Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Ηʹ


Τῆς δὲ χειμερινῆς κατηφείας εἰς ἐαρινὴν αἰθρίαν μεταβαλούσης, τὸ σταυρικὸν σημεῖον εὐθὺς ἄρας ὁ βασιλεὺς, κατὰ τῶν Ταυροσκυθῶν ἠπείγετο. καὶ δῆτα τῶν ἀνακτόρων ἐξαναστὰς, τῷ τοῦ Σωτῆρος Χριστοῦ κατὰ τὴν Χαλκῆν τιμωμένῳ σηκῷ πρόσεισι, τὸ θεῖον ἐξευμενισόμενος. ὅνπερ ἀθρήσας ἐστενωμένον εὐκτήριον, μόλις που πεντεκαίδεκα χωρεῖν ἔνδον ἄνδρας δυνάμενον, σκολιάν τε καὶ δυσπρόσοδον, ὡσεί τινα ἑλικοειδῆ λαβύρινθον ἢ κρησφύγετον κεκτημένον τὴν ἄνοδον, ἐξαυτῆς ἐγκελεύεται ἐς τὸ μεγαλειότερον καὶ εὐαγέστερον ἐκ βάθρων τοῦτον οἰκοδομεῖν, τῶν γείσων αὐτὸς σχηματίσας τὸν περίμετρον· ὃν εἰς τοῦτο κάλλος, εἰς ὃ νῦν ὁρᾶται, καὶ μέγεθος ἡ ἐκείνου ἐξ ἐπιπνοίας τινὸς σπουδὴ καὶ ἐπίσκηψις ἤγειρεν. ἐντεῦθεν εἰς τὸν θεῖον καὶ περίπυστον νεὼν τῆς τοῦ Θεοῦ σοφίας ἀφικόμενος, ἄγγελόν τε αὑτῷ δοθῆναι ἐξαιτησάμενος, προπορευόμενον τοῦ στρατοῦ, καὶ τὴν ὁδὸν κατευθύνοντα, εἰς τὸν ἐν Βλαχέρναις τιμώμενον τῆς Θεομήτορος οἶκον λιτανεύων ἐπιφοιτᾷ. κἀνταῦθα δὲ ἱκετηρίαις τὸ θεῖον, ὡς τὸ εἰκὸς, ἐξιλεωσάμενος, ἄνεισιν ἐς τὰ ἐκεῖσε ἀνάκτορα, τὰς πυρφόρους τριήρεις ὀψόμενος, τακτικῶς πρὸς τὸ τοῦ Βοσπόρου σαλευούσας προκόλπιον, ᾧ καὶ ἐπίνειον ταῖς φορτίσι καθέστηκεν εὔορμον καὶ εὐγάληνον, ἐς καμπὴν ἠρέμα μέχρι τῆς γεφύρας καὶ τοῦ κατ' αὐτῆς εἰσβάλλοντος ποταμοῦ ἐκτεινόμενον. τὴν γοῦν μετ' ἐμπειρίας καὶ κόσμου τῶν τριηρῶν εἰρεσίαν καὶ ἅμιλλαν ὁ βασιλεὺς θεασάμενος (ἐτύγχανον δὲ ὑπὲρ τὰς τριακοσίας, συνάμα λέμβοις καὶ ἀκατίοις, ἃ νῦν γαλέας καὶ μονήρια κοινῶς ὀνομάζουσι), φιλοφρονησάμενός τε τοὺς ἐρέτας καὶ τὸ περὶ αὐτὰς στρατιωτικὸν ἀργυρίου διανομῇ, ἐς τὸν Ἴστρον ἐκπέμπει, τὸν τούτου πόρον φρουρήσοντας, ὡς μὴ ἐνὸν εἴη τοῖς Σκύθαις, ἐς τὴν σφῶν πατρίδα ἐκπλεῖν καὶ τὸν Κιμμέριον Βόσπορον, εἴγε πρὸς φυγὴν ἀποκλίνοιεν. λέγεται δὲ τὸν Ἴστρον ἕνα τῶν ἐξ Ἐδὲμ ἐκπορευομένων εἶναι ποταμῶν, τὸν ἐπικεκλημένον Φισῶν, ἐκ τῆς ἕω μὲν ἐκδιδόμενον, ὑποδυόμενόν τε κατὰ γῆν ἀμηχάνῳ τοῦ δημιουργοῦ σοφίᾳ· καὶ αὖθις ἐκ τῶν Κελτικῶν ὀρέων ἀναπιδύοντα, ἑλισσόμενόν τε διὰ τῆς Εὐρώπης, καὶ, εἰς πέντε τεμνόμενον στόματα, τὸν ῥοῦν ἐσβάλλειν παρὰ τὸν Πόντον, ὃς Εὔξεινος ὀνομάζεται. τινὲς δὲ Φισῶν τὸν τὴν Ἰνδικὴν τέμνοντα γῆν τυγχάνειν, ὃν καὶ Γάγγην κικλήσκειν εἰώθασι, παρ' ᾧ ἐξευρίσκεται ὁ λίθος ὁ σμάραγδος.

Ἀλλ' αἱ μὲν τριήρεις τοῦτον τὸν τρόπον ἐπὶ τὸν Ἴστρον ἀνήχθησαν. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τοῦ Βυζαντίου ἀπάρας, ἐς τὴν Ἀδριανοῦ σὺν παντὶ τῷ στρατεύματι παραγίνεται. ἣν Ὀρέστην φασὶ πολίσαι τὸν τοῦ Ἀγαμέμνονος, ὅτε τὸν πλάνον ὑπέστη μετὰ τὴν ἀναίρεσιν Κλυταιμνήστρας, τῆς ἰδίας μητρός· ἐξ ἐκείνου τε Ὀρεστιάδα κεκλῆσθαι τὸ πρότερον. Ἀδριανὸν δὲ αὖθις τὸν αὐτοκράτορα, Σκύθαις μαχόμενον, ἁλῶναί τε τῇ θέσει τῆς χώρας, καὶ ταύτην ἐχυροῖς περιβόλοις τειχίσαι, καὶ Ἀδριανοῦ ὀνομάσαι. ἐνταῦθα δὲ ὁ βασιλεὺς ἀφικόμενος, ἀναμαθών τε πρὸς τῶν σκοπῶν, ὡς ἐπάγουσαι εἰς τὴν τῶν Μυσῶν δυσέμβολοι καὶ ἐστενωμένοι ἀταρπιτοὶ, ἃς καὶ κλεισούρας, διὰ τὸ οἱονεὶ κατακεκλεῖσθαι, κατονομάζουσι, παρὰ τῶν Σκυθῶν οὐ παραφυλάττονται, τοὺς λοχαγοὺς καὶ ταξιάρχους συναγηοχὼς, ἔλεξε τοιάδε· Ὤιμην μὲν, ὦ συστρατιῶται, Σκύθας τὴν ἡμετέραν ὡς αὐτοὺς ἐκ πολλοῦ προσδοκῶντας ἄφιξιν, παντὶ σθένει τὰ ἐπικαιρότατα καὶ στενώτατα, δυσπρόσοδά τε, τῶν ἀταρπιτῶν, θριγκοῖς τισι καὶ ἑρκίοις συγκλεῖσαι, ὡς μὴ εὐπετῶς ἡμῖν εἴη εἰς τὰ πρόσω εἰσιτητέα. ἐπεὶ δὲ ἡ τοῦ θείου Πάσχα ἐπέλευσις ἔσφηλε τούτους, προκατασφαλίσασθαι τὰς ὁδοὺς καὶ ἀπεῖρξαι τὴν ἡμῶν πάροδον, μὴ πεισθέντας, ὡς καταλιπόντες ἡμεῖς τὰ τῇ μεγάλῃ ἑορτῇ ἐφεπόμενα, λαμπροφορίας, καὶ προόδους, καὶ τρυφὰς, καὶ θέατρα, περὶ πόνους καὶ ταλαιπωρίας πολέμων ἐναποκλίνομεν, δοκεῖ μοι ἄριστα πράξειν, εἰ ἐξαυτῆς ἁρπάσωμεν τὸν καιρὸν, καὶ ὡς ἔχομεν τάχους ἐνσκευασάμενοι, τὴν ἐστενωμένην ὁδὸν παροδεύσωμεν, πρὸ τοῦ Ταυροσκύθας αἰσθέσθαι τὴν ἡμῶν ἔφοδον, καὶ εἰς ἀλκὴν κατὰ τὰς δυσχωρίας ὁρμῆσαι. εἰ γὰρ προτερήσομεν τὴν τῶν ἐπισφαλῶν χωρίων διάβασιν, καὶ ἀπροσδόκητοι τούτοις προσβάλωμεν, οἶμαι (σὺν Θεῷ δὲ εἰρήσθω), αὐτοβοεὶ καὶ τὴν πόλιν Πραισθλάβαν αἱρήσειν, ᾗ Μυσοῖς ἐστὶ τὰ βασίλεια· κἀκεῖθεν ὁρμώμενοι, ῥᾷστα τὴν Ῥωσικὴν ἀπόνοιαν καταγωνισόμεθα.

Ἀλλὰ ταῦτα μὲν εἶπεν ὁ βασιλεὺς, τοῖς δέ γε στρατηγοῖς καὶ ταξιάρχοις ἄκαιρος ἐδόκει ταυτὶ τὰ ῥηθέντα τόλμα, καὶ τηνάλλως θράσος ἐς ἀπόνοιαν ἐκπίπτον ἀλόγιστον, ἀπερισκέπτως τὴν Ῥωμαϊκὴν δύναμιν διὰ σηραγγώδους καὶ κρημνώδους ὁδοῦ διαβιβάζειν ἐπὶ τῆς ἀλλοδαπῆς προτρεπόμενα. ἐφ' ἱκανὸν οὖν χρόνον σιωπώντων αὐτῶν, ἀναλαβὼν αὖθις καὶ ἀνοιδήσας ὁ αὐτοκράτωρ φησίν· Ὅτι μὲν τὸ μὴ λελογισμένως παρὰ τοὺς πολέμους χωρεῖν, ἀλλ' αὐθαδῶς καὶ θρασέως, κίνδυνον εἴωθεν ὡς μάλιστα προξενεῖν καὶ πανολεθρίαν ἀνήκεστον, ἐπίσταμαι καὶ αὐτὸς, ἐκ νεότητος ταῖς μάχαις ἀναστραφεὶς, καὶ πολλὰ τρόπαια, καθὼς ἴστε, καὶ νίκας ἀναδησάμενος. ὅτι δὲ, ἐν οἷς ὁ καιρὸς, ὡς ἐπὶ ξυροῦ ἀκμῆς ἑστηκὼς, μὴ κατὰ γνώμην χρῆσθαι τοῖς πράγμασι δίδωσι, δεῖ που τοῦτον προαρπάζειν, καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, συνθήσεσθαί μοι δοκῶ καὶ αὐτοὺς, ἐμπειρίαν πολλὴν ἀναλεξαμένους ἐκ τῆς ἀλλεπαλλήλου καὶ ἑτεροκλινοῦς τῶν πολέμων ῥοπῆς. εἴ τι οὖν μοι πείθεσθε τὰ λῴονα συμβουλεύοντι, ἕως οἱ Σκύθαι πρὸς ῥᾳστώνην ἀναπεπτώκασι, μήπω τὴν ἡμῶν αἰσθόμενοι ἄφιξιν, ἁρπάσωμεν τὸν καιρὸν, καὶ ἡ νίκη τῇ διαβάσει τῆς κλεισούρας συνέψεται. εἰ γὰρ διαβησείοντας ἡμᾶς αἴσθοιντο, καὶ εἰς ἀντίπαλον ἐπὶ τῶν στενωπῶν ἀντιτάξοιντο φάλαγγα, οὐκ εἰς καλὸν ἡμῖν τελευτήσει τὰ πράγματα, ἀλλ' ἐς ἀπορίαν καὶ ἀμηχανίαν δεινήν. ἐπιῤῥώσαντες οὖν τοὺς θυμοὺς, καὶ λογισάμενοι, ὅτι Ῥωμαῖοί ἐστε, οἱ τὸ ἀντίξουν ἅπαν τὸ πρόσθεν ὅπλοις καταστρεφόμενοι, ἕπεσθε τὴν ταχίστην, τὴν σφῶν ἀρετὴν ἐπὶ τῶν ἔργων ἐπιδεικνύμενοι.

Ταῦτα εἰπὼν, καὶ ἀριπρεπεῖ παντευχίᾳ καθοπλισθεὶς, ἐφ' ἵππου τε γαύρου καὶ σοβαροῦ ἐπιβὰς, καὶ δόρυ ἐπωμισάμενος μήκιστον, ἀπήρχετο τῆς ὁδοῦ, προπορευομένην ἔχων τὴν τῶν λεγομένων ἀθανάτων φάλαγγα, τεθωρακισμένην ἐπιεικῶς· εἵποντο δὲ αὐτῷ ὁπλῖται μὲν τῶν ἀλκιμωτάτων πρὸς τοῖς μυρίοις πεντακισχίλιοι, ἱππεῖς δὲ μύριοι καὶ τρισχίλιοι. τὸ δὲ λοιπὸν στρατιωτικὸν μετὰ τοῦ θητικοῦ, φέρον τὰς ἑλεπόλεις καὶ τὰς παντοδαπὰς μηχανὰς, βάδην ἐξόπισθεν εἵπετο, ἅμα τῷ προέδρῳ Βασιλείῳ, ᾧ τὴν τούτων ὁ βασιλεὺς ἐπέτρεψε πρόνοιαν. ἐπεὶ δὲ τοὺς ἐπισφαλεῖς καὶ κρημνώδεις τόπους διώδευε παρὰ πᾶσαν ὑπόνοιαν, τὸ σύντονον ἐπισχὼν τῆς πορείας, ἐπί τινος ἐχυροῦ γηλόφου ἐκ τοῦ θατέρου μέρους παραῤῥέοντα ἔχοντος ποταμὸν, ὑδάτων πληθώραν ἐπαγγελλόμενον, τήν τε ἵππον καὶ τὸν στρατὸν διανέπαυσεν. ἄρτι δὲ σταθηρᾶς ἡμέρας ἀπαυγαζούσης, διαναστὰς, καὶ ἐς βαθείας φάλαγγας διατάξας τὸ στράτευμα, τὴν ἐπὶ Πραισθλάβας ᾔει, θαμινὰ τὰς σάλπιγγας τὸ ἐνυάλιον ἐγκελευσάμενος ἐπηχεῖν, ἀλαλάζειν τε τὰ κύμβαλα, καὶ τὰ τύμπανα παταγεῖν. ἐντεῦθεν βοή τις ἄῤῥητος ἀνεδίδοτο, συνεπηχούντων τοῖς τυμπάνοις τῶν ἐκεῖσε ὀρέων, καὶ ἀντικτυπούντων τῶν ὅπλων, καὶ τῶν ἵππων χρεμετιζόντων, τῶν τε ἀνδρῶν ἀλλήλοις ἐκβοώντων καὶ πρὸς τὴν μάχην ἐπιῤῥωννύντων, ὡς τὸ εἰκός. Ταυροσκύθας δὲ, τὴν τοῦ στρατοπέδου μετ' ἐμπειρίας ὡς αὐτοὺς ἀθρήσαντας ἐπεξέλασιν, ἀμηχανία καὶ δέος ᾕρει, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας τοῦ πράγματος. ἀλλὰ καὶ ὣς σπουδῇ τὰ ὅπλα ἁρπάσαντες, καὶ τοὺς θυρεοὺς ἐπωμισάμενοι (ἐρυμνοὶ δὲ οὗτοι, καὶ ἐς τὸ ἀσφαλὲς ποδήρεις ἐξειργασμένοι πεποίηνται), ἐς καρτερὸν ἀντικαταστάντες συνασπισμὸν, ἐπὶ τὸ πρὸ τοῦ ἄστεος ἱππήλατον πεδίον Ῥωμαίοις ἀντεπῄεσαν, δίκην θηρίων βρυχώμενοι, καὶ καινὴν καὶ ἀλλόκοτον προϊέμενοι ὠρυγήν. Ῥωμαῖοι δὲ, συμβαλόντες αὐτοῖς, ἐῤῥωμένως ἐμάχοντο, καὶ ἄξια πολέμων ἔργα εἰργάζοντο, τῆς μάχης ἰσοπαλοῦς ἀμφοτέροις γεγενημένης. ἐνταῦθα τοῖς ἀθανάτοις ὁ βασιλεὺς κατὰ τὸ εὐώνυμον τῶν Σκυθῶν κέρας μετὰ ῥύμης εἰσβάλλειν ἐγκελεύεται. οἱ δὲ, προβαλόν τες τοὺς ἄκοντας, καὶ σφοδρῶς τοῖς μύωψι τοὺς ἵππους κεντρίσαντες, κατὰ τούτων ἤλαυνον. Σκύθαι δὲ, ἅτε πεζέταιροι χρηματίζοντες· οὐδὲ γὰρ ἀφ' ἵππων εἰθισμένον ἐστὶν αὐτοῖς ἀγωνίζεσθαι, ὅτι μηδὲ πρὸς τοῦτο γυμνάζονται· οὐχ ὑπήνεγκαν τὸν τῶν Ῥωμαίων δορατισμὸν, ἀλλ' ἐκκλίναντες εἰς φυγὴν, ἐπὶ τὸν τοῦ ἄστεος περίβολον συνεκλείοντο· οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀνηλεῶς ἔκτεινον. φασὶ γὰρ παρὰ ταύτην τὴν προσβολὴν ὀκτακισχιλίους πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν.

Οἱ δὲ περιλειφθέντες, ἐπεὶ πρὸς τὸ ἄστυ συνεκλείσθησαν, ἐκ τῶν ἐπάλξεων ἄνωθεν ἐῤῥωμένως ἠκροβολίζοντο. τηνικαῦτα λέγεται καὶ τὸν Πατρίκιον Καλοκύρην, τῇ Πραισθλάβᾳ ἐπιχωριάζοντα, ὅσπερ τὴν Ῥωσικὴν πανοπλίαν κατὰ τῶν Μυσῶν τὸ πρόσθεν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, κεκίνηκεν, αἰσθόμενον τὴν τοῦ αὐτοκράτορος ἄφιξιν (οὐδὲ γὰρ ἐνῆν λανθάνειν, τῶν βασιλικῶν παρασήμων τῇ στιλπνότητι τοῦ χρυσοῦ ἄῤῥητον ἐκπεμπόντων μαρμαρυγήν), λαθραίως ὑπὸ νύκτα βαθεῖαν ὑπεξελθεῖν τε τοῦ ἄστεος καὶ ὡς τὸν Σφενδοσθλάβον ἀφικέσθαι, αὐτοῦ που παρὰ τὸ ∆ορύστολον (ὃ τὰ νῦν ∆ρίστα καλεῖται) πανσυδὶ διατρίβοντα. ἀλλ' οὕτω μὲν ὁ Καλοκύρης ἀπέδρασε, Ῥωμαίους δὲ ἡ νὺξ ἐπελθοῦσα τῆς μάχης ἐπέσχεν. ἄρτι δὲ κατὰ τὴν ὑστεραίαν καὶ τῆς λοιπῆς στρατιᾶς μετὰ τῶν ἑλεπόλεων ἀφιγμένης (ἡμέρα δὲ ἦν ἡ καλουμένη μεγάλη πέμπτη, καθ' ἣν ἐπὶ τὸ πάθος μολῶν ὁ Σωτὴρ τὰ σωτήρια τοῖς μαθηταῖς μετὰ τὸν μυστικὸν δεῖπνον διδάγματα ἐξεπαίδευσε), πρωΐθεν ὁ αὐτοκράτωρ Ἰωάννης ἐξαναστὰς καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν διατάξας τὰς φάλαγγας, παιωνίσας τε τὸ ἐνυάλιον, τῷ τείχει προσέβαλεν, ὡς αὐτοβοεὶ αἱρήσων τὴν πόλιν. Ῥῶς δὲ καὶ αὐτοὶ πρὸς τοῦ σφῶν παρακροτούμενοι στρατηγοῦ (Σφέγκελος δὲ ἦν οὗτος, ὁ τρίτην ἔχων τιμὴν παρὰ Σκύθαις μετά γε Σφενδοσθλάβον· ἐκεῖνος γὰρ ἁπάντων κατῆρχεν), ἐκ τῶν ἐπάλξεων ἀντετάξαντο, καὶ Ῥωμαίους ἐπιόντας κατὰ τὸ ἐνὸν ἠμύνοντο, ἀκόντια, καὶ βέλη, καὶ λίθους χειροπλήθεις ἐπαφιέντες ἄνωθεν. Ῥωμαῖοι δὲ, τοῖς τε τόξοις καὶ πετροβόλοις ὀργάνοις, σφενδόναις τε καὶ ἀκοντίοις θαμινώτερον κάτωθεν βάλλοντες, ἀνεῖργον τοὺς Σκύθας, βιαζόμενοι, καὶ μὴ ἐῶντες ἀδεῶς προκύπτειν ἐκ τῶν ἐπάλξεων. ὁ δὲ αὐτοκράτωρ, γεγωνότερον ἐμβοήσας καὶ τῷ περιβόλῳ τὰς κλίμακας προσερείδειν ἐγκελευσάμενος, ἐπέῤῥωσε τῇ βοῇ τὴν πολιορκίαν, ἐκθύμως ἐπ' ὄψεσι βασιλέως ἁπάντων διαγωνιζομένων, καὶ τιμὰς ἀναλόγους τοῖς πόνοις τοπαραυτίκα πρὸς αὐτοῦ προσδοκώντων ἀποίσεσθαι.

Ῥωμαίων δὲ ἐπιβρισάντων καὶ τοῖς τείχεσι προσπελασάντων τὰς κλίμακας, ἐνταῦθά τις γενναῖος νεανίσκος, ἄρτι πυρσαῖς θριξὶν ἐπιχνοάζων τὴν γένυν, ἐκ τῆς τῶν Ἀνατολικῶν ὁρμώμενος γῆς, ᾧ Θεοδόσιος ὄνομα, Μεσονύκτης ἐπίκλησις, θατέρᾳ μὲν τὸ ξίφος σπασάμενος, τῇ λαιᾷ δὲ τὴν ἀσπίδα ὑπὲρ κεφαλὴν ἀνατείνας, ὡς μὴ βάλλοιτο ἄνωθεν παρὰ τῶν Σκυθῶν, διὰ τῆς κλίμακος ἄνεισιν· ἀγχοῦ δὲ γενόμενος τῆς ἐπάλξεως, καταστοχήσας τοῦ προκύπτοντος Σκύθου καὶ τοῦτον ἀμυνομένου τῷ δόρατι, παίει κατὰ τοῦ τένοντος· ἀπαραχθεῖσα δὲ ἡ κεφαλὴ σὺν τῇ κόρυθι ἔξω τειχῶν πρὸς ἔδαφος ἐσφαιρίζετο· Ῥωμαῖοι δὲ τῷ καινῷ τοῦ δράματος ἐπηλάλαξαν, καὶ συχνοὶ τοῦ πρώτως ἀνελθόντος τόλμαν ζηλώσαντες, διὰ τῶν κλιμάκων ἀνέθεον. ὁ δὲ Μεσονύκτης, ἐπεὶ τοῦ τείχους ἐπέβη, καὶ τῆς ἐπάλξεως ἐγκρατὴς ἐξεγένετο, πλείστους τῶν ἀμυνομένων Ῥῶς ἐπιστροφάδην πλήττων τῶν τειχῶν κατεκρήμνιζε. θᾶττον δὲ συχνῶν ἑκασταχοῦ τῶν περιβόλων ἀνελθόντων, καὶ παντὶ σθένει τοὺς ἐναντίους ἀποσφαττόντων, τὰς ἐπάλξεις καταλιπόντες οἱ Σκύθαι, ἐς τὴν βασίλειον αὐλὴν, τειχίον ἐχυρὸν κεκτημένην, ἐν ᾗ καὶ ὁ πλοῦτος Μυσοῖς ἐναπέκειτο, ἀκλεῶς συνώσθησαν, πυλίδα μίαν ἠνεῳγμένην παραλιπόντες. ἐν ᾧ δὲ ταῦτα ἐδρᾶτο, ἡ ἔξω τειχῶν ὁρμωμένη τῶν Ῥωμαίων πληθὺς, τοὺς θαιροὺς τῶν πυλῶν καὶ μοχλοὺς διακόψασα καὶ συντρίψασα, ἔνδον εἰσῄει τοῦ ἄστεος, ἀμύθητον φόνον αὐτουργήσασα τῶν Σκυθῶν. τότε δὴ καὶ Βορὴν συλληφθῆναι λέγεται, τῶν Μυσῶν βασιλέα, σὺν γυναικὶ καὶ δυσὶ νηπίοις, οὕτω πυρσοῖς τὴν γένυν περιπυκάζοντα, καὶ προσαχθῆναι τῷ βασιλεῖ· ὁ δὲ, τοῦτον δεξάμενος, διὰ τιμῆς ἦγε, κοίρανον Βουλγάρων ἀποκαλῶν, φάσκων τε, ἥκειν Μυσοῖς τιμωρήσων, δεινὰ πεπονθόσι πρὸς τῶν Σκυθῶν.

Ῥωμαῖοι δὲ, ἅπαξ ἐμπελασθέντες τῷ ἄστει, ἐχώρουν διὰ τῶν στενωπῶν, τοὺς μὲν δυσμενεῖς ἀποκτείνοντες, τὰ δὲ χρήματα διαρπάζοντες. τηνικαῦτα καὶ τῇ βασιλείῳ αὐλῇ προσέβαλλον, ἐν ᾗ τῆς Ῥωσικῆς πληθύος συνώσθη τὸ μάχιμον. ἀλλ' εὐσθενῶς ἔνδον ἀντικαταστάντες οἱ Σκύθαι τούτους ἀνῄρουν, διὰ τῆς πυλίδος ἐξολισθαίνοντας, καὶ μέχρι τῶν ἑκατὸν καὶ πεντήκοντα ἄνδρας ἀνεῖλον νεανικούς. ὁ δὲ βασιλεὺς τὸ τοιοῦτον σύμπτωμα γνοὺς, θᾶττον ἐξιππασάμενος, παντὶ σθένει πρὸς τὴν μάχην χωρεῖν τοῖς ἑπομένοις προὐτρέπετο· ἐπεὶ δὲ οὐκ εἶχέ τι γενναῖον ἀνύττειν (διὰ γὰρ τῆς ἐστενωμένης πυλίδος τοὺς εἰσιόντας Ταυροσκύθαι δεχόμενοι εὐπετῶς κατειργάζοντο, πλείστους κατασπαθίζοντες), τὴν μὲν πρόσω τῶν Ῥωμαίων ἀλόγιστον ὁρμὴν ἀνεχαίτισε, πῦρ δὲ τῇ αὐλῇ ἑκασταχοῦ διὰ τῶν περιβόλων ἐνιέναι προσέταξε. τῆς δὲ πυρκαϊᾶς σφοδρᾶς ἀναῤῥιπισθείσης, καὶ ἐκτεφρούσης θᾶττον τὰ ὑποκείμενα, τῶν δόμων ὑπεξελθόντες οἱ Ῥῶς, ὑπὲρ τοὺς ἑπτακισχιλίους τυγχάνοντες, ἔς τε τὸ ὕπαιθρον τῆς αὐλαίας συσπειραθέντες, ἀμύνεσθαι τοῖς ἐπιοῦσι παρεσκευάζοντο. τούτοις ὁ βασιλεὺς Βάρδαν Μάγιστρον τὸν Σκληρὸν μετὰ νεανικοῦ συντάγματος ἀντέταξεν· οὓς κυκλωσάμενος τῇ συνεπομένῃ φάλαγγι τῶν ἀλκιμωτάτων ἀνδρῶν ὁ Σκληρὸς, ἔργου εἴχετο. καὶ τῆς συμπλοκῆς γενομένης καρτερῶς οἱ Ῥῶς διεμάχοντο, μὴ δόντες νῶτα τοῖς ἐχθροῖς, Ῥωμαῖοι δὲ τῇ σφῶν ἀρετῇ καὶ τῇ τῶν πολέμων πείρᾳ κατηκόντισαν ἅπαντας, πλείστων ὅτι καὶ Μυσῶν κατὰ ταύτην πεσόντων τὴν μάχην· οἵγε συνεπήμυνον Σκύθαις, Ῥωμαίοις δυσμεναίνοντες, ὡς γεγονόσιν αἰτίοις τῆς ὡς αὐτοὺς γεγενημένης ἀφίξεως τῶν Σκυθῶν. Σφέγκελος δὲ παρὰ τὸν Σφενδοσθλάβον ᾤχετο, φυγῇ μετ' ὀλίγων κλέψας τὴν σωτηρίαν· αὖθις δὲ ἀνῃρέθη, ὥσγε μοι ἤδη εἰρήσεται. ἀλλ' οὕτω μὲν ἡ Πραισθλάβα, ἐν δυσὶν ἡλίοις ἁλοῦσα, ὑπὸ Ῥωμαίοις ἐγένετο.

Ἰωάννης δὲ ὁ αὐτοκράτωρ, τὴν στρατιὰν, ὡς τὸ εἰκὸς, φιλοφρονησάμενος, διανέπαυε, καὶ τὴν θείαν ἀνάστασιν τοῦ Σωτῆρος αὐτόθι ἑώρταζεν. ἔκ τε τῶν δορυαλώτων Ταυροσκυθῶν τινας ἀποκρίνας ὡς τὸν Σφενδοσθλάβον ἐξέπεμπε, τὴν τῆς πόλεως ἅλωσιν ἀπαγγελοῦντας αὐτῷ καὶ τὴν τῶν ἑταίρων ἀναίρεσιν, φράζειν τε, μὴ διαμέλλειν, ἀλλ' αἱρεῖσθαι τὴν ταχίστην δυοῖν θάτερον· ἢ τὰ ὅπλα καταθέσθαι καὶ τοῖς κρείττοσι πειθαρχεῖν, καὶ τῶν τετολμημένων συγγνώμην αἰτεῖν, ἀφιστάμενον ἐξαυτῆς χώρας τῆς τῶν Μυσῶν· ἢ, τοῦτο μὴ βουλομένου, ἀλλ' εἰς τὴν σύντροφον αὐθάδειαν ἀποκλίναντος, παντὶ σθένει ἐπιοῦσαν τὴν Ῥωμαϊκὴν ἀμύνεσθαι δύναμιν. ταῦτα μὲν ἀπαγγέλλειν Σφενδοσθλάβῳ παρήγγειλεν· αὐτὸς δὲ, ὀλίγων ἡμερῶν ἐνδιατρίψας τῇ πόλει, καὶ ταύτης τὰ πεπονηκότα ὀχυρωσάμενος, καὶ φρουρὰν ἀποχρῶσαν καταλιπὼν, Ἰωαννούπολίν τε ταύτην ἐπὶ τῷ ἑαυτοῦ καλέσας ὀνόματι, πανστρατὶ τὴν ἐπὶ τὸ ∆ορύστολον ἴετο. ὅπερ Κωνσταντῖνος, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος, ἐκ βάθρων ἐδείματο, καὶ εἰς ὃ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος ἤγειρεν, ὁπηνίκα τὸ σταυρικὸν σημεῖον κατηστερισμένον ἐν οὐρανῷ θεασάμενος, Σκύθας δυσμενῶς ἀντιτεταγμένους αὐτῷ καὶ μανικῶς ὁρμῶντας κατεπολέμησε. πάρεργον δὲ τῆς ὁδοῦ τήν τε καλουμένην Πλίσκου βαν καὶ ∆ίνειαν εἷλεν ὁ βασιλεὺς, καὶ συχνὰς τῶν πόλεων, αἳ τῶν Σκυθῶν ἀφηνιάσασαι Ῥωμαίοις προσέθεντο. Σφενδοσθλάβος δὲ, τὸ κατὰ τὴν Πραισθλάβαν πάθος γνοὺς, ἤσχαλλε μὲν καὶ ἤχθετο, οὐκ ἀγαθὸν οἰωνὸν τοῦ μέλλοντος τοῦτο τιθέμενος· τῇ δὲ Σκυθικῇ ἀπονοίᾳ παρακροτούμενος, καὶ ταῖς κατὰ Μυσῶν νίκαις γαυρούμενος, εὐπετῶς ᾤετο καὶ τὴν Ῥωμαϊκὴν καταγωνίσασθαι δύναμιν.

Ὁρῶν δὲ Μυσοὺς τῆς ἐκείνου μὲν ἑταιρείας ἀφηνιάζοντας, τῷ δὲ βασιλεῖ προσχωροῦντας, πολλὰ γνωσιμαχήσας, καὶ ἀνασκοπήσας, ὡς, εἰ πρὸς Ῥωμαίους οἱ Μυσοὶ ἀποκλίνειαν, οὐκ εἰς καλὸν αὑτῷ τελευτήσει τὰ πράγματα, τοὺς γένει καὶ δυναστείᾳ διαφέροντας συνειλοχὼς τῶν Μυσῶν, εἰς τριακοσίους ἀριθμουμένους, ὠμὸν καὶ ἀπάνθρωπον κατ' αὐτῶν ἐμελέτησε τόλμημα. δειροτομήσας γὰρ πάντας ἀπέκτεινε· τὴν δ' ἄλλην πληθὺν πεδήσας συνέκλεισεν ἐν εἱρκταῖς. αὐτὸς δὲ τὴν τῶν Ταυροσκυθῶν πανοπλίαν συναγαγὼν, εἰς ἑξήκοντα χιλιάδας συναγομένην ἀνδρῶν, Ῥωμαίοις ἀντετάξατο. ἐν ᾧ δὲ ὁ βασιλεὺς σχολαιότερον τὴν πρὸς αὐτοὺς ἐπεποίητο ἄφιξιν, τινὲς παραβόλῳ τόλμῃ παρακροτούμενοι τῶν θρασυτέρων, τῆς Ῥωσικῆς ἀποῤῥαγέντες φάλαγγος, ἐς λόχον ἐκάθιζον, καὶ δὴ τῶν προδρόμων τινὰς ἐκ τοῦ ἀφανοῦς ἐπελάσαντες ἔκτειναν. ὧν ὁ αὐτοκράτωρ ἐῤῥιμμένα παρὰ τὴν ἀταρπιτὸν τὰ πτώματα κατιδὼν, τῷ ῥυτῆρι τὸν ἵππον ἐπισχὼν, σχετλιάσας τε τὴν τῶν ὁμοεθνῶν ἀπώλειαν, ἀνιχνεύειν τοὺς τοῦτο δεδρακότας ἐκέλευε. τῶν δὲ πεζεταίρων τοὺς δρυμοὺς καὶ τὰς λόχμας καταδραμόντων σπουδῇ, καὶ τοὺς πελάτας ἐκείνους συνειληφότων, εἰς ὄψιν τε πεπεδημένους παραγαγόντων τῷ βασιλεῖ, αὐθωρὸν κατασπαθίζειν τούτους προσέταττεν. οἱ δὲ, μηδὲν μελλήσαντες, ξίφεσιν ἄρδην ἐμέλισαν ἅπαντας. ἄρτι δὲ τῶν στρατευμάτων ἐς τὸν πρὸ τοῦ ∆ορυστόλου χῶρον συνελθόντων, ὃ καὶ ∆ρίστραν κικλήσκειν εἰώθεσαν, Ταυροσκύθαι μὲν ἔγχεσι καὶ θυρεοῖς τὰς φάλαγγας πυκνώσαντες, καὶ οἷον πυργώσαντες, τοὺς δυσμενεῖς παρὰ τὸ μεταίχμιον ἔμενον. Ῥωμαίους δὲ κατὰ μέτωπον ἀντιτάξας ὁ βασιλεὺς, καὶ τοὺς πανσιδήρους ἱππότας κατὰ θάτερον κέρας παραστησάμενος, τούς τε τοξότας καὶ σφενδονήτας ἐξόπισθεν ἐπιστήσας, καὶ θαμινὰ βάλλειν ἐγκελευσάμενος, ἐπῆγε τὴν φάλαγγα.

Τῶν δὲ στρατοπέδων εἰς χεῖρας ἀλλήλοις συναραχθέντων, καὶ σφοδρᾶς τῆς μάχης καταῤῥαγείσης, ἰσοπαλὴς παρὰ τὰς πρώτας προσβολὰς ὁ ἀγὼν τέως ἐν ἀμφοτέροις ἐγίνετο. Ῥῶς μὲν γὰρ δεινόν που καὶ σχέτλιον τιθέμενοι, εἰ δόξαν παρὰ τῶν προσοίκων ἐθνῶν ἔχοντες, ἐν ταῖς μάχαις ἀεὶ τῶν ἀντιπάλων κρατεῖν, νῦν ὑπὸ Ῥωμαίων αἰσχρῶς ἡττηθέντες ταύτης ἐκπέσοιεν, ἐκθύμως διηγωνίζοντο. Ῥωμαίοις δὲ αἰδώς τις εἰσῄει καὶ νέμεσις, εἰ τὸ ἀντίξουν ἅπαν ὅπλοις καὶ τῇ σφῶν ἀρετῇ καταστρεφόμενοι, νῦν ἀπέλθοιεν, παρὰ πεζομαχοῦντος ἔθνους, ἱππάζεσθαι μηδόλως εἰδότος, καταγωνισθέντες, ὥς τινες ἔργων μάχης ἀνάσκητοι, καὶ τοσοῦτον αὑτοῖς ἐν ἀκαρεῖ κλέος οἰχήσεται. τὰς τοιαύτας δὴ δόξας παρ' ἑαυτοῖς ἐντρέφοντα τὰ στρατεύματα θαῤῥαλέως διηγωνίζοντο· καὶ Ῥῶς μὲν τῇ συντρόφῳ θηριωδίᾳ καὶ τῷ θυμῷ στρατηγούμενοι, μετὰ ῥύμης κατὰ Ῥωμαίων ἐφήλλοντο, οἷον ἐνθουσιῶντες καὶ βρυχώμενοι· Ῥωμαῖοι δὲ μετ' ἐμπειρίας καὶ τεχνικῆς ἐπιστήμης αὐτοῖς ἀντεπῄεσαν. καὶ συχνοὶ παρ' ἀμφοτέρων ἔπιπτον τῶν μερῶν, καὶ μέχρι μὲν δείλης βαθείας ἀμφιτάλαντος ἡ νίκη ἐδόκει, τῇδε κἀκεῖσε μεταφερομένης τῆς μάχης. ἤδη δὲ τοῦ φωσφόρου καταφερομένου πρὸς δυσμὰς, τὴν ἵππον ὁ βασιλεὺς ἀνὰ κράτος αὐτοῖς ἐπιῤῥάξας, ἐμβοήσας τε, Ῥωμαίους ὄντας ἐπὶ τῶν ἔργων τὴν σφῶν ἀρετὴν ἐπιδείκνυσθαι, τῶν ἀνδρῶν ἐπέῤῥωσε τὰ φρονήματα. ἐπέβρισαν γὰρ ἐκτόπῳ φορᾷ, καὶ οἱ σαλπιγκταὶ τὸ ἐνυάλιον ἐπηλάλαξαν, καὶ βοή τις ἀθρόα παρὰ Ῥωμαίων ἤρθη. Σκύθαι δὲ, τὴν τούτων οὐκ ἐνεγκόντες ῥοπὴν, ἐς φυγὴν ἔκλιναν καὶ πρὸς τὸ τεῖχος συνώσθησαν, πολλοὺς τῶν σφετέρων παρὰ ταύτην ἀποβαλόντες τὴν μάχην. Ῥωμαῖοι δὲ, τὰ ἐπινίκια παιωνίσαντες, ἐν εὐφημίαις εἶχον τὸν αὐτοκράτορα· ὁ δὲ ἀξιωμάτων τότε διανομαῖς καὶ δεξιώσεσιν ἑστιάσεων ἐφιλοφρονεῖτο τούτους, καὶ προθυμοτέρους ἐπὶ τὰς μάχας εἰργάζετο.