Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Ιʹ


Θερείας δὲ ὥρας ἐνισταμένης, καὶ σταθηρᾶς αἰθρίας κατὰ τὴν περίγειον ἡπλωμένης, τοῦ Βυζαντίου ἀπάρας ὁ αὐτοκράτωρ κατὰ τῶν Ἀγαρηνῶν, τῶν τὴν ἄνω Συρίαν οἰκούντων, ἐστράτευσε. καὶ δῆτα τὴν μεσογαίαν περιοδεύσας, τὸν Εὐφράτην ἐπεραιώθη. μέγιστος δὲ οὗτος τῶν τὴν Ἀσίαν διατεμνόντων ποταμῶν, καὶ εἷς τῶν ἐκ τῆς Ἐδὲμ ὁρμωμένων, ὡς ἐκ τῆς θείας γραφῆς μεμαθήκαμεν. ἐνταῦθά τις ἐν ὑπογραφεῦσι τελῶν, Νικήτας ὀνομαζόμενος, εἰς ἄκρον γνώσεως ἐληλακὼς καὶ συνέσεως, ἄγων αὐτὸ τῆς ἡλικίας βιώσιμον, τῷ βασιλεῖ κατὰ ταύτην δυστυχῶς τὴν ἐκστρατείαν συνείπετο, πολλὰ τοῦ φύντος μὴ τοῦτο πράττειν προσλιπαροῦντος, οἰκουρεῖν δὲ μᾶλλον καὶ γηροτροφεῖν τὸν τεκόντα προσέποντος, καὶ αὐτὸν θεραπεύειν εἰς δύναμιν, περὶ γήραος ἐληλακότα οὐδῷ, καὶ πρὸς τὰς τοῦ βίου ὅσον οὔπω δυσμὰς ἐπειγόμενον. ὁ δὲ, τῶν τοῦ πατρὸς ἐντολῶν ὡς οὐκ ὤφελεν ἀλογήσας, καὶ παρὰ φαῦλον ἐπισκήψεις τὰς ἐκείνου θέμενος, ὡς εἶχεν ἐνσκευασάμενος ᾔει πρὸς τὸ στρατόπεδον. ἄρτι δὲ τὸν ποταμὸν περαιούμενος πρὸς τὴν πληθώραν ἰλιγγιάσας τοῦ ὕδατος, τοῦ ἵππου ἐξολισθήσας ἐπὶ τὸν ποταμὸν καταφέρεται, τῷ τε ῥοθίῳ παρασυρεὶς, ἐλεεινῶς ἀποπνίγεται, ἐπίχειρα τῆς παρακοῆς τὴν ἐν τῷ Εὐφράτῃ ἀπενεγκάμενος πνιγμονήν. ὁ δὲ βασιλεὺς σὺν παντὶ τῷ στρατεύματι Συρίαν κατέτρεχεν, οὐδενὸς αὐτῷ ἀντιπάλου ἀντικαθισταμένου τῶν δυσμενῶν, τῇ φήμῃ τῆς ἐφόδου πάντων καταπλαγέντων καὶ συγκλεισθέντων ἐπὶ τὰ σφῶν φρούριά τε καὶ πτολίσματα. καὶ δῆτα τὸ Ἔμετ (πόλις δὲ αὕτη ὀχυρὰ καὶ περιφανής) καταλαβὼν καὶ λόγῳ ὑποποιησάμενος, καὶ λύτρα λαβὼν ἀριθμὸν ὑπερβαίνοντα, ἐκεῖθεν ὁρμηθεὶς πρὸς τὸ Μιεφαρκὶμ ἠπείγετο. ἄστυ δὲ τοῦτο περιφανὲς καὶ περίβλεπτον, πλούτῳ τε καὶ βοσκήμασι τῶν ἄλλων ὑπερτεροῦν τῶν κατὰ τὸν αὐτὸν χῶρον πεπολισμένων. καὶ αὐτὸ δὲ λόγῳ παραστησάμενος, καὶ πλεῖστα καὶ κάλλιστα δῶρα ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χρυσοστίκτοις ὑφάσμασιν ἐταζόμενα πρὸς τῶν ἐν αὐτῷ κατοίκων ἐνειληφώς, ἐπὶ τὴν Νίσιβιν ἴεται· καθ' ἣν ὁ μέγας Ἰάκωβος, τῶν τῆς ἐπισκοπῆς οἰάκων ἐπειλημμένος, Πέρσαις μεγάλῳ στρατῷ ἐπελθοῦσι κατὰ τῆς Νισίβεως ἠμύνατο, σκνιπῶν αὐτοῖς καὶ κωνώπων σμήνη ἀντιστρατεύσας, καὶ φυγάδας παρασκευάσας ἐξαυτῆς, καὶ τούτῳ τῷ τρόπῳ τοὺς δυσμενεῖς καταγωνισάμενος. ἣν καὶ ἀοίκητον εὗρεν ὁ βασιλεὺς, τῶν ταύτην οἰκούντων δέει τῆς Ῥωμαϊκῆς ἐκστρατείας μεταναστάντων, καὶ φυγαδείᾳ χρησαμένων πρὸς τὰ ἐνδότερα.

Καταδραμὼν οὖν τὴν περίχωρον, καὶ ὑπόσπονδον Ῥωμαίοις ταύτην θέμενος, ἠπείγετο καὶ μέχρις Ἐκβατάνων ἀφικέσθαι, ἵνα τὰ τῶν Ἀγαρηνῶν τυραννεῖα καθέστηκεν, ἀμύθητον ἄργυρον καὶ χρυσὸν καὶ πλοῦτον παντοδαπὸν ἔνδον κατέχοντα, ἐξ ἐπιδρομῆς καὶ ταῦτα ἑλεῖν προθυμούμενος. λέγεται γὰρ τῶν ἄλλων πόλεων μᾶλλον, ὅσαι τελοῦσιν ὑπὸ τὸν ἥλιον, πολύολβον καὶ πολύχρυσον τὴν Ἐκβατάνων πολιτείαν τελεῖν. αἴτιον δὲ τὸ ἐκ πολλῶν μὲν χώρων αὐτὴν χρηματίζεσθαι, μηδεμίαν δὲ προτοῦ τῶν δυσμενῶν ὑπομένειν καταδρομήν. ἀλλὰ γὰρ ἐπέσχε τὴν τούτου ὁρμὴν ἥ, τε λειψυδρία τῶν τόπων, καὶ ἡ σπάνις τῶν ἀναγκαίων. ἡ γὰρ ἐπιλεγομένη Καρμανῖτις ἔρημος διὰ τῶν ἐκεῖσε χωρίων διήκει, τραχεῖαν καὶ ἀνάντη προβαλλομένη ὁδὸν, καὶ μήτε ὕδωρ βλυστάνουσα, μήτε βοτάνην ἀνα βλαστάνουσα, ψαφαρά τις οὖσα καὶ ἄνικμος. διὰ ταῦτα πρὸς τῶν Ἀγαρηνῶν αὑτῷ προσαχθέντα δῶρα ἐνσκευασάμενος, ἐν μυριάσι τριακοσίαις ἀργύρου καὶ χρυσοῦ ἀριθμούμενα, εἰς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα καὶ ἀρώματα, καὶ ὅσα πρὸς τῶν Ἀγαρηνῶν ἀνείληφε δῶρα, διὰ τῆς ἀγορᾶς ἐθριάμβευσε, τῶν ἀστικῶν θεωμένων καὶ τὸ πλῆθος αὐτῶν θαυμαζόντων, φιλοτίμως τε τοῦτον ὑποδεχομένων, καὶ σὺν εὐφημίαις προπεμπόντων εἰς τὰ βασίλεια, τοῖς τοιούτοις τροπαίοις κλεϊζόμενον. τηνικαῦτα καὶ ὁ πατριάρχης Βασίλειος, φθόνῳ τῶν ἐπισκόπων διαβληθεὶς πρὸς τὸν αὐτοκράτορα, ὡς δή τινι τῶν μέγα δυναμένων χρᾷ τὴν τῆς ἡγεμονίας ἀρχὴν, καὶ τὰ τῆς ἐκκλησίας οὐκ εὐθύνει καθὰ καὶ πρὸς τῶν θείων κανόνων νενόμισται, εἰς τὸ βασιλικὸν εἰσεκαλεῖτο δικαστήριον. ἐπεὶ δὲ μὴ ἀπήντα, ἀλλ' οἰκουμενικὴν ἀντέλεγεν ἰσχυριζόμενος ἀθροισθῆναι σύνοδον, καὶ τηνικαῦτα διαλύσασθαι τὰ ἐγκλήματα· τοῦτο γὰρ βούλεσθαι καὶ τὰ τῶν πατέρων θεόπνευστα παραγγέλματα, οἰκουμενικὴν ἐπὶ πατριάρχου καθαιρέσει συγκροτεῖσθαι σύνοδον· εἰς τὸ κατὰ τὸν Σκάμανδρον τελοῦν φροντιστήριον, ὅπερ αὐτὸς ἐδείματο, πρὸς τοῦ βασιλέως περιορίζεται· ἀνὴρ ἄτροφος σχεδόν τε καὶ ἄσαρκος, ἐξ ἁπαλῶν ὀνύχων ἀσκητικοῖς ἀγῶσιν ὑπὲρ φύσιν ἐγγυμνασάμενος, ἀμπεχόνῃ κεχρημένος θέρει τε καὶ χειμῶνι μιᾷ, καὶ ταύτῃ μὴ ἀπεκδυόμενος, ἕως ἂν διεῤῥύη καὶ ἄχρηστος ἐξεγένετο, βρωτῶν δὲ μὴ γευόμενος ἢ ποτῶν, πλὴν ὕδατος καὶ τῶν ἐξ ἀκροδρύων χυμῶν. λέγεται δὲ μηδὲ παρὰ κλίνην καθευδῆσαι, ἀλλ' ἐπ' ἐδάφους, παρ' ὅλον αὑτοῦ τὸν καιρὸν τῆς ἀσκήσεως. ἐλάττωμα δὲ τοῦτο μόνον φασὶ προσεῖναι τἀνδρὶ, τὸ τὰς ἀναγωγὰς καὶ ἀναστροφὰς τῶν ἀνδρῶν περὶ πλείστου ποιεῖσθαι διαγινώσκειν, πολυπραγμονοῦντι καὶ διερευνωμένῳ πέρα τοῦ δέοντος.

Ὑπερορίᾳ τοιγαροῦν τοῦ Βασιλείου κατακριθέντος, τοὺς τῆς πατριαρχίας οἴακας Ἀντώνιος ἐγχειρίζεται, ἀνὴρ ἐν τῇ τοῦ Στουδίου μονῇ τὴν ἀσκητικὴν ἐκ νεότητος πολιτείαν ἀναιρετισάμενος, καὶ βίον ἕλκων ἀποστολικόν. πλέον γὰρ τῶν τῇ σαρκὶ ἀποχρώντων ἀμφίων οὐδὲν ἐπεφέρετο, καίτοι πρὸς τῶν μέγα δυναμένων, καὶ βασιλέων αὐτῶν, πλεῖστα φιλοφρονούμενος διὰ τὴν ἐνοῦσαν αὑτῷ ἀρετήν. οὐ μόνον δὲ, ἀλλὰ κἀκ τοῦ προσόντος αὑτῷ ἀξιώματος ποριζόμενος (τῷ τοῦ Συγκέλλου γὰρ τὸ πρότερον ἐτιμᾶτο ἀξιώματι), πάντα τοῖς πένησι διεδίδου, τὸν ἔλεον μιμούμενος τοῦ Θεοῦ, καὶ γνῶσιν θείαν καὶ ἀνθρωπίνην, εἰ καί τις ἄλλος, ἐπλούτει. τούτου τῇ ὄψει καὶ τοῖς ἤθεσι θαυμαστή τις ἐπέλαμπε χάρις ἐν βαθυτάτῃ τῇ πολιᾷ. οὐ γάρ τις παρέβαλλε τούτῳ τῶν τρυφώντων καὶ μέγα φυσώντων τῇ τῶν ματαίων σκηνῇ, ὃς μὴ σωφρονῶν εὐθὺς ἀπηλλάττετο, σκιὰν καὶ ὄναρ τὸν βίον τελεῖν παιδευόμενος· οὐδὲ τοὔμπαλιν συμφοραῖς ἀνηκέστοις περιόδυνον ἕλκων τὴν βιοτὴν, ὃς μὴ ἀπέτρεχεν εὐθυμῶν, διδασκόμενος, μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἑαυτὸν ἐπιῤῥίπτειν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θλίψεως, καὶ παρ' ἐκείνου τὴν σωτηρίαν ἐπι ζητεῖν. τοιοῦτος δή τις ἦν τόν τε βίον καὶ λόγον ὁἈντώνιος, ἀγγελικός τις καὶ θεῖος τελῶν ὁ ἀνὴρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν. κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ δίδυμοι ἄνδρες, ἐκ τῆς τῶν Καππαδοκῶν χώρας ὁρμώμενοι, πολλαχοῦ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐφοίτων, οὓς καὶ αὐτὸς ὁ ταῦτα ξυγγράφων πολλάκις κατὰ τὴν Ἀσίαν τεθέαμαι, τεράστιόν τι θαῦμα πέλοντας καὶ καινόν. ἄρτια γὰρ αὐτοῖς καὶ ὁλότητα περισώζοντα τὰ τοῦ σώματος καθίσταντο μόρια· ἀπὸ δὲ μάλης καὶ μέχρι λαγῶνος αἱ πλευραὶ τούτοις ἐκεκόλληντο, ἑνοῦσαι τὰ σωμάτια καὶ εἰς ἓν συναρμόζουσαι. καὶ ταῖς μὲν ψαυούσαις ἀλλήλων τῶν χειρῶν τοὺς σφῶν περιέπλεκον τένοντας, θατέραις δὲ βακτηρίας ἔφερον, αἷς βαδίζοντες ἐσκηρίπτοντο, τριακοστὸν τῆς ἡλικίας ἔτος ἄγοντες. καὶ σώματα τούτοις εὖ ἐπεφύκει, ἀνθηρὰ πεφηνότα καὶ νεανικά. ἡμιόνῳ δὲ κατὰ τὰς μακρὰς ἀποδημίας ὠχοῦντο, θηλυπρεπῶς παρὰ τὴν ἀστράβην ἑζόμενοι, ἄλεκτόν τι χρῆμα γλυκυθυμίας καὶ ἐπιεικείας τυγχάνοντες. ἀλλὰ περὶ τούτων μὲν ἅλις.

Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, αὖθις τοῦ ἦρος ἀναλάμψαντος, τὰς Ῥωμαϊκὰς συγκροτήσας δυνάμεις, καὶ ταύτας εἰς τὸ ἀκριβὲς καθοπλίσας, τῆς βασιλευούσης ἀπάρας, διὰ τῆς Παλαιστίνης ἐχώρει, γῆς εὐδαίμονος, γάλα τε καὶ μέλι ῥεούσης, προφητικῶς εἰπεῖν. ἐνταῦθα φρουρίῳ προσβάλλει, τῷ τῇ Σύρᾳ φωνῇ καλουμένῳ Μέμπετζε· ὃ καὶ πολέμῳ καὶ ταῖς παντοδαπαῖς μηχαναῖς παραστησάμενος, τὰ τοῦ Σωτῆρος Χριστοῦ σανδάλια ἐκεῖσε ἀνευρηκὼς, ἀνείληφεν ὥς τι δῶρον οὐράνιον, καὶ τὰς τοῦ σεβασμίου τε Προδρόμου τρίχας, τοῦ Κήρυκος. καὶ τὰ μὲν αὖθις ἐν τῷ περιπύστῳ τῆς θεομήτορος σηκῷ, τῷ κατὰ τὴν ἀνακτορικὴν ἑστίαν δεδομημένῳ, ἀπέθετο, ὥς τινα πολύολβον θησαυρόν· τὰς δὲ ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐκ βάθρων ἀνήγειρεν. ἐκεῖθεν ἀπάρας Ἀπαμείᾳ προσέβαλε, φρούριον δὲ αὕτη ὀχυρὸν καὶ δυσάλωτον. ἀλλὰ καὶ ταύτην εὐαριθμήτοις ἡμέραις ᾑρηκὼς καὶ καταστρεψάμενος, ἐπὶ ∆αμασκὸν μετὰ τοῦ στρατεύματος ἴεται. οἱ δὲ ταύτην οἰκοῦντες, πολλοῦ τιμώμενα δῶρα ταῖς χερσὶν ἀνειληφότες, πρὸς τοῦ ἐμπορίου τῷ βασιλεῖ ὑπηντίαζον, παραιτούμενοί τε τὸν τούτου θυμὸν, καὶ τοῖς δώροις αὐτὸν ἐξευμενιζόμενοι. ὁ δὲ, φόρους αὐτοῖς τάξας ῥητοὺς καὶ ὑποσπόνδους Ῥωμαίοις ἀπεργασάμενος, ἐκεῖθεν ὁρμηθεὶς διὰ τοῦ Λιβάνου (ὄρος δὲ ὁ Λίβανος κατ' ἐκεῖνον τὸν χῶρον τραχὺ καὶ μέγιστον διατεῖνον, τήν τε Φοινίκην καὶ Παλαιστίνην ἀλλήλων ἀπείργει) ἐγκαρσίως ἠπείγετο, καὶ κατ' αὐτὴν τὴν ῥαχίαν ἀφικόμενος, τὴν Βορζῶ, πόλιν ἐρυμνωτάτην, ἐξ ἐπιδρομῆς εἷλεν. ἐντεῦθεν ἀπάρας ἐς Φοινίκην κάτεισι, καὶ τάς τε Βαλαναίας τὸ φρούριον αἱρεῖ, καὶ τὴν Βηρυτὸν πολιορκεῖ· ἐν ᾗ καὶ τὴν τοῦ Σωτῆρος ἐν εἰκόνι σταύρωσιν εὑρηκὼς, καὶ ταύτην ἐκεῖθεν ἀνειληφώς, ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν ἐκ βάθρων ἐδείματο, παρεκπέμπει. εʹ. Λέγεται δὲ περὶ ταύτης τῆς θείας εἰκόνος ἐξαίσιόν τι συμβεβηκέναι τεράστιον. φασὶ γὰρ κατά τινα ἑστίαν τῆς Βηρυτοῦ ἄνδρα τὰ Χριστιανῶν πρεσβεύοντα παροικεῖν, καθ' ἣν καὶ τὴν ῥηθεῖσαν εἰκόνα σεβόμενον ἀναθέσθαι. χρόνον δὲ ὕστερον καθ' ἑτέραν οἰκίαν μεταναστεῦσαι, καὶ, κατὰ θείαν τινὰ πρόνοιαν, λήθῃ περισχεθέντα κατὰ τὴν προτέραν οἰκίαν τὴν εἰκόνα παραλιπεῖν. ταύτην δὲ τὴν ἑστίαν Ἰουδαῖον παρειληφέναι τινὰ, ὥστε καὶ κατοικεῖν· τὸν δὲ τῶν ὁμοθρήσκων αὑτοῦ τινας εἰς τὴν ὑστεραίαν ἡστιακέναι. οὓς τῷ δόμῳ ὑπεισελθόντας καὶ πρὸς ἐνώπια τὴν τοῦ Σωτῆρος σταύρωσιν ἀνατεθειμένην ἀθρήσαντας, δεινῶς λοιδορεῖσθαι τὸν Ἰουδαῖον, ὡς ἔκσπονδον τῆς σφῶν θρησκείας καὶ τὰ τῶν Χριστιανῶν σέβοντα. τὸν δὲ ὅρκοις αὐτοὺς διαβεβαιοῦσθαι, ἦν μὴν μὴ τὴν τοιαύτην εἰκόνα ἕως τοῦ παρόντος θεάσασθαι. αὖθις δὲ πρὸς αὐτὸν τοὺς παλαμναίους ἐκείνους εἰπεῖν καὶ, εἰ μὴ τὰ τῶν Χριστιανῶν ὀργιάζεις, ἔργοις ἡμᾶς πληροφόρησον, καὶ ταύτην τὴν λόγχην ἀνειληφώς, νύξον τὸ τοῦ Ναζαραίου εἰκόνισμα κατὰ τῆς πλευρᾶς, τὸν τρόπον, ὃν οἱ πατέρες ἡμῶν τοπάλαι τοῦτον σταυρώσαντες ἐλόγχευσαν. τὸν δὲ, τὴν λόγχην μεταχειρισάμενον, ὡς εἶχε θυμοῦ, καὶ μάλιστα πληροφορεῖν ἐκείνους βουλόμενον, τὸ περιαπτόμενον αὑτῷ ἔγκλημα κατεπειγόμενον ἀποτρίψασθαι, νύξαι τὴν τῆς εἰκόνος πλευράν. ἅμα δὲ τῇ προσβολῇ τῆς αἰχμῆς, πλῆθος καταῤῥεῦσαι σὺν ὕδατι αἵματος· τοὺς δὲ δυσσεβεῖς Ἰουδαίους πεπηγέναι τῷ φρικτῷ τοῦ θεάματος, καὶ τῆς φήμης διαδοθείσης, τοὺς τὰ Χριστιανῶν σέβοντας εἰσπηδῆσαί τε τὴν τοῦ Ἑβραίου ἑστίαν, καὶ τὴν σεπτὴν τοῦ Σωτῆρος ἀνειληφέναι σταύρωσιν, ἔτι τὸ θεῖον ἐκβλύζουσαν αἷμα, καὶ εἰς ἱερὸν ἀναθεῖναι σηκὸν, καὶ τιμᾷν μεγαλοπρεπῶς. ταύτην ὁ βασιλεὺς τὴν θεάνθρωπον μορφὴν ἐκεῖθεν ἀνειληφώς, τῷ Βυζαντίῳ παρέπεμψεν, ὥς μοι ἤδη δεδήλωται. Ἐπεὶ δὲ τάς τε Βαλαναίας καὶ Βηρυτὸν τῷ πολεμεῖν ᾕρηκε, Τριπόλει προσβάλλει. καὶ μὴ οἷός τε ὢν ταύτην πολιορκεῖν ἐξ ἐπιδρομῆς (περιβόλοις γὰρ κατὰ τὴν ἤπειρον ἐρυμνοῖς περιείληπται, ἐπὶ λόφου τινὸς ἀποτόμου διατείνουσα· κατὰ θάτερον δὲ μέρος θαλάσσῃ περικλύζεται, ἐπίνειον καὶ προκόλπιον προβαλλομένῃ εὔορμον καὶ εὐχείμερον), ἐκεῖθεν ἀπάρας, τὰς παραλίους πολίχνας ὁδῷ προβαίνων ἐξεπολιόρκει. κατὰ τοῦτον δὴ τὸν καιρὸν, Αὔγουστος δὲ μὴν ἦγεν ἀρχὴν, κομήτης ἐξεφάνη ἀστὴρ, χρῆμα θεῖόν τι καὶ καινὸν, λογισμὸν ὑπερβαῖνον ἀνθρώπινον. οὐδὲ γὰρ τοιοῦτόν τι κατὰ ταύτας ὤφθη τὰς γενεὰς, οὐδ' ἐπὶ τοσαύτας ἡμέρας ἐπιφαίνειν τὸ πρόσθεν συμβέβηκεν. οὗτος ἀπ' ἀνατολῆς βορειότερος ἀνίσχων, καὶ εἰς ὕψος ὅ,τι πλεῖστον αἰρόμενος, ὡς κυπάριττός τε ὑψούμενος, εἶτα ἠρέμα κυρτούμενος, πρὸς μεσημβρίαν ἀπένευεν, ἀπλέτῳ πυρὶ ἐκκαιόμενος, καὶ τηλαυγεῖς καὶ λαμπρὰς τὰς ἀκτῖνας ἐπαφιεὶς, πρᾶγμα δείματος καὶ φρίκης γέμον τοῖς ἀνθρώποις ὁρώμενος. ἀπ' ἀρχῆς δὲ μηνὸς Αὐγούστου, ὡς ἔφην, φανεὶς, ἐφ' ὅλαις ἡμέραις ἐπεποίητο τὴν ἐπιτολὴν ὀγδοήκοντα, ἀπὸ μέσων ἀνίσχων νυκτῶν, καὶ μέχρι σταθηρᾶς ἡμέρας ὁρώμενος. βασιλεὺς δὲ, τὸ ἀσύνηθες τεράστιον κατιδὼν, τοὺς περὶ τὴν τῶν μετεώρων ἐσχολακότας ἠρώτα παρατήρησιν, ὅ,τι δὴ καὶ βούλοιτο τὸ τοιοῦτον ἐξαίσιον. οἱ δὲ, οὐχ ὡς ἡ τέχνη παρεῖχε τεκμαίρεσθαι, τρὸς δὲ τὸ τοῦ βασιλέως βούλημα, τὴν τοῦ κομήτου παρεξηγοῦντο ἐπιτολὴν, νίκην τε αὐτῷ κατ' ἐχθρῶν καὶ μακρότητα ἡμερῶν ἐπαγγελλόμενοι ἔσεσθαι. ἤστην δὲ οἱ ταῦτα παρεξηγούμενοι Συμεώνης τε, ὁ Λογοθέτης καὶ Μάγιστρος, καὶ ὁ τῆς Νικομηδείας πρόεδρος Στέφανος, ἄνδρες τῶν τότε σοφῶν ὄντες ἐλλογιμώτεροι. ἀλλ' οὐχὶ ταῦτα ἡ τοῦ κομήτου παρεδήλου ἐπιτολὴ, ἃ πρὸς χάριν οἱ ἄνδρες τῷ αὐτοκράτορι ὑπηγόρευον, ἀποστασίας δὲ χαλεπὰς, ἐθνῶν τε ἐπιδρομὰς, καὶ ἐμφυλίους στάσεις, καὶ μεταναστάσεις πόλεων καὶ χώρων, λιμοὺς καὶ λοιμοὺς, καὶ φρικώδεις σεισμοὺς, καὶ πανολεθρίαν σχεδὸν τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἅπερ ἡμεῖς ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως εἴδομεν.

Μετὰ γὰρ τὴν τοῦ αὐτοκράτορος Ἰωάννου ἐκδημίαν ἀπὸ τοῦ σώματος, Βάρδας Μάγιστρος, ὁ κατ' ἐπωνυμίαν Σκληρὸς, φιλαρχίαν καὶ ἀπληστίαν νοσῶν, ἀπάτῃ δὲ μετελθὼν καὶ φενακίσας τὸν πολὺν ὄχλον καὶ εὔκολον, ἀποστασίαν δεινὴν κατὰ τῶν κρατούντων ἐμελέτησεν· ἐπὶ τετραετῆ τε ἐνιαυτὸν τὴν Ἀσίαν κατέδραμε, χώρας πυρπολῶν, καὶ πόλεις καταστρεφόμενος, τήν τε Ῥωμαϊκὴν δύναμιν, ἐξ ἀντιπάλου παρατάξεως ἀντιτασσομένην αὑτῷ, τρεπόμενος καὶ κατακαίνων ὠμῶς· τοῦτο μὲν ὑπὸ τοῦ Πατρικίου Πέτρου καὶ τρατοπεδάρχου δημαγωγουμένην, ὅτε κατὰ τὴν Λάπαραν τὸ πεδίον (μεθόριον δὲ τοῦτο τῆς χώρας τῶν Ἀρμενίων) ἡ μάχη συνεκροτεῖτο, ὁπηνίκα καὶ αὐτὸς ὁ Πατρίκιος Πέτρος, δορατίῳ βληθεὶς καὶ τοῦ ἵππου κατενεχθεὶς, παρ' αὐτὴν ἐξέπνευσε τὴν παράταξιν, πλείστων ὅτι τῶν ὑπασπιστῶν συναναιρεθέντων αὐτῷ· τοῦτο δὲ ὑπὸ Βάρδα Μαγίστρου τοῦ Φωκᾶ, ὃς πρὸς τῶν κρατούντων τὸ τοῦ ∆ομεστίκου τῶν Σχολῶν ὑποζωσάμενος ἀξίωμα, ἀντίπαλος τῷ Σκληρῷ κατὰ τὴν Παγκάλειαν παρετάξατο. ἱππήλατον τοῦτο πεδίον, τῷ Ἀμωρίῳ προσέγγιον. ὅπου δὴ καὶ παρὰ τὸ μεταίχμιον ῥάβδῳ κατὰ τοῦ κρανίου πληγεὶς ὁ Φωκᾶς, τοῦ ἵππου τε κατενέχθη καὶ εἰς γῆν κατεβλήθη· καὶ κἂν ἥλω τῶν ἐναντίων καὶ ἀκλεῶς παραπώλετο, εἰ μὴ ὡς εἷς τῶν πολλῶν παρώφθη παρὰ τῶν δυσμενῶν, ἠγνοηκότων αὐτὸν, ἐπελθοῦσα δὲ ἡ νὺξ τοῦτον διέσωσεν. ὁ δὲ Σκληρὸς, ταῖς τοιαύταις νίκαις ἐπαρθείς τε καὶ φρενωθεὶς, ἀνυπόστατός τις καὶ ἀκαταγώνιστος ἐνομίζετο. ἐντεῦθεν τήν τε Νίκαιαν, καὶ Ἄβυδον, καὶ Ἀττάλειαν τῷ πολεμεῖν παρεστήσατο, καὶ τὴν τῆς Ἀσίας ἐπεποιήσατο Ῥωμαϊκὴν ἐπικράτειαν· καὶ πλείστας τριήρεις προσείληφε, καὶ θαλασσοκρατῶν μεγάλα τοὺς ἐμπόρους ἐσίνετο, καὶ αὐτὴν ἤδη τὴν βασιλεύουσαν, τὰς σιτηγοὺς φορτίδας οὐκ ἐῶν εἰς αὐτὴν ἀναπλέειν κατὰ τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδῳ προσορμισθεὶς, τάς τε τριήρεις τοῦ τυράννου κατέφλεξε, καὶ τὴν τῶν στρατιωτῶν κατηκόντισε φάλαγγα, καὶ τὸ φρούριον εἴληφεν. αὖθις δὲ ὁ Φωκᾶς, χεῖρα περὶ αὑτὸν πλείστην στρατιωτῶν ἠθροικὼς, τῷ Σκληρῷ ἐπιτίθεται, καὶ τοῦτον τρεψάμενος ἐν Ἐκβατάνοις πρὸς τοὺς Ἀγαρηνοὺς φυγεῖν παρεσκεύασεν.

Εἶτ' αὖθις ἐπεὶ τὸ λῃστρικὸν τῶν συνωμοτῶν τοῦ Σκληροῦ Βάρδα τελέως ἐσκίδνατο, τὰς δυνάμεις ἀνειληφὼς ὁ αὐτοκράτωρ Βασίλειος ἠπείγετο κατὰ τῶν Μυσῶν. ἡ γὰρ ἐκείνων αὐθάδεια καὶ ἀπήνεια, φονικὸν περιπνέουσα, τὴν Ῥωμαϊκὴν ἐσίνετο ἐπικράτειαν, καὶ τὰ τῶν Μακεδόνων ἀφειδῶς ἐληΐζετο, ἡβηδὸν ἅπαντας διαφθείρουσα. τῷ τοι καὶ θερμότερον ἤπερ ἔδει μᾶλλον κινηθεὶς ἢ προμηθέστερον, αὐτοβοεὶ καθελεῖν ταύτην ἠπείγετο. ἀλλὰ τῶν ἐλπίδων ἐπηρείᾳ τύχης ἡμάρτανεν. ἐπεὶ γὰρ τὰς ἐστενωμένας καὶ κρημνώδεις ἀτραποὺς διοδεύσας, κατὰ τὴν Σαρδικὴν ἐπεχωρίασεν, ἣν καὶ Τράλιτζαν ἡ Σκυθικὴ συνήθεια κέκληκεν, ἐνταῦθα τὸν τοῦ στρατοπέδου ἐπήξατο χάρακα, καὶ αὐτὴν παρακαθισάμενος, ἐφ' ἡμέραις εἴκοσιν ἐφρούρει. ἀλλ' οὐδὲν εἶχεν ἀνύσειν, τῇ κακοπραγίᾳ τῶν στρατηγῶν ἐς ῥᾳστώνην καὶ νωθείαν ἀποκλινάσης τῆς στρατιᾶς. τοίνυν πρότερον μὲν τοὺς ἐπὶ χιλὸν καὶ χορτάσματα τοῦ χάρακος ἐξιόντας ἐνεδρεύσαντες οἱ Μυσοὶ, πολὺν φόνον εἰργάσαντο, καὶ πλῆθος ὑποζυγίων καὶ ἵππων ἀπήγαγον. ἔπειτα τῶν ἑλεπόλεων καὶ τῶν λοιπῶν μηχανημάτων ἀπειρίᾳ τῶν προσαγηοχότων ταῦτα τοῖς τείχεσιν ἀπρακτησάντων, καὶ πυρποληθέντων παρὰ τῶν δυσμενῶν· ἐπεὶ καὶ σπάνις τῶν ἀναγκαίων κατεῖχε τὴν στρατιὰν, τῶν συμπεφορημένων ἐπισιτισμῶν ἤδη ἀναλωθέντων, τῷ μὴ πεφεισμένως ἀλλ' ἄδην κατεμφορεῖσθαι αὐτῶν, ἐνσκευασάμενος συνάμα τῇ στρατιᾷ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει. πανημέριος δὲ διοδεύσας, ἐπί τινα λόχμην διεσκηνίσατο, καὶ τὴν πληθὺν διανέπαυε. μήπω δὲ τῆς πρώτης φυλακῆς τῆς νυκτὸς συμπεραιωθείσης, ἐξαίφνης ἀστὴρ παμμεγέθης ἐκ τοῦ ἑῴου μέρους τοῦ χάρακος ὁρμηθεὶς καὶ τὰς σκηνὰς περιλάμψας ἀπλέτῳ φωτὶ, ἐπὶ τὸ ἑσπέριον μέρος παρ' αὐτὴν τὴν ταφρείαν καταπεσὼν, καὶ εἰς σπινθῆρας συχνοὺς διαιρεθεὶς, ἀπεσβέσθη. τὴν αὖθις δὲ τοῦ στρατοῦ παρεδήλου διαφθορὰν ἡ τοῦ ἀστέρος καταφορά. ἔνθα γὰρ τοιουτότροπόν τι γενέσθαι συμβέβηκε, τοῦ ὑποκειμένου πανολεθρίαν ἐσήμηνε. τεκμήριον τοῦτο σαφὲς ὁ ἐπὶ τῆς Τρωϊκῆς πληθύος κατενεχθεὶς ἀστὴρ, ὁπηνίκα Πάνδαρος τῷ Μενελάῳ ἐπετοξάζετο· ἐκεῖ γὰρ αὐθημερὸν ἡ Τρωϊκὴ φάλαγξ πρὸς τῶν Ἀχαιῶν εἰς φυγὴν ἀγεννῆ συνεκλείετο. καὶ ἐπὶ τῶν Ῥωμαϊκῶν δὲ πολέμων εὕροι τις ἂν, τὴν ἱστορίαν μετιὼν, τὸ τοιοῦτον πολλάκις συμβὰν, καὶ τὸ στράτευμα διαφθαρὲν, ἵνα τὸ φάσμα ἐπέσκηψεν. εἴδομεν δὲ καὶ αὐτοὶ ἐπὶ τῆς τοῦ προέδρου Βασιλείου ἑστίας τοιοῦτόν τι κατενεχθέν· καὶ μήπω καιροῦ συχνοῦ διαῤῥεύσαντος ἐκεῖνόν τε τοῦ βίου ὑπαπελθόντα, καὶ εἰς διαρπαγὴν καὶ προνομὴν ἐκδοθέντα τὰ αὐτῷ διαφέροντα. ἀλλὰ περὶ μὲν τῆς τοῦ ἀστέρος φαντασίας ὧδέ πη ἐχέτω· τότε δὲ, κατὰ τὴν ὑστεραίαν, διά τινος ὑλώδους καὶ σηραγγώδους αὐλῶνος διῄει τὸ στράτευμα· ἐκεῖνον δὲ μόλις παραδραμὸν, χαραδρώδεις καὶ ἀνάντεις κατελάμβανε χώρους· ἐν οἷς οἱ Μυσοὶ Ῥωμαίοις ἐπιθέμενοι πλεῖστον ὅτι πλῆθος ἀνδρῶν διέφθειραν, καὶ τήν τε βασίλειον ἀρχὴν καὶ τὸν πλοῦτον εἰλήφεσαν, καὶ τὴν ἀποσκευὴν τῆς στρατιᾶς ἐλαφυραγώγησαν ἅπασαν. τότε δὴ καὶ αὐτὸς ὁ ταῦτα ἐκ τραγῳδῶν ἐκεῖσε παρήμην, τῷ κρατοῦντι δυστυχῶς συνεπόμενος καὶ τῇ τοῦ διακόνου λειτουργίᾳ ὑπηρετούμενος. καὶ κᾂν ἐξεχύθη μου παρὰ μικρὸν τὰ διαβήματα, καὶ μαχαίρας Σκυθικῆς γέγονα παρανάλωμα, εἰ μή με θεία τις ἐξ αὐτοῦ τοῦ κινδύνου ἀπήγαγε πρόνοια, ἥτις ἐξιππάσασθαι τάχος πεποίηκε, πρὸ τοῦ καταληφθῆναι τὴν φαραγγώδη πρὸς τῶν δυσμενῶν ἄνοδον, παρελθεῖν τε ταύτην, καὶ δρομαίως καταλαβεῖν τὴν ἀκρώρειαν. μόλις οὖν διὰ δυσβάτων ὀρέων τὸ περιλειφθὲν τοῦ στρατεύματος τὴν καταδρομὴν διέφυγε τῶν Μυσῶν, τὴν ἵππον σχεδὸν ἀποβαλὸν ἅπασαν καὶ τὴν ἐπικομιζομένην ἀποσκευὴν, καὶ πρὸς τὰ Ῥωμαϊκὰ ἐπανέζευξεν ὅρια.

Μήπω δὲ τοῦ τοιούτου πάθους τελευταίως ὑπολωφήσαντος, Βάρδας Μάγιστρος ὁ Φωκᾶς κατὰ τῶν κρατούντων ἐτραχηλίασε, καὶ τὴν τῆς Ἀσίας Ῥωμαϊκὴν ὑπεποιήσατο δύναμιν, καὶ κατὰ θάλασσαν ἐπίνεια καὶ πτολίσματα πλὴν Ἀβύδου εἷλε· καὶ τριήρεις συχνὰς νεολκήσας, ἐφρούρει τὸν τοῦ Ἑλλησπόντου πορθμὸν, οὐκ ἐῶν τὰς φορτίδας ἀνάγεσθαι πρὸς τὴν βασιλεύουσαν· στρατιάν τε πλείστην, ἧς Λέων Μάγιστρος ὁ Μελισσηνὸς ἡγεῖτο, παρὰ τὴν ἤπειρον τῆς Ἀβύδου καθίδρυσε, τάς τε σφετέρας τριήρεις φρουροῦσαν, καὶ πολιορκοῦσαν τὴν Ἄβυδον. αὖθίς τε χάρακα καρτερὸν πρὸ τοῦ Βυζαντίου ἐπὶ τοῦ τῆς Χρυσῆς πόλεως λόφου ἔπηξεν, ἱππικὴν ὅτι πλείστην καὶ πεζικὴν στειλάμενος δύναμιν· ἀρχηγοὺς δὲ τῆς στρατιᾶς ταύτης τόν τε σύναιμον αὑτοῦ τὸν Πατρίκιον Νικηφόρον, καὶ Καλοκύρην Πατρίκιον, ᾧ ἐπίκλησις ∆ελφινᾶς προεστήσατο. τούτους ὁ αὐτοκράτωρ αὖθις Βασίλειος, μετὰ δυνάμεως ἀποχρώσης τὸν Βόσπορον περαιωθεὶς, ἐξ ἀντιπάλου μάχης ἐτρέψατο· καὶ ζωγρίας συνειληφώς, τὸν μὲν Νικηφόρον καὶ ὁμαίμονα τοῦ Φωκᾶ πεδήτην ἀποφήνας, εἱρκτῇ συνέκλεισε· τὸν δέ γε Καλοκύρην τὸν ∆ελφινᾶ αὐτοῦ που παρὰ τὸν τῆς Χρυσοπόλεως λόφον, ἵνα καὶ ἡ σκηνὴ αὐτῷ ἐπήγνυτο, ἀνεσκολόπισε. Βάρδας δὲ ὁ Φωκᾶς, τὴν ἐν Χρυσοπόλει πανολεθρίαν τῆς στρατιᾶς διενηχηθεὶς, τήν τε τοῦ ὁμαίμονος σύλληψίν τε καὶ κάθειρξιν, καὶ τὴν τοῦ ∆ελφινᾶ ἐπὶ τοῦ ξύλου προσπαττάλευσιν, τὰς περὶ αὑτὸν δυνάμεις συνηθροικὼς, εἰς Ἄβυδον κάτεισι, τό, τε φρούριον τὸ ἐκεῖσε πειρώμενος πολιορκῆσαι, καὶ πρὸς τὴν Εὐρώπην διαπεράσαι, ὡς καὶ ταύτην ὑποποιήσαιτο. ὁ δὲ αὐτοκράτωρ Βασίλειος, τὴν ἐν Ἀβύδῳ κάθοδον τοῦ τυράννου ἐνωτισθεὶς, τὴν περὶ αὑτὸν στρατιὰν συναγηοχὼς, καὶ τὰς πυρφόρους τριήρεις ἐξαρτυσάμενος, ἀντίπαλος τούτῳ καθίσταται· καὶ, περαιωθεὶς τὸν Ἑλλήσποντον, ἐν τῷ πρὸ τῆς Ἀβύδου πεδίῳ τὴν βασίλειον σκηνὴν ἐπήξατο, ὁσημέραι τὰς φάλαγγας συντάττων καὶ ἐξασκῶν, καὶ γνωματεύων ὅτῳ τρόπῳ τῷ ἀποστάτῃ ἐπέλθοι. μιᾷ τοιγαροῦν τῶν νυκτῶν ἐς λόχους συντάξας τὸ στράτευμα, διὰ τῆς παρὰ θάλασσαν ἀταρπιτοῦ τοῖς ἐναντίοις ἐπέθετο, καὶ, ἤδη τῆς ἡμέρας διαφαυούσης, τάς τε τριήρεις πάσας ἐνέπρησε, καὶ τοὺς ἐναντίους κατακαίνων οὐκ ἀνίει. Βάρδας δὲ ὁ Φωκᾶς, τῷ αἰφνιδίῳ τῆς ἀφίξεως καὶ ἐπιθέσεως τοῦ αὐτοκράτορος ἐκπλαγεὶς, ἀντιμέτωπος τοῦ χάρακος ἔξεισι· καὶ δῆτα κατὰ τὸ μεταίχμιον ἀντικαταστὰς, καὶ τοῦ ἵππου ἀθρόον κατενεχθεὶς, ξίφει τὸν αὐχένα ἐκκόπτεται. καὶ τὸ μὲν γιγαντῶδες τούτου σῶμα κατὰ τὴν Ἄβυδον τῇ γῇ κατορύττεται· ἡ δὲ κεφαλὴ, πρὸς τὴν βασιλεύουσαν ἐκπεμφθεῖσα καὶ δορατίῳ περιπαρεῖσα, κατὰ τὰς ἀγυιὰς θριαμβεύεται, καὶ τοῖς κατὰ τὴν Ἀσίαν καταπέμπεται στασιάζουσι. καὶ οὕτω τὰ τῆς ἀποστασίας εἰς σταθηρὰν γαλήνην μετεσκευάζετο.

Καὶ ἄλλα δὲ παγχάλεπα ἡ τοῦ φανέντος ἀστέρος παρεδήλου ἐπιτολὴ, καὶ οἱ παραδειχθέντες αὖθις πρὸς τὸ βόρειον μέρος ἀωρὶ τῶν νυκτῶν πύρινοι στύλοι, καὶ τοὺς ὁρῶντας ἐκδειματούμενοι. καὶ γὰρ καὶ οὗτοι τήν τε συμβᾶσαν πρὸς τῶν Ταυροσκυθῶν τῆς Χερσῶνος ἅλωσιν παρεδήλουν, καὶ τὴν τῆς Βεῤῥοίας κατάσχεσιν παρὰ τῶν Μυσῶν. ἔτι δὲ ὁ πρὸς δύσιν ἐπὶ καταφορὰν τοῦ φωσφόρου ἀνίσχων ἀστὴρ, ὃς ἑσπερίους ποιούμενος τὰς ἐπιτολὰς, οὐδένα στηριγμὸν ἐφ' ἑνὸς διεφύλαττε κέντρου, λαμπρὰς δὲ καὶ τηλαυγεῖς τὰς ἀκτῖνας ἐπαφιεὶς, μεταβάσεις ἐποιεῖτο συχνὰς, πῆ μὲν βορειότερος ὁρώμενος, πῆ δὲ νοτιώτερος, ἔστι δ' ὅτε καὶ αὐτὴν τὴν μίαν ἐπιτολὴν καὶ μεταμείβων τὸν αἰθέριον τόπον, καὶ ποιούμενος ἐναργῆ καὶ σύντομον τὴν μετάβασιν· ὡς θαυμάζειν τοὺς ὁρῶντας καὶ καταπλήττεσθαι, καὶ οὐκ εἰς καλὸν τελευτήσειν οἴεσθαι τὴν τοῦ κομήτου ἀλλόκοτον κίνησιν. ὃ δὴ καὶ συνέβαινε κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. καὶ γὰρ ἑσπέρας ἐνισταμένης, ἐν ᾗ μνήμην τοῦ μεγάλου ∆ημητρίου καὶ Μάρτυρος τελεῖν παρέλαβεν ἡ συνήθεια, φρικώδης ἐπενεχθεὶς σεισμὸς, καὶ οἷος οὐκ ἄλλος κατὰ ταύτας δὴ συνέβη τὰς γενεὰς, τά τε πυργώματα τοῦ Βυζαντίου πρὸς γῆν κατερίπωσε, καὶ τὰς πλείους ἑστίας ἀνέτρεψε, τάφον αὐτὰς τοῖς οἰκοῦσιν ἀπεργασάμενος, τά τε προσέγγια τοῦ Βυζαντίου χωρία μέχρις ἐδάφους κατέβαλε, καὶ πολὺν τῶν ἀγροίκων φθόρον ἐποίησεν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἡμισφαίριον τῆς ὑπερῴας τῆς μεγάλης ἐκκλησίας σὺν τῇ πρὸς δύσιν ἀψίδι κατέβαλε καὶ εἰς γῆν κατερίπωσεν· ἅπερ αὖθις ὁ αὐτοκράτωρ Βασίλειος ἐν ἓξ ἐνιαυτοῖς ἐδομήσατο. καὶ οἱ παγχάλεποι δὲ λιμοὶ, καὶ λοιμοὶ, αὐχμοί τε, καὶ ἐπικλύσεις, καὶ ἀνέμων ἐξαισίων ἐπιφοραί· ὁπηνίκα καὶ ὁ ἐν τοῖς Εὐτροπίου στύλος τῇ βίᾳ τῶν κυμάτων κατηνέχθη, καὶ ὁ ἐν αὐτῷ μοναστὴς ἐναπεπνίγη τοῖς θαλασσίοις ῥοθίοις δεινῶς· καὶ ἡ ἀφορία δὲ τῆς γῆς, καὶ τὰ ἐπισκήψαντα χαλεπὰ μετὰ τὴν τοῦ ἀστέρος ἐπιτολὴν, ἅπαντα ἐξεγένοντο. ἀλλὰ ταῦτα μὲν κατὰ μέρος εἰς τοὺς ἑαυτῶν καιροὺς ἡ ἱστορία παραδηλώσει.

Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, τότε τῶν τῆς Συρίας ἀπάρας (ἐκεῖθεν γὰρ, ὅθεν ἐξέβην, ἐπάνειμι), ἐπὶ τὸ Βυζάντιον ἴετο. ὁρῶν δὲ κατὰ πάροδον τήν τε Λογγιάδα καὶ τὸν ∆ριζῆν, χώρας εὐγείους τε καὶ εὐδαίμονας, ἃς πολλοῖς ἱδρῶσι καὶ αἵμασιν ἡ Ῥωμαϊκὴ στρατιὰ τῇ βασιλείᾳ τὸ πρότερον ἀνεσώσατο, τότε δὲ παρὰ τοῦ προέδρου Βασιλείου καὶ παρακοιμωμένου κατεχομένας, ἤσχαλλεν, ὡς τὸ εἰκὸς, καὶ ἠνιᾶτο, καὶ τὴν πλεονεκτικὴν ἐκείνου βίαν ὠνείδιζεν. ὁ δὲ ἀναφανδὸν μὲν οὐκ εἶχεν ἀντιβαίνειν, τὴν τοῦ ἄνακτος δεδιὼς ἀγανάκτησιν· λαθραίως δὲ τὰ ἐκείνου ἐμυκτήριζε λόγια, καὶ τοῦτον, ἤδη βαρὺν αὑτῷ γεγενημένον δεσπότην, ἀμωσγέπως διενοεῖτο ἀποσκευάσασθαι. ἄρτι δὲ κατὰ τὴν τῷ Ὀλύμπῳ παρακειμένην τῆς Ἀτρώας πεδιάδα ὁ βασιλεὺς ἀφικόμενος, πρὸς τὴν τοῦ πατρικίου Ῥωμανοῦ καὶ τῷ τοῦ Σεβαστοφόρου διαπρέποντος ἀξιώματι ἑστίαν κατήγετο. ἐνταῦθα λέγεταί τινα τῶν ἐξυπηρετουμένων ἐκτομίαν τῷ αὐτοκράτορι, εἴτε οἴκοθεν δυσμενῶς πρὸς αὐτὸν διακείμενον, εἴτε καὶ πρὸς τούτων, τοῖς καλοῖς βασκαινόντων καὶ μεταβολὰς τῶν πραγμάτων ἱμειρομένων ὁρᾷν, ὑπαχθέντα, καὶ ὑποσχέσεσι δωρεῶν παρακλαπέντα (ὅπερ δὴ τοῦ προτέρου μᾶλλον καὶ λέγεται καὶ πιστεύεται), δηλητήριον κερασάμενον παρὰ τὸν πότον ἐπιδοῦναι τῷ βασιλεῖ· τὸν δὲ, μηδέν τι τοιοῦτον φρασάμενον, ὡς σωτήριον πόμα τὸ δηλητήριον ἐκπιεῖν. τῇ γοῦν ὑστεραίᾳ νάρκη τε τῶν μελῶν καὶ πάρεσις τοῦ παντὸς σώματος αὐτῷ ἐξεγένετο, καὶ ἡ τῶν ἰατρῶν ἐπιστήμη τῷ ἀθρόῳ τοῦ πάθους κενή τις καὶ ἄπρακτος ἀπηλέγχετο, μὴ ἀκριβοῦσα διάγνωσιν τοῦ τοιούτου συμπτώματος. ὁ δὲ βασιλεὺς, τὴν πρότερον ἐνοῦσαν αὑτῷ γιγαντώδη ῥώμην αἰφνίδιον καταβληθεῖσαν αἰσθόμενος, ἠπείγετο καταλαβεῖν τὸ Βυζάντιον· ἐπέσπευδε δὲ καὶ τὴν ἐν τῷ τοῦ Σωτῆρος νεῷ, ὃν αὐτὸς ἐδείματο, κατασκευαζομένην τῷ σωματίῳ τούτου σορὸν ἀπαρτισθῆναι ὡς τάχιστα. συντείνας δὲ τὴν ὁδοιπορίαν, ἐς τὴν βασιλεύουσαν ἧκε, φιλοφρόνως μὲν ὑποδεχθεὶς πρὸς τῶν ἀστικῶν, ὀλιγοδρανέων δὲ ἤδη, καὶ ἆσθμα μύχιον καὶ δυσπρόσοδον περιπνέων καὶ ἀναπεμπόμενος. ἄρτι δὲ εἰς τὴν ἀνακτορικὴν ἑστίαν πεφοιτηκὼς, κλινοπετὴς ἐδείκνυτο, τῷ φαρμάκῳ καταπονούμενος. συνιεὶς δὲ, ὡς οὐκ ἂν ἀνασφήλῃ τοῦ τοιούτου πτώματος (τὸ γὰρ ἐνδομυχοῦν δεινὸν τὰ ἔγκατα χαλεπῶς ἐξεθέριζε), τῶν βασιλικῶν 178 θησαυρῶν ἀφειδῶς ἀπαντλῶν, διεδίδου τοῖς πένησι, καὶ μάλιστα τοῖς λελωβημένοις καὶ βεβρωμένα τῇ ἱερᾷ νόσῳ τὰ σώματα περιφέρουσιν, οἷς τῶν ἄλλων πενήτων φιλανθρωπότερον διετίθετο. Νικόλαόν τε, τὸν πρόεδρον Ἀδριανουπόλεως, εἰσκαλέσας, ἄνδρα θεῖόν τε καὶ σεβάσμιον, τὰ κατὰ τὸν βίον αὐτῷ ἀνεκάλυψεν ἀγνοήματα, κρουνοὺς τῶν ὀφθαλμῶν δακρύων ἐπαφιεὶς, καὶ τῷ τούτων λουτῆρι τὰ αἴσχη καὶ τὰ ῥυπάσματα τῶν ἐσφαλμένων ῥυπτόμενος, καὶ τὴν Θεοτόκον ἐπιβοώμενος, ἀρωγὸν εὑρεῖν ἐν ἡμέρᾳ τῆς δίκης, ὁπηνίκα παρὰ τῷ υἱῷ αὐτῆς καὶ Θεῷ τὰ τῶν βροτῶν πρακτέα τοῖς ἀδεκάστοις ζυγοῖς καὶ σταθμοῖς ταλαντεύεται. τοιαύτην ἐξ ἀδιστάκτου γνώμης καὶ συντετριμμένης ψυχῆς τὴν ἐξομολόγησιν ὁ βασιλεὺς ποιησάμενος, τῶν τῇδε μεθίσταται, καὶ πρὸς τὴν ἐκεῖσε μεταβαίνει κατάπαυσιν ἐν μηνὸς Ἰανουαρίου δεκάτῃ, ἰνδίκτου δʹ, ἔτους υπεʹ, ταφεὶς ἐν τῷ κατὰ τὴν Χαλκῆν τοῦ Σωτῆρος νεῷ, ὃν ἐκεῖνος μεγαλοπρεπῶς ἐκ βάθρων ἐδείματο. τοιοῦτον εὗρε τὸ τέλος ὁ αὐτοκράτωρ Ἰωάννης τῆς αὑτοῦ βιοτῆς, ἀνὴρ βραχὺς μὲν τὴν ἡλικίαν τοῦ σώματος, ἡρωϊκὴν δέ τινα περιφέρων ἰσχὺν, γενναῖός τις γεγονὼς ἐν πολέμοις καὶ ἀκαταγώνιστος, καὶ πρὸς τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος· ζήσας μὲν τὸν πάντα χρόνον τῆς αὑτοῦ βιοτῆς ἔτη πεντήκοντα πρὸς τῷ ἑνὶ, ἰθύνας δὲ τὴν τῆς βασιλείας ἡγεμονίαν εἰς ἐνιαυτοὺς ἓξ, πρὸς ἡμέραις τριάκοντα.