Συγγραφέας:Μάρκος Αργεντάριος

(Ανακατεύθυνση από Μάρκος Αργεντάριος)
Συγγραφείς: Μάρκος Αργεντάριος
(1ος αιώνας μ.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία


V 102 Μάρκου Αργενταρίου

Επεξεργασία
Τὴν ἰσχνὴν Διόκλειαν, ἀσαρκοτέρην Ἀφροδίτην, ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.
Οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται, ἀλλ’ ἐπὶ λεπτά στέρνα πεσὼν ψυχῆς κείσομαι ἐγγυτάτω.
«Τή Διόκλεια τήν αδύνατη, μιάν άσαρκη Αφροδίτη θά δείς ;» - «Έχει γιά χάρισμα τόν τρόπο τό γλυκό.
Λίγα θά μάς χωρίζουνε• στά στήθια τά λιγνά της σάν πέσω πάνω, στήν ψυχή της δίπλα θά βρεθώ».

V 104 Μάρκου Αργενταρίου

Επεξεργασία
Αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδ' ἐπίτηδες ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.
εὔ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος, πάντα δέ σου βλέπεται γυμνὰ καὶ οὐ βλέπεται.
εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.


V 105 Μάρκου Αργενταρίου

Επεξεργασία
ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος, ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.
ἀλλ᾽ ἴτε Χαλδαῖοι κείνης πέλας: ἦ γὰρ ὁ ταύτης οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.


V 128 Μάρκου Αργενταρίου

Επεξεργασία
Στέρνα περὶ στέρνοις, μαστῷ δ’ ἐπὶ μαστόν ἐρείσας, χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας
Ἀντιγόνης καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ σιγῶ, μάρτυς ἐφ’ οἷς λύχνος ἐπεγράφετο.


Χ 4 Μάρκου Αργενταρίου

Επεξεργασία
Λῦσον ἀπ' εὐόρμων δολιχὰ πρυμνήσια νηῶν, εὔτροχα δ' ἐκπετάσας λαίφεα ποντοπόρει,
ἔμπορε? χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος•
ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον•
ἄνθεα δ' ἀντέλλουσι κατὰ χθόνα• τῶι σὺ Πριήπωι πειθόμενος πάσης ἅπτεο ναυτιλίης.

XVI 241 Μάρκου Αργενταρίου

Επεξεργασία
«Ὥριμος.» - Οἶδα καὶ αὐτός, ὁδοιπόρε• μηκέτ' ἐπαίνει ἰσχάδα μηδ' ἐσόρα τὸν πέλας ἀκρεμόνα·
καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς καὶ φυλακὴν σύκων, ἣν ἐπέοικεν, ἔχων.
ἢν δὲ μόνον σὺ θίγηις τῆς ἰσχάδος, ἰσχάδα δώσεις, ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.