αρτεμι, Δᾶλον ἔχουσα καὶ ᾽Ορτυγίαν ἐρόεσσαν, τόξα μὲν εἰς κόλπους ἅγυ᾽ ἀπόθου Χαρίτων,
λοῦσαι δ᾽ ᾽Ινωπῷ καθαρὸν χρόα, βᾶθι δ᾽ ἐς οἴκους λύσουσ᾽ ὠδίνων ᾽Αλκέτιν ἐκ χαλεπῶν.

VI 275 Νοσσίδος

Επεξεργασία
Καίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν ᾽Αφροδίταν ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύτας·
δαιδαλέος τε γάρ ἐστι, καὶ ἁδύ τι νέκταρος ὄσδει, τοῦ, τῷ καὶ τήνα καλὸν ῎Αδωνα χρίει.

VI 353 Νοσσίδος

Επεξεργασία
Αὐτομέλιννα τέτυκται· ἴδ', ὡς ἀγανὸν τὸ πρόσωπον ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει·
ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει. ἦ καλόν, ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα.

VI 354 Νοσσίδος

Επεξεργασία
Γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν ἅδ' εἰκὼν μορφᾷ καὶ μεγαλοφροσύνᾳ.
θάεο· τὰν πινυτὰν τό τε μείλιχον αὐτόθι τήνας ἔλπομ' ὁρῆν· χαίροις πολλά, μάκαιρα γύναι.

VII 414 Νοσσίδος

Επεξεργασία
Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν ῥῆμ' ἐπ' ἐμοί. ῾Ρίνθων εἴμ' ὁ Συρακόσιος,
Μουσάων ὁλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα.

VII 718 Νοσσίδος

Επεξεργασία
Ὦ Ξεῖν', εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐωαυσόμενος,
εἰπειν, ὡς Μούσαισι φίλαν τήνα τε Λοκρὶς γᾶ τίκτε μ' ἴσαν χὤς μοι τοὔνομα Νοσσίς, ἴθι.

IX 332 Νοσσίδος

Επεξεργασία
'Ελτοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας τὸ βρέτας, ὡς χρυσῷ δαιδαλόεν τελέθει.
εἵσατό μιν Πολυαρχὶς ἐπαυρομένα μάλα πολλὰν κτῆσιν ἀπ' οἰκείου σώματος ἀγλαίας.

IX 604 Νοσσίδος

Επεξεργασία
Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον τεῦξε τό θ' ὡραῖον τᾶς ἀγανοβλεφάρου.
σαίνοι κέν σ' ἐσιδοῖσα καὶ οἰκοφυλαξ σκυλάκαινα δέσποιναν μελάθρων οἰομένα ποθορῆν.

IX 605 Νοσσίδος

Επεξεργασία
Τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας εἰκονα γραψαμένα πάντ' ἀνέθηκεν ἴσαν.
ὡσ ἀγανῶς ἕστακεν· ἴδ', ἁ χάρις ίκον ἀντεῖ. χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.