Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Θʹ


Ἄρτι δὲ ἡμέρας διαυγαζούσης, ἐρυμνῷ χάρακι τοῦτον τὸν τρόπον ὁ βασιλεὺς τὸ στρατόπεδον ἐκρατύνετο. γεώλοφός τις χαμαίζηλος τοῦ ∆ορυστόλου ἐκ διαστήματος κατὰ τὸ πεδίον ἀνίσταται. ἐν τούτῳ τὸ στράτευμα διασκηνισάμενος, ταφρείαν ἀνορύττειν κυκλόθεν ἐκέλευε· τόν τε χοῦν ἐκφοροῦντας ἐς τὴν τ στρατόπεδον ταινιοῦσαν τῆς τάφρου ὀφρῦν ἀποτίθεσθαι, ἐς ὕψος δὲ ἀποχρῶν αἰρομένων τῶν χωμάτων ἄνωθεν καταπηγνύειν τὰ δόρατα, ἐπερείδειν τε τούτοις τοὺς θυρεοὺς ἀλλήλων ψαύοντας· ὡς ἀντὶ τείχους χρηματίζειν τήν τε τάφρον καὶ τὸν ἐκφορηθέντα χοῦν τῷ στρατεύματι· καὶ μὴ ἐνὸν εἴη τοῖς ἐναντίοις ἔνδον διαβαίνειν, ἀλλ' εἴργεσθαι τῆς ἐφόδου τῇ τάφρῳ ἐγχρίπτουσιν. εἰθισμένον δὲ Ῥωμαίοις, ταύτῃ τὴν σφῶν ἐπὶ τῆς πολεμίας διατίθεσθαι ἔπαυλιν. ἐπεὶ δὲ τὸν χάρακα τοῦτον τὸν τρόπον ἐκρατύνατο, τῇ ἐπιούσῃ ἐκτάξας τὴν στρατιὰν τῷ τείχει προσέβαλλε. Σκύθαι δὲ, τῶν πύργων προκύπτοντες, βέλη καὶ χερμάδας, καὶ ὅσα ἑκηβόλα πέφυκεν ὄργανα, κατὰ τῆς Ῥωμαϊκῆς ἠφίεσαν φάλαγγος. οἱ δὲ καὶ αὐτοὶ σφενδόναις καὶ βέλεσι Σκύθας ἠμύναντο κάτωθεν. καὶ μέχρι τῶν τοιούτων ἀκροβολισμῶν ἀμφοτέροις ἡ μάχη περιΐστατο, καὶ Ῥωμαῖοι μὲν ἐπὶ τὸν χάρακα ᾔεσαν, καὶ δεῖπνον εἵλοντο· Σκύθαι δὲ, κλινούσης ἡμέρας, ἔφιπποι τοῦ περιβόλου ἐξῄεσαν, τότε πρώτως φανέντες ἐφ' ἵππων ὀχούμενοι. ἄφιπποι γὰρ παρὰ τοὺς πολέμους ἀεὶ χωρεῖν εἰώθεισαν, ἀνασκήτως ἔχοντες τῶν ἐφιππίων ἐπιβαίνειν, καὶ τοῖς πολεμίοις ἀνταγωνίζεσθαι. Ῥωμαῖοι δὲ, σπουδῇ τοῖς ὅπλοις φραξάμενοι καὶ τῶν ἵππων ἐπιβάντες, τούς τε κοντοὺς ἀνειληφότες (ἐπιμήκεις δὲ τούτους παρὰ τὰς μάχας μεταχειρίζονται), μετὰ ῥύμης καὶ βιαίου ὠθισμοῦ αὐτοῖς ἐπελαύνουσιν. οἱ δὲ, μηδὲ τοῖς ῥυτῆρσι τοὺς ἵππους χαλιναγωγεῖν ἐπιστάμενοι, πρὸς τῶν Ῥωμαίων κατακοντιζόμενοι, νῶτα δόντες εἰς τὸ τεῖχος κατεκλείοντο.

Τηνικαῦτα δὴ καὶ αἱ τῶν Ῥωμαίων πυρφόροι τριήρεις μετὰ τῶν σιτηγῶν πορθμείων διὰ τοῦ Ἴστρου ἐφάνησαν ἀναπλέουσαι· ἃς Ῥωμαῖοι μὲν ἰδόντες ἀῤῥήτου χαρμονῆς ὑπεπλήσθησαν, Σκύθας δὲ δέος ᾕρει, τὸ ἐπιφερόμενον αὐτοῖς ὑγρὸν πῦρ δεδιότας. ἠκηκόεισαν γὰρ πρὸς τῶν γεραιτέρων τοῦ σφῶν ἔθνους, ὡς τὸν μυριόστολον στρατὸν Ἴγγορος, τοῦ τὸν Σφενδοσθλάβον τεκόντος, Ῥωμαῖοι τῷ τοιούτῳ Μηδικῷ πυρὶ κατὰ τὸν Εὔξεινον ἐξετέφρωσαν. ἐντεῦθεν σπουδῇ τὰ ἑαυτῶν συναγαγόντες ἀκάτια, πρὸ τοῦ περιβόλου τοῦ ἄστεος εἵλκυσαν, ἵνα παραῤῥέων ὁ Ἴστρος τὸ θάτερον τοῦ ∆ορυστόλου περικλύζει πλευρόν. ταῦτα αἱ πυρφόροι νῆες κυκλόθεν ἐφρούρουν, ὡς μὴ εἴη Σκύθαις ἐνὸν, αὐτῶν ἐπιβεβηκόσιν, ἐπὶ τὴν σφῶν ἀνασώζεσθαι γῆν. τῇ δὲ ὑστεραίᾳ Ταυροσκύθαι, τοῦ ἄστεος ὑπεκδύντες, κατὰ τὸ πεδίον ἐτάξαντο, ποδηνεκεῖς θυρεοὺς προβαλλόμενοι καὶ θώρακας ἁλυσιδωτούς. Ῥωμαῖοι δὲ καὶ αὐτοὶ τοῦ χάρακος ὑπεξῄεσαν ἐς τὸ ἀκριβὲς τεθωρακισμένοι· καὶ καρτερῶς ἄμφω τὰ μέρη διηγωνίζοντο, καὶ ἀμφίδοξος ἡ νίκη ἐδόκει, ἄλλοτε θατέρου μέρους ὠθοῦντος. ἐπεὶ δέ τις Ῥωμαίων τῆς φάλαγγος ἀποῤῥαγεὶς τὸν μετὰ Σφενδοσθλάβον τρίτον παρὰ Ταυροσκύθαις τιμώμενον Σφέγκελον, ἐκθύμως τότε διαγωνιζόμενον, κατηκόντισεν, ἄνδρα γιγαντώδη καὶ νεανικόν· ἐπὶ τῷ τούτου πτώματι διαταραχθέντες Ταυροσκύθαι βάδην τοῦ πεδίου ὑπενόστουν καὶ πρὸς τὸ ἄστυ ἠπείγοντο. τηνικαῦτα καὶ Θεόδωρος, ὁ τὴν κατεπωνυμίαν Λαλάκων, ἀνὴρ κατά τε ἀλκὴν καὶ σώματος ῥώμην δυσάντητος καὶ ἀκαταγώνιστος, πλείστους τῶν δυσμενῶν σιδηρᾷ κορύνῃ ἀπέκτεινεν. ἰσχύϊ γὰρ χειρὸς ταύτην καταφέρων, αὐτῇ κυνῇ καὶ τὴν ταύτῃ περιστελλομένην συνέθλαττε κεφαλήν. ἀλλ' οὕτω μὲν τότε Σκύθαι, τὰ νῶτα δόντες, διὰ τοῦ ἄστεος ὑπενόστησαν. Ῥωμαίους δὲ ὁ βασιλεὺς, τὸ ἀνακλητικὸν ἐπαυλεῖν ἐγκελεύσας, συνεκαλεῖτο ἐπὶ τὸν χάρακα, οὓς δώροις καὶ προπόσεσιν ἐθεράπευε, προθυμοποιῶν, ῥωμαλέως ἐπὶ τοὺς πολέμους χωρεῖν.

Ἐν τούτῳ δὲ τῶν πραγμάτων ᾐωρημένων, καὶ τῆς μάχης ἔτι συνεστηκυίας, Λέων Κουροπαλάτης, ὁ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμων, ἐπὶ τὴν κατὰ Λέσβον Μήθυμναν ἅμα Νικηφόρῳ τῷ υἱῷ φρουρούμενος, ὥς μοι ἤδη δεδήλωται, χρυσῷ τοὺς φρουροὺς διαφθείρας, ἐς ἀποστασίαν ἀπέκλινεν, ἀσινεῖς ἔχων τὰς κόρας τῶν ὀφθαλμῶν. ὁ γὰρ ἐκτυφλοῦν τὸ πρόσθεν αὐτὸν προτραπεὶς, εἴτε κατ' ἐντολὴν τοῦ βασιλέως τοῦτο πεποιηκὼς (ὑπονοεῖται γὰρ καὶ τοῦτο· τεκμήριον δὲ, ὅτι μετὰ τὴν τοῦ δράματος διάγνωσιν κακῶν ἀπαθὴς ὁ ἄνθρωπος ἔμεινεν), εἴτε καὶ οἴκτῳ τῆς τοσαύτης ἐπικαμφθεὶς συμφορᾶς, τὰς μὲν βλεφαρίδας ἐκείνου κατέκαυσεν, ἀσινεῖς δὲ καὶ ἀκηράτους τὰς κόρας παρέλιπε. τότε γοῦν εἰς ἀκάτιον ὁ Κουροπαλάτης ἐμβὰς, τῇ κατ' ἀντιπέρας Βυζαντίου χθονὶ λεληθότως προσώρμισεν, ἐπί τι φροντιστήριον, ὃ Πηλαμὺς κέκληται, κρυπτόμενος. ἐκεῖθέν τε διά τινος τῶν οἰκείων τοῖς φίλοις καὶ γνωστοῖς τὴν αὑτοῦ καταμηνύει ἄφιξιν. οἱ δὲ παντὶ σθένει συνάρασθαί οἱ διωμολόγουν, καὶ πλῆθος συναθροίσειν ἐνόπλω ἀνδρῶν, καὶ τὰς τῆς βασιλικῆς ἑστίας κλεῖς ὑφελέσθαι, δι' ὧν αὐτῷ εὐπετῶς ἡ ἐς τὰ βασίλεια γένοιτο πάροδος. καὶ δῆτα ἔργου εἴχοντο, καὶ τὴν διὰ λόγων ὑπόσχεσιν καὶ δι' ἔργων ἀνύττειν ἐπεχείρουν, μηδόλως μελλήσαντες. ἐντεῦθεν δή τινα τῶν βασιλικῶν κλειδούχων δωρεαῖς ὑποποιησάμενοι, κηρῷ τὰς κλεῖς ἐκτυποῦν ἔπεισαν, καὶ αὑτοῖς ἐπιδοῦναι τὸν κηρόν. καὶ ὃς, οὐδὲν ἀναδὺς, τυπώσας τὸν κηρὸν ἐπεδίδου· οἱ δὲ, βάναυσον μισθωσάμενοι, τὰς κλεῖς ἐφ' ἑστίας ὡς τάχος ἐχάλκευσαν. δʹ. Ἐπεὶ δὲ πάντα τούτοις κατὰ γνώμην, ὥς γε ἐδόκει, ἐχώρει, τὸν Κουροπαλάτην ἐκάλουν περαιοῦσθαι τὸν Βόσπορον, καὶ καταίρειν ἐπὶ τὸ Βυζάντιον. ὁ δὲ, τῶν νυκτῶν ἀωρὶ νεὼς ἐπιβὰς καὶ τῇ ἀκροπόλει προσσχὼν, ἐκεῖθεν διά τινος πυλίδος ὑπὸ τὴν τοῦ ἁγίου Φωκᾶ τελεθούσης ἑστίαν, ἔνδον εἰσῄει τοῦ ἄστεος, τὴν τῆς ἡγεμονίας ἀρχὴν ἤδη κατέχειν ἐν ταῖς χερσὶν ὀνειροπολῶν. τῷ δὲ, ἀντὶ πορφυρίδος λαμπρᾶς, καὶ σκήπτρων χρυσῶν, καὶ τυραννίδος, ἣν ὡς μὴ ὤφελεν ἐμελέτησεν, ἐκτύφλωσιν πικρὰν καὶ ὑπερορίαν μακρὰν, καὶ δήμευσιν τῶν οἰκείων ἡ τύχη ἐσκαιωρεῖτο, ἐπιγελῶσά που τοῖς ἐλπιζομένοις τἀνδρὶ, ὡς οὐκ ἐν ἐχυρῷ κειμένοις, ἀλλ' εἰς τοὔμπαλιν αὐτῷ περιτρεπομένοις, καὶ χαλεπὴν τῶν ἀτυχημάτων ἐπικυλίνδουσι συμφοράν. ἄρτι γὰρ, ἐπείπερ κατ' οἶκόν τινος τῶν ὑπηρετουμένων αὐτῷ ἐν τοῖς τοῦ Σφορακίου μέρεσι καθῆστο, τοὺς συνωμότας συνελθεῖν ἐκδεχόμενος, εἷς τῶν ἐφεπομένων αὐτῷ, τῆς ἑστίας ὑπεξελθὼν, πρόσεισι τῶν συνήθων τινὶ, βασιλικῆς ἱστουργίας ὄντι μελεδωνῷ, τὴν τοῦ Κουροπαλάτου ἐνδημίαν μηνύων αὐτῷ, καὶ τὸ δρᾶμα ἀνακαλύπτων, καὶ προσλιπαρῶν συνάρασθαι αὑτοῖς μετὰ τοῦ τὴν ἱστουργικὴν αὐτουργοῦντος συστήματος. ὁ δὲ τὴν ταχίστην βοηθεῖν ἐπηγγέλλετο, καὶ ἀναστὰς ὡς τὸ περὶ αὑτὸν πλῆθος καλέσας ἀπῄει. παρὰ Λέοντα δὲ τὸν Πατρίκιον καὶ πλωΐμου ∆ρουγγάριον ἀφικόμενος, ὃς τότε παρὰ βασιλέως τὴν τοῦ Βυζαντίου ἐκεχείριστο πρόνοιαν, πάντα τούτῳ δηλοῖ· καὶ ὡς ὁ Κουροπαλάτης ἐκ τῆς ὑπερορίας ἀναχθεὶς, ἐπηλύτης τε ὢν, καὶ κατά τινα οἰκουρῶν ἑστίαν, ὅσον οὔπω βούλεται τυραννεῖν. ὁ δὲ τῷ ἀθρόῳ τῆς ἀγγελίας καταπλαγεὶς, εἶτ' αὖθις ἀνενεγκὼν (ἦν δὲ σταθηρὸς ἐν περιστάσεσι, καὶ τὸ δέον δραστήριος ἐν ἀπόροις ἐξευρεῖν), τὸ περὶ αὑτὸν στῖφος ἀνειληφώς, ἐξαυτῆς τῇ οἰκίᾳ, καθ' ἣν ὁ Κουροπαλάτης κατήγετο, ἐπιτίθεται. ἐπεὶ δὲ ἔγνω τὸ καθ' αὑτὸν δρᾶμα κατάφωρον ὁ Κουροπαλάτης καὶ ἔκδηλον γεγονὸς, διά τινος παραθύρου μετὰ τοῦ υἱοῦ ὑπεκδὺς Νικηφόρου, ἐς τὸν θεῖον καὶ μέγαν καταφεύγει σηκὸν, ἱκέτης ἐλεεινὸς ἀντὶ σοβαροῦ τυράννου καὶ ἀλαζόνος ὁρώμενος. ὃν ἐκεῖθεν οἱ περὶ τὸν ∆ρουγγάριον ἀποσπάσαντες, εἰς ἀκάτιόν τε ἅμα τῷ υἱῷ Νικηφόρῳ ἐμβαλόντες, πρὸς τὴν λεγομένην Καλώνυμον νῆσον περιορίζουσι· κελεύσει τε βασιλικῇ αὖθις πρὸς τοῦ αὐτοκράτορος ἐκ Μυσίας ἐνηνεγμένῃ ἀμφοτέρους ἀποτυφλοῦσι, καὶ τὴν τούτων περιουσίαν δημεύουσιν.

Ἀλλ' οὕτω μὲν τῷ Κουροπαλάτῃ Λέοντι τὰ τῆς τυραννίδος εἰς δεινὸν καὶ ὀλέθριον κατέληξε τέλος. οἱ δὲ Ῥῶς συνασπίσαντες (αὖθις γὰρ ὁ λόγος, ὅθεν ἐξέβη, ἐπάνεισιν), ἐπὶ τὸ πεδίον ἐξῄεσαν, παντὶ σθένει πειρώμενοι, τὰς τῶν Ῥωμαίων πυρπολεῖν μηχανάς. οὐ γὰρ τὰς τούτων μετὰ ῥοίζου ἔστεγον ἐκπεμπομένας βολὰς, πλείστων ὁσημέραι ὑπὸ τῶν ἀφιεμένων λίθων ἀναιρουμένων Σκυθῶν. Ἰωάννης δὲ ὁ Κουρκούας καὶ Μάγιστρος, ἐκ γένους προσήκων τῷ βασιλεῖ, τὴν τῶν τοιούτων μηχανημάτων ποιούμενος φυλακὴν, τὴν μετὰ θράσους ὁρμὴν τῶν ἐναντίων ἰδὼν, καὶ ἄλλως οἴνῳ καρηβαρῶν καὶ νευστάζων (μετ' ἄριστον γὰρ ἦν), ἵππου ἐπιβὰς, σὺν τοῖς ἐφεπομένοις λογάσιν ἤλαυνε κατ' αὐτῶν. βόθρῳ δὲ ὁ ἵππος κατενεχθεὶς ἀποβάλλει τῶν νώτων τὸν Μάγιστρον. οἱ δὲ Σκύθαι, ἀριπρεπῆ πανοπλίαν ἰδόντες, καὶ φάλαρα τοῦ ἵππου καὶ τὴν ἄλλην σκευὴν ἐξειργασμένα λαμπρῶς (ἐτύγχανον γὰρ κατακόρως ἀληλιμμένα χρυσῷ), δόξαντες αὐτὸν ἐκεῖνον εἶναι τὸν αὐτοκράτορα, ἀθρόως περιδραμόντες αὐτοῖς ὅπλοις τοῦτον τοῖς ξίφεσι καὶ πελέκεσι κατεμέλισαν ἀπηνῶς· δορατίῳ τε τὴν κεφαλὴν περιπείραντες, ἐπὶ τῶν πύργων κατέπηξαν, Ῥωμαίους τωθάζοντες, ὡς τὸν σφῶν βασιλέα δίκην βοσκήματος κρεουργήσαντες. ἀλλὰ τοιαῦτα μὲν Ἰωάννης ὁ Μάγιστρος ἀπηνέγκατο τὰ ἐπίχειρα, ὧν εἰς τοὺς θείους πεπαρῳνήκει σηκοὺς, θυμοῦ βαρβαρικοῦ γεγονὼς παρανάλωμα. λέγεται γὰρ πολλοὺς τῶν κατὰ Μυσίαν κεραΐσαι, καὶ τὰ τούτων ἔπιπλα καὶ σκεύη τὰ ἱερὰ εἰς ἰδιωτικὰ μετασκευάσαι κειμήλια.

Ῥῶς δὲ τῇ τοιαύτῃ νίκῃ κατεπαρθέντες, ἐς τὴν ἐπιοῦσαν τοῦ ἄστεος ὑπεξιόντες, παρὰ τὸ μεταίχμιον ἐτάξαντο· Ῥωμαῖοι δὲ καὶ αὐτοὶ, ἐς βαθεῖαν συνασπίσαντες φάλαγγα, τούτοις ἀντεπῄεσαν. ἐνταῦθα Ἴκμορα, τὸν μετὰ τὸν Σφενδοσθλάβον τὸ Σκυθικὸν ἄγοντα στράτευμα καὶ τιμώμενον εὐθὺς μετ' ἐκεῖνον, ἄνδρα γιγαντώδη καὶ νεανικὸν, ἰδὼν Ἀνεμᾶς, ὁ τῶν βασιλικῶν σωματοφυλάκων εἷς, καὶ τοῦ τῶν Κρητῶν υἱὸς ἀρχηγοῦ, ἐνθουσιωδῶς ἐφορμῶντα μετὰ τῆς τῶν ἐφεπομένων πεζεταίρων φάλαγγος καὶ πλείστους Ῥωμαίων ἀποκτιννύοντα, ἀλκῇ τε φύσεως ἐπαρθεὶς, τὸ παρῃωρημένον ξίφος ἑλκύσας, καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρεξελάσας, τοῖς τε μύωψι καταικίσας, κατὰ τοῦ Ἴκμορος ἴεται, καὶ τοῦτον κατειληφὼς πλήττει κατὰ τοῦ τένοντος· ἡ δὲ τοῦ Σκύθου κεφαλὴ σὺν τῇ δεξιᾷ ἐκτμηθεῖσα χειρὶ πρὸς τοὔδαφος ἀπηράττετο. τοῦ δὲ πεσόντος, βοή τις παρὰ τῶν Σκυθῶν οἰμωγῇ σύμμικτος αἴρεται· Ῥωμαῖοι δὲ τούτοις ἐπέδραμον. οἱ δὲ οὐκ ἤνεγκαν τὴν τῶν ἐναντίων ῥοπὴν, ἀλλὰ τῷ τοῦ σφῶν στρατηγοῦ πάθει ἐκτόπως περιαλγήσαντες, τὰ σάκη κατωμαδὸν ἄραντες, ἐχώρουν διὰ τοῦ ἄστεος, οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀπέκτεινον. ἤδη δὲ νυκτὸς κατασχούσης, καὶ τῆς μήνης πλησιφαοῦς οὔσης, κατὰ τὸ πεδίον ἐξελθόντες τοὺς σφετέρους ἀνεψηλάφων νεκρούς· οὓς καὶ συναλίσαντες πρὸ τοῦ περιβόλου καὶ πυρὰς θαμινὰς διανάψαντες, κατέκαυσαν, πλείστους τῶν αἰχμαλώτων, ἄνδρας καὶ γύναια, ἐπ' αὐτοῖς κατὰ τὸν πάτριον νόμον ἐναποσφάξαντες. ἐναγισμούς τε πεποιηκότες, ἐπὶ τὸν Ἴστρον ὑπομάζια βρέφη καὶ ἀλεκτρυόνας ἀπέπνιξαν, τῷ ῥοθίῳ τοῦ ποταμοῦ ταῦτα καταποντώσαντες. λέγεται γὰρ Ἑλληνικοῖς ὀργίοις κατόχους ὄντας, τὸν Ἑλληνικὸν τρόπον θυσίας καὶ χοὰς τοῖς ἀποιχομένοις τελεῖν, εἴτε πρὸς Ἀναχάρσεως ταῦτα καὶ Ζαμόλξιδος, τῶν σφετέρων φιλοσόφων, μυηθέντες, εἴτε καὶ πρὸς τῶν τοῦ Ἀχιλλέως ἑταίρων. Ἀῤῥιανὸς γάρ φησιν ἐν τῷ Περίπλῳ, Σκύθην Ἀχιλλέα τὸν Πηλέως πεφηνέναι, ἐκ τῆς Μυρμηκιῶνος καλουμένης πολίχνης, παρὰ τὴν Μαιῶτιν λίμνην κειμένης· ἀπελαθέντα δὲ πρὸς τῶν Σκυθῶν διὰ τὸ ἀπηνὲς, ὠμὸν, καὶ αὔθαδες τοῦ φρονήματος, αὖθις Θετταλίαν οἰκῆσαι. τεκμήρια τοῦ λόγου σαφῆ ἥ, τε τῆς ἀμπεχόνης σὺν τῇ πόρπῃ σκευὴ, καὶ ἡ πεζομαχία, καὶ ἡ πυρσὴ κόμη, καὶ οἱ γλαυκιῶντες ὀφθαλμοὶ, καὶ τὸ ἀπονενοημένον, καὶ θυμοειδὲς, καὶ ὠμόν· ἃ καὶ ὀνειδίζων Ἀγαμέμνων ἐπέσκωπτεν, οὑτωσὶ λέγων· Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε. φόνῳ γὰρ εἰσέτι καὶ αἵματι τὰ νείκη Ταυροσκύθαι διακρίνειν εἰώθασιν. ὅτι δὲ τὸ ἔθνος ἀπονενοημένον, καὶ μάχιμον, καὶ κραταιὸν, πᾶσι τοῖς ὁμόροις ἐπιτιθέμενον ἔθνεσι, μαρτυροῦσι πολλοὶ, καὶ ὁ θεῖος δὲ Ἰεζεκιὴλ, μνήμην τούτου ποιούμενος, ἐν οἷς ταῦτά φησιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ τὸν Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥώς. Ἀλλ' ἀπόχρη μὲν ταῦτα περὶ τῶν Ταύρων ἐναγισμῶν.

Τότε δὲ ἤδη διανισχούσης ἡμέρας βουλὴν ὁ Σφενδοσθλάβος τῶν ἀρίστων ἐκάθιζεν, ἣν καὶ κομέντον τῇ σφετέρῳ διαλέκτῳ φασίν. ἄρτι δὲ συναθροισθέντων περὶ αὐτὸν, καὶ ὅ,τι δεῖ καὶ δρᾷν πρὸς αὐτοῦ διερωτηθέντων, οἱ μὲν ἀωρὶ συνεβούλευον τῶν νυκτῶν, ἐπιβάντες τῶν πλοίων, πάσῃ μηχανῇ κλέψαι τὴν φυγήν· μὴ γὰρ οἵους τε καθεστάναι ἱππόταις πανσιδήροις ἀνδράσι συμπλέκεσθαι, ἀποβαλόντας καὶ ταῦτα τοὺς πρωταγωνιστὰς, ὑφ' ὧν τὸ στρατόπεδον ἀνεῤῥώννυτο, καὶ οἱ θυμοὶ τῶν ἀνδρῶν παρεθήγοντο. οἱ δὲ τοὔμπαλιν δεξιὰς ἐμβάλλειν Ῥωμαίοις ἐξυνεβούλευον, καὶ πίστεις λαμβάνειν, καὶ οὕτω διασώζειν τὴν περιλειφθεῖσαν στρατιάν. οὐδὲ γὰρ ἔχειν εὐχερῶς κλέψαι τὸν ἀπόπλουν, τῶν πυρφόρων νεῶν παρὰ τοῦ Ἴστρου ἄνδηρα ἑκατέρωθεν φρουρουσῶν τὰ πορθμεῖα, ὡς, ἡνίκα πειραθεῖεν ἐκπλεῦσαι τὸν ποταμὸν, πυρπολήσειν ἐξαυτῆς ἅπαντα. ὁ δὲ Σφενδοσθλάβος, μύχιον καὶ πικρὸν ἀνοιμώξας, οἴχεται τὸ κλέος, ἔφη, ὃ τῇ Ῥωσικῇ πανοπλίᾳ συνείπετο, τὰ πρόσοικα καταστρεφομένῃ ἔθνη ἀπονητὶ, καὶ χώρας ὅλας ἀνδραποδιζομένῃ ἀναιμωτὶ, εἰ νῦν ἀκλεῶς Ῥωμαίοις ὑπείξομεν. ἀλλὰ γὰρ, τὴν ἐκ προγόνων ἀνειληφότες ἀρετὴν, ἀναλογισάμενοί τε, ὡς ἀκαταγώνιστος ἡ Ῥωσικὴ μέχρι καὶ τήμερον καθέστηκεν ἀλκὴ, ἐκθύμως ὑπὲρ τῆς σφῶν σωτηρίας διαγωνισώμεθα. οὐδὲ γὰρ ἔθιμον ἡμῖν φεύγουσιν ἐς τὴν πατρίδα φοιτᾷν, ἀλλ' ἢ νικῶντας ζῇν, ἢ εὐκλεῶς τελευτᾷν, ἔργα ἐπιδεδειγμένους γενναίων ἀνδρῶν. τοσαῦτα μὲν ὁ Σφενδοσθλάβος ἐβούλευσεν.

Λέγεται δὲ καὶ τοῦτο περὶ Ταυροσκυθῶν, μήποτε μέχρι καὶ νῦν ἑαυτοὺς ἐγχειρίζειν τοῖς δυσμενέσιν ἡττωμένους· ἀλλ' ἤδη τῆς σωτηρίας ἀπαγορεύσαντας ὠθεῖν τε κατὰ τῶν σπλάγχνων τὰ ξίφη, καὶ οὕτως ἑαυτοὺς ἀναιρεῖν. τοῦτο δὲ πράττουσι, δόξαν κεκτημένοι τοιαύτην· φασὶ γὰρ τοὺς πρὸς τῶν ἐναντίων κατακτεινομένους ἐν τοῖς πολέμοις, μετὰ τὸν μόρον καὶ τὴν ἐκ τῶν σωμάτων διάζευξιν τῶν ψυχῶν ἐν ᾅδου τοῖς αὐθένταις ὑπηρετεῖν. Ταυροσκύθαι δὲ, τὴν τοιαύτην δεδιότες λατρείαν, ἀποστυγοῦντες δὲ καὶ τοῖς ἀναιροῦσιν αὐτοὺς ἐξυπηρετεῖν, τῆς ἑαυτῶν σφαγῆς αὐτόχειρες γίνονται. ἀλλὰ τοιαύτη μὲν ἡ ἐπικρατήσασα ἐν αὐτοῖς δόξα. τότε δὲ, τῶν τοῦ ἄρχοντος λόγων ἀκούσαντες, φιλοψυχότατα τὸν ὑπὲρ τῆς σφῶν σωτηρίας αἱρεῖσθαι κίνδυνον κατετίθεντο, ἐκθύμως τε πρὸς τὴν Ῥωμαϊκὴν ἀντιτάξασθαι δύναμιν. τῇ γοῦν ὑστεραίᾳ (ἕκτη δὲ ἦν τῆς ἑβδομάδος ἡμέρα, καὶ εἰκάδα τετάρτην ἤλαυνεν ὁ Ἰούλιος μήν), περὶ καταφορὰν ὄντος ἡλίου, πανσυδὶ τῆς πόλεως ἐξελθόντες οἱ Ταυροσκύθαι, παντὶ σθένει διακινδυνεύειν ᾑροῦντο, εἰς φάλαγγα καρτερὰν συνασπίσαντες, καὶ προβαλόντες τοὺς ἄκοντας. Ῥωμαίους δὲ διατάξας ὁ βασιλεὺς ὑπεξῆγε τοῦ χάρακος. ἤδη δὲ τῆς μάχης καταῤῥαγείσης, εὐρώστως οἱ Σκύθαι Ῥωμαίοις ἐπῄεσαν, τοῖς τε ἀκοντίοις σινόμενοι, καὶ τοῖς βέλεσι τοὺς ἵππους τιτρώσκοντες, καὶ τοὺς ἐπιβάτας εἰς γῆν καταβάλλοντες. ἐνταῦθα ὁ τῇ προτεραίᾳ ἠριστευκὼς Ἀνεμᾶς καὶ τὸν Ἴκμορον κατακτείνας, τὸν Σφενδοσθλάβον ἰδὼν ἐνθουσιωδῶς κατὰ Ῥωμαίων ὁρμῶντα καὶ μανικῶς, καὶ τὰς αὑτοῦ ἐπιῤῥωννύοντα φάλαγγας, τὸν ἵππον παρεξελάσας (εἰθισμένον δὲ ἦν αὐτῷ τοῦτο δρᾷν, καὶ πλείστους τῶν Σκυθῶν τοιούτῳ τρόπῳ ἀνεῖλε τὸ πρότερον), ὅλην ἡνίαν τῷ ἵππῳ ἀνεὶς ὡς αὐτὸν ἴεται, καὶ ξίφει παίει κατὰ τῆς κλειδὸς, καὶ τὸν μὲν πρηνῆ καταβάλλει, οὐ μὴν κατακτείνει. ἐπήρκεσε γὰρ ὁ ἀλυσιδωτὸς χιτὼν καὶ τὸ σάκος, ἃ, δεδιὼς τὰς Ῥωμαϊκὰς αἰχμὰς, ἠμφιέννυτο. Ἀνεμᾶς δὲ, πρὸς τῆς τῶν Σκυθῶν κυκλωθεὶς φάλαγγος, τοῦ ἵππου καταβληθέντος συχναῖς τῶν δοράτων βολαῖς, πλείστους μὲν ἀναιρεῖ τούτων, ἐναποσφάττεται δὲ καὶ αὐτὸς, ἀνὴρ οὐδενὸς τῶν ἡλικιωτῶν ἡττώμενος ἐν τοῖς κατὰ τὰς μάχας ἀνδραγαθήμασιν.

Ἐπὶ τῷ τούτου τοίνυν οἱ Ῥῶς ἀναθαῤῥήσαντες πταίσματι, γεγωνόν τι καὶ ἄγριον ἐπηλάλαξαν, καὶ Ῥωμαίους ἀνώθησαν. οἱ δὲ προτροπάδην ὑπενόστουν, τὴν ἀλλόκοτον ὁρμὴν ἐκκλίνοντες τῶν Σκυθῶν. ἐνταῦθα ὁ βασιλεὺς, ὡς ᾔσθετο κλινομένην τὴν Ῥωμαϊκὴν φάλαγγα, δεδοικὼς, μὴ καταπτοηθεῖσα τὸ ἀλλόκοτον ὅρμημα τῶν Σκυθῶν, περὶ αὐτὰ πταίσοι τὰ καίρια, τοῖς ἀμφ' αὑτὸν ἐγκελευσάμενος καὶ τὸ δόρυ σθεναρῶς μεταχειρισάμενος, κατὰ τῶν ἀντιπάλων ἐχώρει. ἐπαταγεῖτο δὲ καὶ τὰ τύμπανα, καὶ τὸ ἐνυάλιον συνεπήχουν αἱ σάλπιγγες. Ῥωμαῖοι δὲ, τὴν τοῦ αὐτοκράτορος καταιδεσθέντες ὁρμὴν, τοὺς ἵππους περιελίξαντες, μετὰ ῥύμης τοῖς Σκύθαις ἐφώρμησαν. παραυτίκα δὲ καὶ θύελλα ψεκάδι συμμιγὴς ἀναῤῥιπισθεῖσα, ἐπὶ πολύ τε τοῦ ἀέρος χεθεῖσα, τοὺς δυσμενεῖς ἔβαλλε, καὶ ἡ κόνις ἐγειρομένη τοὺς αὐτῶν ἔβλαπτεν ὀφθαλμούς. λέγεται δὲ καί τινα λευκόπωλον ἄνδρα φανῆναι, προηγεῖσθαί τε Ῥωμαίων, καὶ τούτοις προτρέπεσθαι, χωρεῖν κατὰ τῶν Σκυθῶν· ὅστις θεσπεσίως τὰς τῶν δυσμενῶν διακόπτων συνετάραττε φάλαγγας. τοῦτόν φασι μήτε πρότερόν τις ἐν τῷ στρατοπέδῳ θεάσασθαι, οὔτ' αὖθις μετὰ τὴν μάχην ἑωρακέναι· καίτοι βασιλέως αὐτὸν ἀναψηλαφῶντος, ὡς δωρεαῖς ἐπαξίως φιλοφρονήσαιτο, καὶ ἀμοιβαῖς ἕκατι τῶν πόνων ἀμείψαιτο. ἀλλ' οὐχ εὑρέθη ζητούμενος. ἐντεῦθεν ἀναμφίλεκτος ὑπόνοια ὑποτρέχει, τὸν μέγαν ἐν μάρτυσι Θεόδωρον εἶναι, ὃν παρὰ τοὺς ἀγῶνας ὁ βασιλεὺς σύμμαχον ἐξελιπάρει παρίστασθαι, ῥύεσθαί τε καὶ σώζειν συνάμα παντὶ τῷ στρατεύματι. φασὶ δὲ καὶ τοιοῦτόν τι συμβῆναι παρὰ τὴν πρὸ τῆς μάχης ἑσπέραν. ἐν Βυζαντίῳ παρθένος τῶν ἀνατεθειμένων Θεῷ καθ' ὕπαρ ὁρᾷν ἐδόκει τὴν θεοτόκον, ὑπό τινων φλογοειδῶν δορυφορουμένην ἀνδρῶν. φάναι δὲ πρὸς αὐτούς· καλέσατε δή μοι τὸν μάρτυρα Θεόδωρον· παραυτίκα δὲ παραχθῆναι γενναῖον ἄνδρα καὶ νεανικὸν, ἔνοπλον. εἰπεῖν τε πρὸς αὐτὸν τὴν θεοτόκον· ὁ σὸς παρὰ τὸ ∆ορύστολον Ἰωάννης, κύριε Θεόδωρε, Σκύθαις μαχόμενος, ἄρτι περιστατεῖται δεινῶς. ἀλλ' εἰς τὴν ἐκείνου σπεῦσον βοήθειαν. εἰ γὰρ μὴ προφθάσῃς, ἐς κίνδυνον αὐτῷ τελευτήσει τὰ πράγματα. τὸν δὲ αὖθις, ἑτοίμως ἔχειν, εἰπεῖν, τῇ μητρὶ τοῦ Θεοῦ καὶ δεσπότου μου πειθαρχεῖν· φάμενος δὲ τοῦτο εὐθὺς οἴχεσθαι, καὶ οὕτω τὸν ὕπνον ἀποπτῆναι τῆς παρθένου τῶν ὀφθαλμῶν. ἀλλὰ τῇ μὲν παρθένῳ τὸ ὕπαρ ἐς τοῦτο συνεπεραίνετο.

Ῥωμαῖοι δὲ, τῷ προπορευομένῳ θείῳ ἀνδρὶ ἐφεπόμενοι, τοῖς ἐναντίοις συμπλέκονται, καὶ καρτερᾶς μάχης συστάσης, οὐκ ἐνεγκόντες τὴν τῆς ἱππικῆς φάλαγγος οἱ Σκύθαι ῥοπὴν, κυκλωθέντες τε πρὸς τοῦ Μαγίστρου Βάρδα, ᾧ Σκληρὸς ἡ ἐπίκλησις (ἐκεῖνος γὰρ μετὰ τοῦ συνεπομένου πλήθους τὴν κύκλωσιν ἐποιήσατο), εἰς φυγὴν ἔκλιναν, καὶ μέχρι τοῦ περιβόλου συμπατούμενοι, ἀκλεῶς ἔπιπτον. μικροῦ δὲ καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἐλήφθη, ἔξαιμος γεγονὼς καὶ καταβελὴς, εἰ μὴ ἡ νὺξ ἐπελθοῦσα τοῦτον διέσωσεν. λέγεται δὲ παρὰ ταύτην τὴν μάχην πέντε καὶ δέκα χιλιάδας πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν, ληφθῆναι δὲ δισμυρίαν ἀσπίδα, καὶ ξίφη πάμπολλα. Ῥωμαίων δὲ τριακοσίους ἀποκτανθῆναι πρὸς τοῖς πεντήκοντα, τρωθῆναι δὲ συχνούς. ἀλλὰ τοιαύτην μὲν Ῥωμαῖοι τὴν νίκην παρὰ τὸν ἀγῶνα ἠνέγκαντο τουτονί. ὁ δὲ Σφενδοσθλάβος, παρ' ὅλην τὴν νύκτα βαρυθυμῶν ἐπὶ τῇ κατακοπῇ τῆς ἑαυτοῦ στρατιᾶς, ἤσχαλλε μὲν καὶ ἐσφάδαζε τῷ θυμῷ. μὴ ἐξισχύων δ' ἔτι πρὸς ἀκαταγώνιστον ἀνύττειν πανστρατιὰν, ἔγνω, στρατηγοῦ νοῦν ἔχοντος ἔργον εἶναι, ἐν ἀμηχάνοις καταληφθέντα δεινοῖς, μὴ καταπίπτειν τοῖς λυπηροῖς, παντὶ δὲ τρόπῳ διασώζειν πειρᾶσθαι τοὺς ὑπ' αὐτόν. καὶ δῆτα παρὰ τὴν ἕω πρέσβεις ὡς τὸν αὐτοκράτορα Ἰωάννην στείλας, πίστεις ᾔτει ξυμβάσεων, ἐπὶ τῷ, Ταυροσκύθας μὲν τό, τε ∆ορύστολον ἐγχειρίσαι Ῥωμαίοις, καὶ τοὺς αἰχμαλώτους ἀπολύσαι, καὶ Μυσίας ἀφέξεσθαι, καὶ πρὸς τὴν σφῶν ἀναζεῦξαι πατρίδα· Ῥωμαίους δὲ παραχωρῆσαι αὐτοῖς τοῦ ἀπόπλου, καὶ μὴ ἐναγομένοις ἐπιτεθήσεσθαι μετὰ τῶν πυρφόρων νεῶν (ἐκτόπως γὰρ ἐδεδίεσαν τὸ Μηδικὸν πῦρ, δυνάμενον καὶ τοὺς λίθους ἀποτεφροῦν)· ἐπισιτισμόν τε πρὸς τούτοις ἐπιχορηγῆσαι, καὶ φίλους ἡγεῖσθαι αὐτοὺς, κατ' ἐμπορίαν πρὸς τὸ Βυζάντιον στελλομένους, καθάπερ ἀνέκαθεν ἔθιμον ἦν.

Βασιλεὺς δὲ, τὰς τοιαύτας ἄσμενος διαλλαγὰς προσδεξάμενος (εἰρήνην γὰρ διαφερόντως τῆς μάχης ἐτίμα· τὴν μὲν γὰρ ᾔδει τοὺς λαοὺς διασώζουσαν, τὴν δὲ τοὔμπαλιν διαφθείρουσαν), τάς τε ξυνθήκας ἐτέλει καὶ τὰς σπονδὰς, καὶ σῖτον ἐδίδου, ἑκάστῳ ἀνδρὶ μετρῶν ἀνὰ μεδίμνων δύο. εἶναι δὲ τοὺς εἰληφότας τὸν σῖτόν φασιν ἄνδρας δισμυρίους πρὸς τοῖς δισχιλίοις, οἳ ἐκ τῶν ἑξήκοντα χιλιάδων τῆς Ῥωσικῆς στρατιᾶς τότε τὸν ὄλεθρον ἔφυγον· τὰς γὰρ τριάκοντα καὶ ὀκτὼ χιλιάδας ἡ Ῥωμαϊκὴ αἰχμὴ κατηκόντισε. μετὰ δὲ τὸ προβῆναι τὰς σπονδὰς, εἰς ὁμιλίαν ὁ Σφενδοσθλάβος τῷ βασιλεῖ συνελθεῖν ἐξαιτεῖ. ὁ δὲ, μηδὲν ἀναδὺς, διαχρύσῳ πανοπλίᾳ καθοπλισθεὶς, ἔφιππος παρὰ τὴν ὄχθην τοῦ Ἴστρου ἀφίκετο, μυρίανδρον ἴλην χρυσοφορούντων ἐνόπλων ἱππέων συνεπαγόμενος. καὶ ὁ Σφενδοσθλάβος δὲ ἧκεν ἐπί τινος Σκυθικοῦ ἀκατίου παραπλέων τὸν ποταμὸν, τῆς κώπης ἡμμένος καὶ σὺν τοῖς ἑτέροις ἐρέττων, ὡς εἷς τῶν λοιπῶν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· τὴν ἡλικίαν μεμετρημένος, οὔτε εἰς ὕψος παρὰ τοῦ εἰκότος ἠρμένος, οὔτε εἰς βραχύτητα συστελλόμενος· δασεῖς τὰς ὀφρῦς, γλαυκοὺς ἔχων τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα σιμὸς, ἐψιλωμένος τὸν πώγωνα, τῷ ἄνωθεν χείλει δασείαις καὶ εἰς μῆκος καθειμέναις θριξὶ κομῶν περιττῶς. τὴν δὲ κεφαλὴν πάνυ ἐψίλωτο· παρὰ δὲ θάτερον μέρος αὐτῆς βόστρυχος ἀπῃώρητο, τὴν τοῦ γένους ἐμφαίνων εὐγένειαν· εὐπαγὴς τὸν αὐχένα, τὰ στέρνα εὐρὺς, καὶ τὴν ἄλλην διάπλασιν εὖ μάλα διηρθρωμένος· σκυθρωπὸς δέ τις καὶ θηριώδης ἐδείκνυτο. θατέρῳ δὲ τῶν ὤτων χρύσειον ἐξῆπτο ἐνώτιον, δυσὶ μαργάροις κεκοσμημένον, ἄνθρακος λίθου αὐτοῖς μεσιτεύοντος. ἐσθὴς τούτῳ λευκὴ, οὐδέν τι τῶν ἑτέρων ὑπαλλάττουσα ἢ καθαρότητι. ὀλίγα γοῦν ἄττα περὶ διαλλαγῆς τῷ βασιλεῖ ἐντυχὼν, παρὰ τὸν ζυγὸν τοῦ ἀκατίου ἐφεζόμενος, ἀπηλλάττετο. ἀλλ' ὁ μὲν τῶν Ῥωμαίων πρὸς Σκύθας πόλεμος ὧδε ἐτελεύτα.

Ὁ δὲ Σφενδοσθλάβος, τὸ ∆ορύστολον ἀπολιπὼν καὶ τοὺς αἰχμαλώτους προσεπιδοὺς κατὰ τὰς σπονδὰς, ἀπέπλει μετὰ τῶν περιλειφθέντων ἑταίρων, ἐπὶ τὴν πατρίδα ἰέμενος. Πατζινάκαι δὲ παρὰ τὸν ἀπόπλουν ἐλλοχήσαντες, ἔθνος νομαδικὸν τοῦτο καὶ πολυάνθρωπον, φθειροφάγον τε καὶ φερέοικον, ἐπ' ἀμαξῶν ὡς τὰ πολλὰ βιωτεῦον, σχεδὸν διέφθειραν ἅπαντας, καὶ αὐτὸν δὲ τὸν Σφενδοσθλάβον τοῖς λοιποῖς συγκατέσφαξαν, ὡς ἐκ τῆς τοσαύτης τῶν Ῥῶς στρατιᾶς εὐαριθμήτους ἀνασωθῆναι ἐς ἤθη τὰ πάτρια. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, ἐν τέτταρσιν ὅλοις μησὶ τὴν Ῥωσικὴν πανοπλίαν καταγωνισάμενος, ὡς φθάσας ὁ λόγος δεδήλωκε, καὶ τὴν Μυσίαν Ῥωμαίοις ἀνασω σάμενος, τό, τε ∆ορύστολον Θεοδωρούπολιν ἐπ' ὀνόματι τοῦ στρατηλάτου καὶ μάρτυρος Θεοδώρου μετονομάσας, φυλακήν τε ἀξιόμαχον ταύτῃ παραλιπὼν, μετὰ μεγίστων τροπαίων ἐπάνεισιν ἐπὶ τὸ Βυζάντιον, τοὺς ἀστικοὺς πρὸ τῶν περιβόλων κατειληφώς, στεφάνοις αὐτὸν καὶ σκήπτροις δεξιουμένους, ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένοις πολυτελῶν. ἦγον δὲ καὶ χρυσοκόλλητον λευκόπωλον ἅρμα· οὗ προσεπιβῆναι τοῦτον ἠξίουν, καὶ τὸν νενομισμένον καταγαγεῖν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους καὶ τὰ σκῆπτρα προσήκατο, καὶ πολλαπλασίως τούτους δώροις ἠμείψατο· ἐπιβῆναι δὲ τοῦ ἅρματος οὐκ ἠνέσχετο· ἀλλὰ τὴν τῆς θεομήτορος εἰκόνα, ἐνηγκαλισμένην τὸν θεάνθρωπον λόγον, ἣν ἐκ Μυσίας εἴληφεν, ἐπὶ τὸν τοῦ ἅρματος χρυσήλατον θρόνον ἀνέθηκε, τὰς ἁλουργοὺς τῶν Μυσῶν στολὰς ὑποθεὶς, καὶ τὰ στέμματα. αὐτὸς δὲ, ἵππῳ κέλητι ἐποχούμενος, μετόπισθεν εἵπετο, τεταινιωμένος τὴν κεφαλὴν διαδήματι, καὶ τοὺς στεφάνους φέρων καὶ τὰ σκῆπτρα ἐν ταῖς χερσίν. οὕτω τὸν θρίαμβον καταγαγὼν διὰ μέσης τῆς πόλεως, ἐσθήσεσιν ἁλουργοῖς κεκοσμημένης ἑκασταχοῦ, καὶ δίκην θαλάμου τοῖς τε τῶν δαφνῶν κλάδοις καὶ τοῖς χρυσοϋφέσι πέπλοις οὔσης συνηρεφοῦς, ἐς τὸν μέγαν τῆς τοῦ Θεοῦ Σοφίας εἰσελαύνει σηκόν· καὶ τὰς εὐχαριστηρίους εὐχὰς ἀποδοὺς, τό, τε τῶν Μυσῶν ἐκπρεπέστατον στέφος οἱονεὶ πρωτόλειον δῶρον τῷ Θεῷ καταθέμενος, εἰς τὴν ἀνακτορικὴν ἑστίαν φοιτᾷ, καὶ τῶν Μυσῶν βασιλέα Βορὴν παραγαγὼν τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα παρεσκεύασε. τὰ δὲ ἦν τιάρα περιπόρφυρος, χρυσῷ καὶ μαρ γάροις κατάστικτος, ἐσθής τε ἁλουργὸς, καὶ πέδιλα ἐρυθρά. τοῦτον δὲ τῷ τῶν Μαγίστρων τετίμηκεν ἀξιώματι. τοιαῦτα ἐν εὐαριθμήτῳ καιρῷ παρὰ πᾶσαν ὑπόνοιαν ὁ αὐτοκράτωρ Ἰωάννης διαπραξάμενος τρόπαια, τήν τε Ῥωσικὴν αὐθάδειαν καὶ τὰ ἐπηρμένα τούτων φρονήματα ἐμπειρίᾳ πολέμων καὶ λελογισμένης ἀνδρείας τόλμῃ καταβαλὼν καὶ κατασπάσας εἰς γῆν, καὶ τὴν Μυσίαν Ῥωμαίοις καθυποτάξας, παρὰ τὸ Βυζάντιον ἐπανελθὼν διεχείμαζε, καὶ τὸ ὑπήκοον δώροις, ὡς εἰκὸς, ἐφιλοφρονεῖτο, καὶ θαλείαις ἐθεράπευεν ἑστιάσεσιν.