Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΛΑ΄
L.Dindorf (1868). The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΤΡΙΑΚΟΣΤΗΣ ΠΡΩΤΗΣ ΒΙΒΛΟΥ

Επεξεργασία

1 [1] Ὅτι ὁ Ἀντίοχος τὴν ἀρχὴν ἐσεμνύνετο λέγων οὐ τῆς κατ' Αἴγυπτον βασιλείας ἑαυτὸν ἐπιθυμοῦντα παρεσκευάσθαι μεγάλας δυνάμεις εἰς τὸν πόλεμον, ἀλλὰ τῷ πρεσβυτέρῳ Πτολεμαίῳ βούλεσθαι συγκατασκευάσαι τὴν πατρῴαν ἀρχήν. οὐ μὴν τό γε ἀληθὲς οὕτως εἶχεν, ἀλλὰ διαγωνοθετῶν τὰ μειράκια διελάμβανε μεγάλην χάριτος ἀφορμὴν παρέχων ἀκονιτὶ κυριεύσειν τῆς Αἰγύπτου. τῆς γὰρ τύχης αὐτοῦ τὴν προαίρεσιν ἐξελεγχούσης καὶ τὴν προειρημένην πρόφασιν ἀφαιρούσης φανερὸς ἐγένετο τῶν πολλῶν ὢν βασιλέων οἳ τοῦ λυσιτελοῦς οὐδὲν τῶν καλῶν προὐργιαίτερον τίθενται.

2 [1] Ὅτι ἀπαντήσασι τὸν Ἀντίοχον τοῖς Ῥωμαίοις, κἀκείνου μακρόθεν ἅμα τῇ φωνῇ ἀσπαζομένου καὶ τὴν δεξιὰν ἐκτείνοντος, ὁ μὲν Ποπίλλιος πρόχειρον ἔχων τὸ βυβλίον ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατεκεχώριστο προέτεινε καὶ αὐτὸν ἐκέλευσεν ἀναγνῶναι τὸν Ἀντίοχον· τοῦτο δὲ ἔδοξε ποιεῖν ὅπως μὴ πρότερον ὡς φίλον δεξιώσηται πρὶν ἢ διὰ τῆς προαιρέσεως γνωσθῇ πότερον πολέμιός ἐστιν ἢ φίλος. ἐπεὶ δὲ ἀναγνοὺς ὁ βασιλεὺς ἔλεξε παρὰ τῶν φίλων γνώμην ἂν λαβεῖν περὶ τούτων, ἀκούσας ὁ Ποπίλλιος ἐποίησε πρᾶγμα βαρὺ δοκοῦν εἶναι καὶ παντελῶς ὑπερήφανον. ἔχων γὰρ προχειρότατον ἀμπέλινον βακτήριον περιέγραψε τῷ κλήματι τὸν Ἀντίοχον καὶ διεκελεύσατο τὴν ἀπόκρισιν ἐν τούτῳ τῷ γύρῳ ποιεῖσθαι. [2] ὁ δὲ βασιλεὺς τὰ μὲν ξενιζόμενος ἐπὶ τῷ γεγονότι, τὰ δὲ καταπεπληγμένος τὴν ὑπεροχὴν τῆς Ῥωμαίων ἡγεμονίας, πρὸς ἀμηχανίαν ἐλθὼν καὶ τὰ σύμπαντα λογιζόμενος ἔφη ποιήσειν πᾶν τὸ παρακελευόμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλλιον ἅμα πάντες τὴν δεξιὰν αὐτοῦ λαβόντες ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν παραχρῆμα τὸν πρὸς Πτολεμαῖον πόλεμον. ὁ δὲ βασιλεὺς ἀκολούθως τοῖς γεγραμμένοις τὰς δυνάμεις ἐξήγαγεν ἐξ Αἰγύπτου, ἐκπεπληγμένος τὴν Ῥωμαίων ὑπεροχήν, ἅτε καὶ προσφάτως ἀκηκοὼς τὸ τῶν Μακεδόνων πταῖσμα· τοῦτο γὰρ μήπω γεγενῆσθαι δοκῶν οὔποτ' ἂν ἑκουσίως προσεῖχε τῷ δόγματι.

3 [1] Ὅτι ἀληθὲς ἦν ἄρα, ὡς ἔοικε, τὸ ῥηθὲν ὑπό τινων τῶν πάλαι σοφῶν, ὅτι συγγνώμη τιμωρίας αἱρετωτέρα· πάντες γὰρ ἀποδεχόμεθα τοὺς ἐπιεικῶς χρωμένους ταῖς ἐξουσίαις, προσκόπτομεν δὲ τοῖς προπετῶς τὰς κολάσεις λαμβάνουσι παρὰ τῶν ὑποπεσόντων. διόπερ ὁρῶμεν τοὺς μὲν πρὸς τὰ παράδοξα τῆς τύχης καλῶς τεθησαυρικότας τὰς χάριτας παρὰ τοῖς εὖ παθοῦσι, τοὺς δὲ οὐ μόνον ἐν ταῖς ἐναντίαις περιστάσεσιν ὁμοίαν ἀπολαμβάνοντας τιμωρίαν παρὰ τῶν ἀγνωμονηθέντων, ἀλλὰ καὶ τὸν κοινὸν πρὸς τοὺς ἐπταικότας ἔλεον ἑαυτῶν παρῃρημένους. [2] οὐ γὰρ δίκαιον τὸν ἐπὶ τῶν ἄλλων ἀπειπάμενον πᾶσαν φιλανθρωπίαν αὐτὸν ἐν μέρει περιπταίσαντα τυγχάνειν τῆς παρὰ τῶν κρατούντων ἐπιεικείας. καίτοι γε πολλοὶ τῷ μεγέθει τῆς κατὰ τῶν ἐχθρῶν τιμωρίας σεμνύνεσθαι τολμῶσιν, οὐ προσηκόντως τοῦτο ποιοῦντες· τί γὰρ λαμπρὸν ἢ μέγα τὸ τοὺς πεσόντας ὑπὸ τὴν ἐξουσίαν περιβαλεῖν ἀνηκέστοις συμφοραῖς; τί δὲ ὄφελος τῆς γεγενημένης νίκης, ἂν ὑπερηφάνως χρησάμενοι τοῖς κατορθώμασιν ἐξαλείφωμεν τὴν προϋπάρχουσαν εὐφημίαν, ἀνάξιοι φανέντες τῶν εὐτυχηθέντων; μέγιστον γὰρ καρπὸν δικαίως ἄν τις ἡγήσαιτο τοῖς πραγμάτων ὀρεγομένοις τὴν ἐπὶ τοῖς καλοῖς ἔργοις  εὐδοξίαν. [3] διὸ καὶ θαυμάσαι τις ἂν πῶς ἅπαντες σχεδὸν ὁμολογοῦντες εἶναι τὴν ἐν ἀρχῇ περιβοηθεῖσαν ἀπόφασιν ἀληθῆ καὶ συμφέρουσαν ἐπὶ τῆς πείρας οὐ βεβαιοῦσι τὴν ἰδίαν γνώμην. δεῖ δέ, οἶμαι, τοὺς νοῦν ἔχοντας, ὅταν τὰ μέγιστα ἐπιτυγχάνωσι, τότε μάλιστα τῆς ἐναντίας περιστάσεως ἔννοιαν λαμβάνειν, καὶ νικᾶν μὲν ἀνδρείᾳ τοὺς ἀντιτεταγμένους, ἡττᾶσθαι δὲ εὐγνωμοσύνῃ τοῦ τῶν ἐπταικότων ἐλέου· ταῦτα γὰρ συμβάλλεται μεγάλα πρὸς αὔξησιν πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ τοῖς ἡγεμονίας προεστηκόσιν. ἕκαστος γὰρ τῶν ἠσθενηκότων ἑκουσίως ὑποταττόμενος προθύμως ὑπηρετεῖ καὶ πάντα συμπράττει μετ' εὐνοίας. [4] Ταύτης δ' ἐοίκασι Ῥωμαῖοι μάλιστα πεποιῆσθαι πρόνοιαν, βουλευόμενοι πραγματικῶς καὶ ταῖς εἰς τοὺς κρατηθέντας εὐεργεσίαις θηρώμενοι παρὰ μὲν τῶν εὖ παθόντων χάριτας ἀειμνήστους, παρὰ δὲ τῶν ἄλλων πάντων τὸν δίκαιον ἔπαινον.

4 [1] Ὅτι τῆς τύχης εὐροούσης τοῖς Ῥωμαίοις ἐβουλεύοντο μετὰ πολλῆς ἐπισκέψεως πῶς καθήκει χρήσασθαι τοῖς εὐτυχήμασι ... κατὰ τρόπον εὐχερέστερον εἶναι τοῦ καταγωνίσασθαι τοῖς ὅπλοις τοὺς ἀντιταχθέντας. οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει· πλείους γὰρ εὑρεῖν ἔστι τοὺς εὐγενῶς κινδυνεύοντας τῶν ταῖς εὐημερίαις ἀνθρωπίνως χρωμένων.

5 [1] Ἅμα δὲ τούτοις πραττομένοις εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων, τὰς γεγενημένας διαβολὰς κατ' αὐτῶν ἀπολύσασθαι· ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. μηδὲν δὲ ἀνύοντες ὧν ἐπρέσβευον εἰς ἀθυμίαν ἐνέπιπτον, καὶ μετὰ δακρύων ἐποιοῦντο τὰς ἐντεύξεις. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων Ἀντωνίου, πρῶτος μὲν ἐποιεῖτο τὸν ὑπὲρ τῆς πρεσβείας λόγον Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. πολλὰ δὲ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες καὶ τὸ τελευταῖον κατὰ τὴν παροιμίαν τὸ κύκνειον ᾄσαντες μόλις ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρελύθησαν, περὶ δὲ τῶν ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. [3] Ὅτι εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων πρὸς τὰς γεγενημένας κατ' αὐτῶν διαβολὰς ἀπολογησόμενοι. ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. ὁρῶντες δὲ τὴν ἀλλοτριότητα τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις συναγαγὼν ἐκκλησίαν παρεκάλει τὰ πλήθη πρὸς τὸν κατὰ Ῥοδίων πόλεμον, τόθ' ὁλοσχερῶς δείσαντες περὶ τῆς πατρίδος εἰς τοιαύτην ἦλθον κατάπληξιν ὥστε πένθιμον ἀναλαβεῖν ἐσθῆτα, κατὰ δὲ τὰς ἐντεύξεις τῶν φίλων μηκέτι παρακαλεῖν μηδὲ ἀξιοῦν, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον περὶ αὐτῶν βουλεύεσθαι. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων, τοῦ καὶ τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους. ... καὶ πολλὰ πρὸς δέησιν εἰπόντες ἔλαβον ἀποκρίσεις δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρείθησαν, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. [2a] Οὗτοι δὲ πολλὰ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες καὶ τὸ τελευταῖον κατὰ τὴν παροιμίαν τὸ κύκνειον ᾄσαντες μέλος μόγις ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ φόβου παρείθησαν. [2b] Ὅτι τῶν ἐπηρτημένων φόβων ἐδόκουν ἀπολελύσθαι, τὰ δ' ἄλλα καίπερ ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον. ὡς ἐπίπαν γὰρ οἱ πολλοὶ διὰ τὸ μέγεθος τῶν προσδοκωμένων κακῶν καταφρονοῦσι τῶν ἐλαττόνων συμπτωμάτων.

6 [1] Διόπερ ἰδεῖν ἔστι παρὰ Ῥωμαίοις τοὺς ἐπιφανεστάτους ἄνδρας ὑπὲρ δόξης ἁμιλλωμένους, δι' ὧν ἅπαντα σχεδὸν τὰ μέγιστα τῷ δήμῳ κατορθοῦνται. ἐν μὲν γὰρ τοῖς ἄλλοις πολιτεύμασι ζηλοτυποῦσιν ἀλλήλους, Ῥωμαῖοι δὲ ἐπαινοῦσιν. ἐξ οὗ συμβαίνει μάλιστα τοὺς μὲν πράσσειν τὰ κάλλιστα τῶν ἔργων, ἁμιλλωμένους αὔξειν τὸ κοινῇ συμφέρον, τοὺς δ' ἄλλους ἀδικοδοξοῦντας καὶ τὰς ἀλλήλων ἐπιβολὰς λυμαινομένους βλάπτειν τὴν πατρίδα.

7 [1] Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ἧκον εἰς Ῥώμην πάντοθεν οἱ πρεσβευταὶ συγχαρησόμενοι τοῖς γεγονόσι κατορθώμασιν. ἡ δὲ σύγκλητος φιλανθρώπως ἅπαντας ἀποδεχομένη καὶ τὰς ἀποκρίσεις ἐπιεικεῖς διδοῦσα συντόμως ἑκάστους ἀπέλυσεν εἰς τὰς πατρίδας.

8 [1] Ὅτι οἱ Ῥωμαῖοι ἐν τοῖς ἔμπροσθε χρόνοις τῶν μεγίστων βασιλέων Ἀντιόχου καὶ Φιλίππου πολέμῳ περιγενόμενοι τοσοῦτον ἀπέσχοντο τοῦ τιμωρίαν λαβεῖν παρ' αὐτῶν ὥστε μὴ μόνον συγχωρῆσαι τὰς βασιλείας ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς ποιήσασθαι. ἐν δὲ τούτοις τοῖς χρόνοις, προδιηγωνισμένοι πολλάκις πρὸς Περσέα καὶ κινδύνους μεγάλους ὑπομεμενηκότες, ἐπειδὴ τῆς Μακεδόνων βασιλείας ἐκράτησαν, ἐλευθέρας ἀφῆκαν τὰς ἁλούσας πόλεις παρὰ τὴν ἁπάντων προσδοκίαν. οὐ γὰρ οἷον τῶν ἄλλων ὑπέλαβεν ἄν τις, ἀλλ' οὐδ' αὐτοὶ Μακεδόνες ἤλπιζον ἀξιωθήσεσθαι τηλικαύτης φιλανθρωπίας, συνειδότες αὑτοῖς πολλὰ καὶ μεγάλα παρανενομηκόσιν εἰς Ῥωμαίους· τετυχηκότες γὰρ ἐπὶ τοῖς πρότερον ἀγνοήμασι συγγνώμης, εἰκότως ἂν τοῖς ὕστερον ἁμαρτήμασιν ὑπελάμβανον ἑαυτοῖς μηδένα λόγον δίκαιον εἰς ἔλεον καὶ παραίτησιν ἀπολελεῖφθαι. [2] Οὐ μὴν ἡ σύγκλητος ἡ τῶν Ῥωμαίων ἐμνησικάκησεν, ἀλλὰ μεγαλοψύχως καὶ προσηκόντως ἑκάστοις προσηνέχθη. Περσέα μὲν γὰρ ἐκ προγόνων ὀφείλοντα χάριτας, ἐπειδὴ παρὰ τὰς συνθήκας ἄδικον ἐξήνεγκε πόλεμον, λαβόντες αἰχμάλωτον εἰς ἐλευθέραν ἀπέθεντο φυλακήν, ἐλάττονα δὴ τῶν παρανομημάτων λαμβάνοντες τιμωρίαν· τὸ δὲ τῶν Μακεδόνων ἔθνος εἰς δουλείαν δικαίως ἂν ἀγαγόντες ἠλευθέρωσαν, οὕτως εὐγενῶς καὶ ταχέως προέμενοι τὴν εὐεργεσίαν ὥστε μηδὲ τὴν παρὰ τῶν ἐπταικότων δέησιν ἀναμεῖναι. ὁμοίως καὶ τῶν Ἰλλυριῶν πολέμῳ κρατήσαντες αὐτονόμους ἀφῆκαν, οὐχ οὕτως ἀξίους ἡγούμενοι χάριτος τοὺς βαρβάρους, ὡς ἑαυτοῖς προσήκειν νομίζοντες κατάρχειν εὐεργεσίας καὶ μὴ μεγάλα φρονεῖν ἐν ταῖς ἐξουσίαις. [3] Ὅτι ἔδοξε τῇ συγκλήτῳ τούς τε Μακεδόνας καὶ τοὺς Ἰλλυριοὺς ἐλευθέρους ἀφεῖναι, τὰ ἡμίση διδόντας ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν. [4] Αἰμίλιος Μάρκος Ῥωμαίων ὕπατος καὶ ἄριστος στρατηγός, Περσέα λαβὼν αἰχμάλωτον, τοῦτον μὲν ἄδικον πρὸς Ῥωμαίους ἐξαγαγόντα παρὰ τὰς συνθήκας πόλεμον εἰς ἐλευθέραν ἀπέθετο φυλακήν, τὰς δὲ πόλεις Μακεδόνων καὶ Ἰλλυριῶν ἁλούσας παρ' ἐλπίδα πάσας ἐλευθέρας ἀφῆκεν, καίτοι μεγάλους κινδύνους ὑπομεινάντων Ῥωμαίων πολλάκις ἐν τοῖς πρὸς Περσέα πολέμοις καὶ πρό γε τούτου κρατησάντων πολέμῳ Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ Ἀντιόχου τοῦ Μεγάλου, καὶ τοσοῦτον ἐπ' αὐτοῖς φιλανθρωπευθέντων ὡς μὴ μόνον τὰς βασιλείας αὐτῶν ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς εἶναι συγχωρῆσαι· ἐφ' οἷς ἑαυτοὺς Μακεδόνες ἀγνωμονήσαντες ἀναξίους ἐδόκουν ἔσεσθαι παντὸς ἐλέους χειρωθέντες Ῥωμαίοις σὺν τῷ Περσεῖ. ἀλλ' ἡ σύγκλητος ἀμνησικάκως καὶ μεγαλοψύχως αὐτοῖς προσηνέχθη, τὴν ἐλευθερίαν ἀντὶ δουλείας χαρισαμένη. [5] ὁμοίως δὲ καὶ τοῖς Ἰλλυριοῖς· καὶ τούτων γὰρ τὸν βασιλέα Γετίωνα αἰχμάλωτον ἔλαβον σὺν τῷ Περσεῖ. εὐγενῶς οὖν αὐτοῖς Ῥωμαῖοι τὴν ἐλευθερίαν χαρισάμενοι τὰ ἡμίση δίδειν τῶν τελῶν προσέταξαν ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν. [6] Ἐξέπεμψάν τε δέκα μὲν πρεσβευτὰς ἐκ τοῦ συνεδρίου εἰς Μακεδονίαν, πέντε δὲ εἰς Ἰλλυριούς, οἳ καὶ πρὸς Αἰμίλιον Μάρκον ἐλθόντες συνεῖδον τὰ τείχη Δημητριάδος πόλεως Μακεδόνων πρώτης καθελεῖν, Ἀμφιλόχους δὲ τῶν Αἰτωλῶν ἀποζεῦξαι, καὶ τοὺς ἐπιφανεῖς ἄνδρας τῶν Μακεδόνων εἰς ἓν συναγαγεῖν· ἔνθα ἐλευθέρους καὶ ἀφρουρήτους αὐτοὺς ἀφῆκαν. [7] κατέλυσαν δὲ καὶ τὰς ἐκ τῶν μετάλλων ἀργύρου καὶ χρυσοῦ προσόδους διά τε τὸ τῶν ἐνοικούντων ἀνεπηρέαστον καὶ ὅπως μή τινες μετὰ ταῦτα νεωτερίζοιεν διὰ τῶν χρημάτων ἀνακτώμενοι τὴν Μακεδόνων ἀρχήν. [8] τὴν δὲ χώραν ὅλην διεῖλον εἰς τέσσαρα μέρη, ὧν πρῶτον τὸ μεταξὺ Νέστου ποταμοῦ καὶ Στρυμόνος καὶ τὰ πρὸς ἀνατολὴν τοῦ Νέστου ἐρύματα πλὴν τὰ πρὸς Ἄβδηραν καὶ Μαρώνειαν καὶ Αἶνον πόλεις, πρὸς δυσμὰς δὲ τοῦ Στρυμόνος Βισαλτία πᾶσα μετὰ τῆς ἐν τῇ Σιντικῇ Ἡρακλείας· δεύτερον μέρος, ὅπερ ἀπὸ μὲν ἀνατολῆς ὁρίζει ὁ Στρυμὼν ποταμός, ἀπὸ δὲ δυσμῶν ὁ καλούμενος Ἀξιὸς ποταμὸς καὶ οἱ παρακείμενοι αὐτῷ τόποι· τρίτον, ὃ περιέχει κατὰ δυσμὰς μὲν ὁ Πηνειὸς ποταμός, κατὰ δὲ ἄρκτον τὸ λεγόμενον Βέρνον ὄρος, προστεθέντων καί τινων τόπων τῆς Παιονίας, ἐν οἷς καὶ πόλεις ἀξιόλογοι Ἔδεσσα καὶ Βέροια· τέταρτον καὶ τελευταῖον, ὅπερ ὑπὲρ τὸ Βέρνον ὄρος συνάπτει τῇ Ἠπείρῳ καὶ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις. ἡγοῦντο δὲ καὶ πόλεις τέσσαρες τῶν αὐτῶν τεσσάρων μερῶν, τοῦ μὲν πρώτου Ἀμφίπολις, τοῦ δευτέρου Θεσσαλονίκη, τοῦ τρίτου Πέλλα, καὶ τοῦ τετάρτου Πελαγονία. [9] ἐν ταύταις ἀρχηγοὶ τέσσαρες κατεστάθησαν καὶ οἱ φόροι ἠθροίζοντο. Ἐπὶ τούτοις ὁ Αἰμίλιος ἀγῶνας καὶ πότους μεγαλοπρεπεῖς τῷ πλήθει συντάξας τὰ εὑρεθέντα χρήματα εἰς τὴν Ῥώμην ἀπέστειλεν· καταλαβὼν δὲ καὶ αὐτὸς θρίαμβον καταγαγεῖν ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς κελεύεται παρὰ τῆς συγκλήτου. [10] καὶ πρῶτος μὲν Ἀνίκιος καὶ Ὀκτάουιος ὁ τῆς ναυτικῆς δυνάμεως ἡγησάμενος ἀνὰ μίαν ἡμέραν ἑκάτερος ἐθριάμβευσεν, ὁ δὲ σοφώτατος Αἰμίλιος ἐπὶ τρεῖς. καὶ τῇ μὲν πρώτῃ ἅμαξαι χίλιαι διακόσιαι προῆλθον φέρουσαι λευκὰς καὶ τραχείας ἀσπίδας, καὶ ἄλλαι χίλιαι διακόσιαι ἅμαξαι πλήρεις ἀσπίδων χαλκῶν, καὶ ἕτεραι τριακόσιαι λόγχας καὶ σαρίσας καὶ τόξα καὶ ἀκόντια γέμουσαι· προηγοῦντο δὲ αὐτῶν ὡς ἐν πολέμῳ σαλπιγκταί. ἦσαν δὲ καὶ ἄλλαι πολλαὶ ποικίλα εἴδη φέρουσαι ὅπλων, κάμακες ὀκτακόσιαι καθωπλισμέναι. [11] τῇ δὲ δευτέρᾳ προεκομίσθη νομισμάτων τάλαντα χίλια, ἀργύρου τάλαντα δισχίλια διακόσια, ἐκπωμάτων πλῆθος, ἀγαλμάτων καὶ ἀνδριάντων ποικίλων ἅμαξαι πεντακόσιαι, ἀσπίδες τε χρυσαῖ καὶ πίνακες ἀναθεματικοὶ πάμπολλοι. [12] τῇ τρίτῃ προηγοῦντο λευκαὶ βόες εὐπρεπεῖς ἑκατὸν εἴκοσι, χρυσοῦ τάλαντα ἐν φορήμασι διακοσίοις εἴκοσι, φιάλη δέκα ταλάντων χρυσοῦ διάλιθος, χρυσωμάτων παντοῖαι κατασκευαὶ ταλάντων δέκα, ἐλεφάντων ὀδόντες δισχίλιοι τριπήχεις, ἅρμα ἐλεφάντινον ἐκ χρυσοῦ καὶ λίθων, ἵππος φαλάροις διαλίθοις καὶ τῇ λοιπῇ κατασκευῇ διαχρύσῳ πολεμικῶς κεκοσμημένος, κλίνη χρυσῆ στρωμναῖς πολυανθέσι κατεστρωμένη, φορεῖον χρυσοῦν περιπεπετασμένον πορφύραν, ἐφ' οἷς Περσεὺς ὁ δυστυχὴς βασιλεὺς Μακεδόνων ἅμα δυσὶν υἱοῖς καὶ θυγατρὶ μιᾷ καὶ τοῖς ἡγεμόσι διακοσίοις πεντήκοντα, στέφανοι τετρακόσιοι δοθέντες ἐκ τῶν πόλεων καὶ τῶν βασιλέων, καὶ ἐπὶ πᾶσιν Αἰμίλιος ἐφ' ἅρματος ἐλεφαντίνου καταπληκτικοῦ. [13] Ὅτι πρὸς τοὺς θαυμάζοντας τὴν ἐν τῷ θεάτρῳ ἐπιμέλειαν ὁ στρατηγὸς Αἰμίλιος ἀπεφήνατο τῆς αὐτῆς εἶναι ψυχῆς ἀγῶνάς τε τάξαι κατὰ τρόπον καὶ τὰ κατὰ πότον οἰκείως χειρίσαι καὶ παρατάξασθαι τοῖς ἀντιτεταγμένοις στρατηγικῶς.

9 [1] Ὅτι Περσέα τὸν τελευταῖον Μακεδονίας βασιλέα, πολλάκις Ῥωμαίοις διὰ φιλίας ἰόντα, πολλάκις δὲ καὶ στρατιᾷ οὐκ ἀναξιολόγῳ πολεμήσαντα, τέλος Αἰμίλιος καταπολεμήσας εἷλε, καὶ λαμπρὸν θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε. Περσεὺς δὲ τηλικαύταις περιπεσὼν συμφοραῖς ὥστε δοκεῖν ὅμοια μύθοις ἀγενήτοις εἶναι τὰ πάθη τὰ περὶ αὐτόν, οὐδ' ὣς ἀπολυθῆναι τοῦ ζῆν ἤθελε. πρὶν γὰρ ἢ τὴν σύγκλητον ὑπὲρ αὐτοῦ διαλαβεῖν ὃ χρὴ παθεῖν, τῶν κατὰ πόλιν στρατηγῶν εἷς ἐνέβαλεν αὐτὸν εἰς τὸν ἐν Ἄλβαις κάρκαρον μετὰ τῶν τέκνων. [2] ἔστι δὲ ὁ κάρκαρος ὄρυγμα κατάγειον βαθύ, τὸ μὲν μέγεθος ἔχον οἴκου μάλιστά πως ἐννεακλίνου, σκότου δὲ πλῆρες καὶ δυσοσμίας διὰ τὸ πλῆθος τῶν παραδεδομένων εἰς τοῦτον τὸν τόπον ἀνδρῶν τῶν ἐπὶ θανατικοῖς ἐγκλήμασι καταδικαζομένων, ὧν ἐν ἐκείνοις τοῖς χρόνοις οἱ πλείους ἐνταῦθα καθείργνυντο· ἐν οὕτω γὰρ στενῷ τόπῳ συγκεκλεισμένων πολλῶν ἀνδρῶν ἀπεθηριοῦτο τὰ τῶν ἀτυχῶν σώματα, τῶν τε πρὸς τροφὴν καὶ τὴν ἄλλην πᾶσαν χρείαν ἀνηκόντων πάντων ἐν ταὐτῷ πεφυρμένων τοσαύτην προσπίπτειν δυσωδίαν συνέβαινεν ὥστε μηδένα τῶν προσιόντων ῥᾳδίως δύνασθαι καρτερῆσαι. [3] ἐφ' ἡμέρας μὲν οὖν ἑπτὰ διετέλεσεν ἐνταῦθα κακουχούμενος, ὥστε καὶ παρὰ τῶν ἐσχάτων καὶ τακτὰ σιτουμένων ἐπικουρίας δεηθῆναι· συμπαθεῖς γὰρ οὗτοι γινόμενοι διὰ τὸ μέγεθος τῶν ἀκληρημάτων, ὧν μετελάμβανον, φιλανθρώπως τούτων ἐκείνῳ μετεδίδοσαν δακρύοντες. ἔρριπτο δ' οὖν αὐτῷ καὶ ξίφος πρὸς ἀναίρεσιν καὶ κάλως πρὸς ἀγχόνην, ἐξουσίας διδομένης ὡς βούλοιτο χρήσασθαι. [4] ἀλλ' οὐδὲν οὕτω γλυκὺ φαίνεται τοῖς ἠτυχηκόσιν ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων. καὶ πέρας ἐν ταύταις ἂν ταῖς ἀνάγκαις κατέστρεψε τὸν βίον, εἰ μὴ Μάρκος Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου, τηρῶν τό τε περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικές, παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἀνθρώπινον φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην νέμεσιν αἰδεῖσθαι. [5] διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακήν, καὶ κεναῖς ἐλπίσι προσανέχων, ὁμοίαν τοῖς προητυχημένοις ἔσχε τοῦ βίου τὴν καταστροφήν. διετῆ γὰρ χρόνον φιλοψυχήσας, καὶ προσκόψας τοῖς φυλάττουσι βαρβάροις, κωλυόμενος ὑπ' ἐκείνων ὕπνου τυχεῖν ἐτελεύτησεν. [6] Ὅτι οὐδὲν οὕτω γλυκὺ φαίνεται τῶν ἠτυχηκότων ἐνίοις ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων· ὅπερ συνέβη εἰς Περσέα τὸν Μακεδόνων βασιλέα γενέσθαι. [7] Ὅτι ὁ Περσεὺς εἰς τὸ κατάγειον ἐμβληθεὶς οἴκημα ἐκεῖσε ἂν κατέστρεψε τὸν βίον, εἰ μὴ ὁ Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου καὶ τηρῶν τὸ περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικὲς παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἐξ ἀνθρώπων φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην νέμεσιν αἰδεῖσθαι. διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακὴν διὰ τὴν τῆς συγκλήτου χρηστότητα κεναῖς ἐλπίσι προσανεῖχεν.

10 [1] Ὅτι ἀκμαζούσης τῆς τῶν Μακεδόνων βασιλείας Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ Περὶ Τύχης ὑπομνήματι καθάπερ χρησμῳδῶν ὑπὲρ τῶν αὐτῇ συμβησομένων εὐστόχως τούτους τοὺς λόγους ἀποπεφοίβακεν· Εἰ γὰρ λάβοις πρὸ τῆς ἐννοίας μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίης ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα· πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθ' ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προὔλεγε τὸ μέλλον, πιστεῦσαί ποτ' ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδ' ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδ' ὄνομα πρότερον ἦν γνώριμον; [2] ἀλλ' ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀδιαλόγιστος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, ὁμοίως ἐνδείκνυται Μακεδόνας εἰς τὴν Περσῶν ἡγεμονίαν ἐνοικίσασα, διότι καὶ τούτοις ἡ τύχη τἀγαθὰ κέχρηκεν ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν. ὃ συνέβη κατὰ τοὺς νῦν χρόνους συντελεσθῆναι. διόπερ καὶ ἡμεῖς ἐκρίναμεν τῇ περιστάσει ταύτῃ τὸν ἁρμόζοντα λόγον ἐπιφθέγξασθαι καὶ τῆς ἀποφάσεως τῆς Δημητρίου μνησθῆναι, μείζονος οὔσης ἢ κατ' ἄνθρωπον· προεῖπε γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι περὶ τῶν ὕστερον συμβησομένων.

11 [1] Ὅτι τῶν τοῦ Αἰμιλίου παίδων τῶν δύο παραδόξως τελευτησάντων, καὶ τοῦ δήμου παντὸς διαφερόντως συναλγοῦντος, ὁ πατὴρ τούτων συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περὶ τῶν κατὰ τὸν πόλεμον πραχθέντων ἀπολογισάμενος ἐπὶ τέλους διεξῆλθε τοιούτους τινὰς λόγους. ἔφη γὰρ ἑαυτὸν ἐξ Ἰταλίας εἰς τὴν Ἑλλάδα μέλλοντα περαιοῦν τὰς δυνάμεις ἀποθεωρῆσαι τὴν ἀνατολὴν καὶ τότε τὸν πλοῦν ποιησάμενον ἐνάτης ὥρας καταπλεῦσαι μηδενὸς ἀπολειφθέντος εἰς Κέρκυραν, ἐκεῖθεν δὲ τεταρταῖον ἐν Δελφοῖς καλλιερήσαντα τῷ θεῷ μετὰ πέντε ἡμέρας εἰς Μακεδονίαν γενέσθαι καὶ παραλαβεῖν τὰς δυνάμεις, ἐν ἡμέραις δὲ ταῖς ἁπάσαις πεντεκαίδεκα βιάσασθαι τὰ στενὰ τὰ κατὰ τὴν Πέτραν καὶ παρατάξασθαι καὶ νικῆσαι Περσέα· καθόλου δὲ τέταρτον ἔτος ἀντοφθαλμοῦντος τοῦ βασιλέως τοῖς Ῥωμαίοις, ἑαυτὸν ἐν ταῖς προειρημέναις ἡμέραις ἀπεφήνατο κεκυριευκέναι πάσης Μακεδονίας. [2] καὶ τότε μὲν θαυμάζειν ἔφη τὸ παράλογον τῶν κατορθωμάτων· ὡς δὲ μετ' ὀλίγον κύριος ἐγένετο τοῦ βασιλέως καὶ τῶν τέκνων καὶ τῆς βασιλείας γάζης, πολὺ μᾶλλον θαυμάζειν τὴν εὔροιαν τῆς τύχης· διακομισθέντων δὲ τῶν χρημάτων καὶ τῶν στρατιωτῶν εἰς τὴν Ἰταλίαν ἀβλαβῶς καὶ ταχέως, τόθ' ὁλοσχερῶς διαπορεῖν ἐπὶ τῷ πάντα κάλλιον ἢ προσεδόκα συντελεῖσθαι, πάντων δὲ συγχαιρόντων καὶ μακαριζόντων τὴν εὐποτμίαν αὐτοῦ τότε μάλιστα προσδέχεσθαι παρὰ τῆς τύχης σύμπτωμα· διόπερ προσεύχεσθαι τῷ θεῷ τῶν μὲν δημοσίων εἰς μηδὲν ἐμπεσεῖν τὴν μεταβολήν, ἀλλ' εἰ πάντως αὐτῷ τι πρᾶξαι δέδοκτο δυσχερές, τοῦτ' εἰς αὐτὸν ἐναπερείσασθαι. [3] διόπερ ἅμα τῷ γενέσθαι τὴν περὶ τοὺς παῖδας ἀτυχίαν ἐπὶ μὲν ταύτῃ διαφερόντως λυπηθῆναι, περὶ δὲ τῶν τῆς πατρίδος πραγμάτων εὐθαρσὴς εἶναι καθ' ὅσον ἡ τύχη τὴν παλίρροιαν καὶ τὸν φθόνον οὐκ εἰς τὸ κοινὸν τῶν πολιτῶν ἀλλ' εἰς τὸν ἴδιον ἐκείνου βίον ἀπέσκηψεν. τούτων ῥηθέντων πᾶς ὁ δῆμος τὴν μεγαλοψυχίαν αὐτοῦ ἐθαύμασεν, ἐπὶ δὲ τοῖς παισὶ πολλαπλάσιον ἔσχε συμπάθειαν.

12 [1] Ὅτι μετὰ τὴν Περσέως ἧτταν Εὐμένης ὁ βασιλεὺς μεγάλαις καὶ παραδόξοις ἐχρήσατο μεταβολαῖς. ὑπολαβὼν γὰρ ἐν ἀσφαλείᾳ κατακεῖσθαι τὴν ἰδίαν ἀρχήν, ὡς ἂν τῆς πολεμιωτάτης αὐτῷ βασιλείας καταλελυμένης, τότε μεγίστοις περιέπεσε κινδύνοις. ἀγαθὴ γὰρ ἡ τύχη τὰ βεβηκέναι δοκοῦντα ἀσφαλῶς ἀνατρέψαι, κἂν συναγωνίσηταί τι, πάλιν ἐκ μεταβολῆς ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθωθέντα.

13 [1] Ὅτι ὁ τῶν βαρβάρων Γαλατῶν στρατηγὸς ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ συναθροίσας τοὺς αἰχμαλώτους πρᾶξιν ἐπετελέσατο βαρβαρικὴν καὶ παντελῶς ὑπερήφανον. τούς τε γὰρ τοῖς εἴδεσι καλλίστους καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους καταστέψας ἔθυσε τοῖς θεοῖς, εἴ γέ τις τῶν θεῶν δέχεται τὰς τοιαύτας τιμάς· τοὺς δὲ ἄλλους πάντας κατηκόντισεν, πολλῶν μὲν ἐν αὐτοῖς γνωριζομένων διὰ τὰς προγεγενημένας ἐπιξενώσεις, οὐδενὸς δὲ διὰ τὴν φιλίαν ἐλεουμένου. καὶ θαυμαστὸν οὐδὲν εἰ βάρβαροι παρ' ἐλπίδας κατορθώσαντες ὑπὲρ ἄνθρωπον ἐχρήσαντο τοῖς εὐτυχήμασιν.

14 [1] Ὅτι ὁ Εὐμένης ξενολογήσας τά τε ὀψώνια ἅπασιν ἀπέδωκε καὶ δωρεαῖς ἐτίμησε καὶ ἐπαγγελίαις ἐψυχαγώγει πάντας, ἐκκαλούμενος τὴν εὔνοιαν, οὐχ ὁμοίως τῷ Περσεῖ. ἐκεῖνος γὰρ δισμυρίων Γαλατῶν παραγενομένων εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἀπετρίψατο τὴν τηλικαύτην συμμαχίαν, ἵνα φείσηται τῶν χρημάτων· ὁ δὲ Εὐμένης οὐ λίαν εὐπορούμενος ξενολογῶν δωρεαῖς ἐτίμα τοὺς δυναμένους μάλιστα χρείας παρέχεσθαι. τοιγαροῦν ἐκεῖνος μὲν οὐ βασιλικὴν μεγαλοφροσύνην ἀλλ' ἰδιωτικὴν τοῦ τυχόντος ἀναλαβὼν μικροψυχίαν, ἅμα τῇ βασιλείᾳ πάσῃ καὶ τὸν τηρηθέντα πλοῦτον ἐπεῖδεν αἰχμάλωτον· οὗτος δὲ τῆς νίκης πάντα δεύτερα τιθέμενος οὐ μόνον ἐκ μεγάλων κινδύνων ἐρρύσατο τὴν βασιλείαν, ἀλλὰ καὶ πᾶν τὸ τῶν Γαλατῶν ἔθνος ὑποχείριον ἐποιήσατο.

15a [1] Ὅτι καὶ Προυσίας ὁ τῆς Βιθυνίας βασιλεὺς ἧκε συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς τοὺς πολέμους κατορθώσασι στρατηγοῖς· οὗ τὸ τῆς ψυχῆς ἀγεννὲς οὐκ ἄξιον παραλιπεῖν ἀνεπισήμαντον. τῆς μὲν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαινουμένης ἀρετῆς, πολλοὶ τῶν ἐπιγινομένων προάγονται πρὸς τὸν ὅμοιον ζῆλον, τῆς δὲ τῶν φαύλων ἀνανδρίας ὀνειδιζομένης, οὐκ ὀλίγοι τῶν πρὸς τὴν κακίαν ὁρμώντων ἀποτρέπονται. διὸ καὶ χρηστέον οὐ παρέργως τῇ τῆς ἱστορίας παρρησίᾳ πρὸς ἐπανόρθωσιν τοῦ κοινοῦ βίου. [2] Ὅτι Προυσίας ἀνάξιος γεγονὼς τοῦ τῆς βασιλείας προσχήματος καὶ διατελέσας πάντα τὸν τοῦ ζῆν χρόνον αἰσχρῶς κολακεύων τοὺς ὑπερέχοντας, καί ποτε Ῥωμαίων πρὸς αὐτὸν παραγενομένων πρεσβευτῶν, τὰ μὲν τῆς βασιλείας σύμβολα, τό τε διάδημα καὶ τὴν πορφύραν, ἀπέθετο, μιμησάμενος δὲ τὴν τῶν προσφάτως ἀπελευθερουμένων παρὰ Ῥωμαίοις τάξιν ἀπήντησεν ἐξυρημένος τὴν κεφαλὴν καὶ πίλεον ἔχων λευκόν, ἔτι δὲ φορῶν τήβενναν καὶ καλίκιον, ἀσπασάμενος δὲ τοὺς πρεσβευτὰς ἀπέφαινεν ἑαυτὸν ἀπελεύθερον εἶναι Ῥωμαίων· ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. [3] Πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο, καὶ τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, κατὰ τὸ θύρετρον ἀντίον στὰς τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους ἐπιφθεγξάμενος, Χαίρετε θεοὶ σωτῆρες, ὑπερβολὴν οὐδεμίαν ἀπολιπὼν κολακείας ἀνάνδρου καὶ γυναικισμοῦ. ἀκολούθως δὲ τούτοις καὶ τὸν λόγον ἐν τῇ συγκλήτῳ ποιησάμενος, τοιαῦτα διῆλθεν ὥστε καὶ γράφειν ἡμῖν ἀπρεπὲς εἶναι. ἡ δὲ σύγκλητος τοῖς πλείστοις τῶν λεγομένων προσκόπτουσα καὶ τοῦ Προυσίου καταγινώσκουσα πρεπούσας τῇ κολακείᾳ τὰς ἀποκρίσεις ἐποιήσατο· Ῥωμαῖοι γὰρ καὶ πολεμίους ἐπ' ἀνδρείᾳ μεγαλοφρονοῦντας νικᾶν σπεύδουσιν.

15b [1] Ὅτι τῶν φίλων Πτολεμαίου Διονύσιος ὁ καλούμενος Πετοσάραπις ἐπεχείρησεν ἐξιδιοποιεῖσθαι τὰ πράγματα· παρὸ καὶ τῇ βασιλείᾳ μεγάλους κινδύνους περιέστησεν. ἰσχύων γὰρ μάλιστα τῶν περὶ τὴν αὐλὴν καὶ πάντων Αἰγυπτίων προέχων ἐν τοῖς κατὰ πόλεμον κινδύνοις κατεφρόνησε τῶν βασιλέων ἀμφοτέρων διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν. προσποιηθεὶς δὲ ὑπὸ τοῦ πρεσβυτέρου παρακεκλῆσθαι πρὸς φόνον ἐμφύλιον διέδωκε λόγον εἰς τὰ πλήθη, φάσκων ἐπιβουλεύεσθαι τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τοῦ ἀδελφοῦ. [2] συνδραμόντος δὲ τοῦ πλήθους εἰς τὸ στάδιον, καὶ πάντων παροξυνθέντων ἐπὶ τοσοῦτον ὥστε ἐπιχειρεῖν ἀνελεῖν μὲν τὸν πρεσβύτερον, ἐγχειρίσαι δὲ τῷ νεωτέρῳ τὴν βασιλείαν, ἀπαγγελθείσης δὲ τῆς ταραχῆς εἰς τὴν αὐλήν, ὁ βασιλεὺς μεταπεμψάμενος τὸν ἀδελφὸν ἀπελογεῖτο μετὰ δακρύων, μὴ πιστεύειν τῷ τὴν βασιλείαν ἐπιχειροῦντι σφετερίσασθαι καὶ τῆς ἀμφοτέρων ἡλικίας καταπεφρονηκότι· εἰ δ' ἔτι διστάζων τῇ διανοίᾳ φοβεῖται, παραλαμβάνειν αὐτὸν ἐκέλευσε καὶ τὸ διάδημα καὶ τὴν ἀρχήν. [3] ταχὺ δὲ τοῦ μειρακίου τὸν ἀδελφὸν ἀπολύοντος τῆς ὑποψίας, ἀμφότεροι βασιλικὰς ἀναλαβόντες στολὰς ἐξῆλθον εἰς τὸ πλῆθος, φανερὸν ποιοῦντες πᾶσιν ὡς ὁμονοοῦσιν. ὁ δὲ Διονύσιος ἀποτυχὼν τῆς ἐπιβολῆς ἐκποδὼν ἑαυτὸν ἐποίησε· καὶ τὸ μὲν πρῶτον διαπεμπόμενος ἔπειθε τῶν στρατιωτῶν τοὺς οἰκείους ἀποστάσεως κοινωνεῖν τῶν ἐλπίδων, εἶτα εἰς Ἐλευσὶν ἀναχωρήσας προσεδέχετο τοὺς νεωτερίζειν προαιρουμένους, καὶ τῶν ταραχωδῶν στρατιωτῶν ἀθροισθέντων εἰς τετρακισχιλίους ... [4] ὁ δὲ βασιλεὺς ἐπ' αὐτοὺς στρατεύσας καὶ νικήσας, καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ διώξας, συνηνάγκασε τὸν Διονύσιον γυμνὸν διανήξασθαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ καὶ τὴν ἀναχώρησιν εἰς τοὺς Αἰγυπτίους ποιησάμενον ἀνασείειν τὰ πλήθη πρὸς ἀπόστασιν. δραστικὸς δὲ ὢν καὶ μεγάλης ἀποδοχῆς τετευχὼς παρὰ τοῖς Αἰγυπτίοις ταχὺ πολλοὺς ἔσχε τοὺς κοινοπραγεῖν βουλομένους.

16 [1] Ὅτι ἔνιαι τῶν ἐπιβολῶν τοῦ Ἀντιόχου καὶ τῶν πράξεων βασιλικαὶ καὶ θαυμάσιαι τελέως ἦσαν, τινὲς δὲ πάλιν οὕτως εὐτελεῖς καὶ ληρώδεις ὥσθ' ὁλοσχερῶς ὑπὸ πάντων καταφρονεῖσθαι. συντελῶν γὰρ τοὺς ἀγῶνας πρῶτον μὲν ἐναντίαν τοῖς ἄλλοις βασιλεῦσι ἔσχε προαίρεσιν. ἐκεῖνοι γὰρ αὔξοντες τὴν ἰδίαν βασιλείαν καὶ δυνάμεσι καὶ χρημάτων πλήθεσι, καθὸ οἷοί τ' ἦσαν ἐπεκρύπτοντο τὴν αἵρεσιν διὰ τὴν Ῥωμαίων ὑπεροχήν· οὗτος δὲ τὴν ἐναντίαν λαβὼν διάθεσιν συνήγαγεν σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τοὺς ἐπιφανεστάτους ἄνδρας εἰς τὴν πανήγυριν, καὶ πάντα τὰ τοῦ βασιλείου μέρη διαφερόντως ἐκόσμησεν, εἰς ἕνα δὲ τόπον ἀθροίσας καὶ καθάπερ ἐπὶ σκηνὴν ἀναβιβάσας τὴν βασιλείαν ἅπασαν ἐποίησε μηδὲν ἀγνοεῖν τῶν περὶ αὐτόν. [2] Ὅτι τοὺς πολυτελεῖς ἀγῶνας καὶ τὴν θαυμαστὴν πανήγυριν ἐκτελέσας ὁ Ἀντίοχος πάντας τοὺς πρὶν ὑπερέβαλεν· ὁ δὲ δι' αὐτοῦ χειρισμὸς πολλῆς εὐτελείας καὶ καταφρονήσεως ἦν οἰκεῖος. παρέτρεχε γὰρ παρὰ τὴν πομπὴν ἱππάριον ἔχων εὐτελὲς καὶ τοὺς μὲν προάγειν κελεύων, τοὺς δὲ ἐπέχειν, ἄλλους δὲ ὡς ἔτυχε διατάττων· ὥστε εἴ τις ἀφεῖλεν αὐτοῦ τὸ διάδημα, μηδέν' ἂν τῶν ἀγνοούντων πιστεῦσαι τοῦτον εἶναι τὸν βασιλέα τὸν τῶν ὅλων κύριον, ὁρῶντα μηδ' ὑπηρέτου μετρίου φαντασίαν ἔχοντα. ἐν δὲ τοῖς πότοις αὐτὸς ἐφιστάμενος ταῖς εἰσόδοις οὓς μὲν εἰσῆγεν οὓς δὲ ἀνέκλινεν, καὶ τοὺς διακόνους τοὺς τὰς παραθέσεις φέροντας διέταττεν. [3] ἀκολούθως δὲ τούτοις προσιὼν τοῖς εὐωχουμένοις, εἰ τύχοι, ποτὲ μὲν ἐκάθιζεν ποτὲ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποτιθέμενος τὸ ποτήριον, ποτὲ δὲ ῥίπτων τὸν ψωμὸν ἀνεπήδα καὶ μετανίστατο, καὶ περιῄει πάντα τὸν πότον, προπόσεις λαμβάνων ὀρθός τε καὶ τοῖς ἀκροάμασι προσπαίζων. καὶ δή ποτε προκοπτούσης ἐπὶ πολὺ τῆς ἑστιάσεως καὶ τῶν πλειόνων ἤδη κεχωρισμένων, ἧκεν ὑπὸ τῶν μίμων ἐκφερόμενος περικεκαλυμμένος· τεθεὶς δὲ ἐπὶ τὴν γῆν ὑπὸ τῶν συμπαιζόντων, μετὰ ταῦτα τῆς συμφωνίας προκαλουμένης ἀνεπήδα γυμνὸς καὶ τοῖς μίμοις προσπαίζων ὠρχεῖτο τῶν ὀρχήσεων τὰς γέλωτα καὶ χλευασμὸν εἰωθυίας ἐπισπᾶσθαι, ὡς πάντας αἰσχυνθέντας ἐπὶ τοῖς πραττομένοις φεύγειν ἐκ τοῦ πότου, καὶ ἕκαστον τῶν ἀπηντηκότων ἐπὶ τὴν πανήγυριν, ὅτε μὲν εἰς τὴν ὑπερβολὴν τῆς χορηγίας ἐμβλέψαι καὶ τὴν ἐν τοῖς ἀγῶσι καὶ πομπείαις οἰκονομίαν καὶ διάταξιν τῶν ὅλων, καταπλήττεσθαι καὶ θαυμάζειν καὶ τὸν βασιλέα καὶ τὴν βασιλείαν, ὅτε δὲ εἰς αὐτὸν ἀτενίσαι καὶ τὸ τῶν ἐπιτηδευμάτων κατεγνωσμένον, ἀπιστεῖν εἰ περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τοσαύτην ἀρετὴν καὶ κακίαν ὑπάρξαι δυνατόν ἐστιν.

17α [1] Ὅτι τούτων συντελεσθέντων ἧκον οἱ τοῦ Γράκχου πρεσβευταὶ κατασκεψόμενοι τὴν βασιλείαν. οἷς ὁ βασιλεὺς ὡμίλησε φιλοφρόνως, ὥστε μηδὲν ὑποπτεῦσαι περὶ αὐτοῦ πραγματικὸν ἢ διαφορᾶς ἔμφασιν ἔχον τῆς δοκούσης ὑποικουρεῖν ἐκ τῆς κατὰ τὴν Αἴγυπτον γενομένης προσκοπῆς. οὐκ ἦν δὲ τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ καὶ τοὐναντίον ἀλλοτριώτατα διέκειτο πρὸς Ῥωμαίους.

17β [1] Ὅτι Ἀρτάξης ὁ τῆς Ἀρμενίας βασιλεὺς ἀποστὰς Ἀντιόχου πόλιν ἔκτισεν ἐπώνυμον ἑαυτοῦ καὶ δυνάμεις ἁδρὰς συνήγαγεν. ὁ δὲ Ἀντίοχος ἰσχύων κατ' ἐκείνους τοὺς χρόνους ὡς οὐδεὶς τῶν ἄλλων βασιλέων ἐστράτευσεν ἐπ' αὐτὸν καὶ νικήσας ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον.

17γ [1] Ὅτι πάλιν ἄλλη κίνησις συνέστη κατὰ τὴν Θηβαΐδα, ἐμπεσούσης ὁρμῆς τοῖς πλήθεσι πρὸς ἀπόστασιν. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἀναζεύξας ἐπ' αὐτοὺς μετὰ πολλῆς δυνάμεως τὰ μὲν ἄλλα μέρη τῆς Θηβαΐδος ῥᾳδίως προσηγάγετο, τῆς δὲ καλουμένης Πανῶν πόλεως βεβηκυίας ἐπί τινος ἀρχαίου χώματος καὶ δοκούσης ὀχυρᾶς εἶναι ἐκ δυσπροσίτου, συνέδραμον εἰς ταύτην οἱ πρακτικώτατοι τῶν ἀφεστηκότων. Πτολεμαῖος δὲ τήν τε ἀπόνοιαν †ἐν Αἰγυπτίων καὶ τοῦ τόπου τὴν ὀχυρότητα, συνίστατο πολιορκίαν καὶ πᾶσαν κακοπάθειαν ὑπομείνας ἐκράτησε τῆς πόλεως, καὶ κολάσας τοὺς αἰτίους ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν.

7 [2] Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους πολλῶν παραγεγονότων πρεσβευτῶν, πρώτοις τοῖς περὶ Ἄτταλον ἐχρημάτισεν ἡ σύγκλητος· ὑπόπτως γὰρ εἶχον οἱ Ῥωμαῖοι τὰ πρὸς τὸν Εὐμένη ἕνεκεν τῶν γραμμάτων τῶν εὑρημένων, ἐν οἷς συμμαχίαν ἦν συντεθειμένος πρὸς Περσέα κατὰ Ῥωμαίων. κατηγορησάντων δὲ πλειόνων ἀπὸ τῆς Ἀσίας πρεσβευτῶν καὶ μάλιστα τῶν ἀπεσταλμένων παρὰ Προυσίου βασιλέως καὶ Γαλατῶν, οἱ περὶ τὸν Ἄτταλον ἐνδεχομένως ἀπολογησάμενοι πρὸς ἕκαστον τῶν ἐγκαλουμένων οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν οἰκείαν. ἡ δὲ σύγκλητος οὐ κατὰ πᾶν ἔληγε τῆς κατ' Εὐμένους ὑποψίας, προχειρισαμένη δὲ Γάϊον ἐξαπέστειλε κατοπτεύσοντα τὰ κατὰ τὸν Εὐμένη.

18α [1] Ὅτι τοῦ Πτολεμαίου τοῦ βασιλέως ἐκπεσόντος καὶ πεζῇ ἀπερχομένου εἰς Ῥώμην, ἐγνώρισεν αὐτὸν ὁ Δημήτριος ὁ τοῦ Σελεύκου, καὶ θαυμάσας τὸ παράδοξον ἐποίησέ τι βασιλικὸν καὶ μεγαλοπρεπὲς δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως. παραχρῆμα γὰρ προχειρισάμενος βασιλικὴν ἐσθῆτα καὶ διάδημα, πρὸς δὲ τούτοις καὶ ἵππον πολυτελῆ χρυσοφάλαρον, μετὰ τῶν ἰδίων παίδων ἀπήντησε τῷ Πτολεμαίῳ. συμμίξας δὲ αὐτῷ τῆς πόλεως ἀπὸ διακοσίων σταδίων καὶ φιλοφρόνως ἀσπασάμενος παρεκάλει κοσμηθέντα τοῖς τῆς βασιλείας παρασήμοις ἀξίαν ἑαυτοῦ ποιήσασθαι τὴν εἰς τὴν Ῥώμην εἴσοδον, ἵνα μὴ τελείως εὐκαταφρόνητος εἶναι δόξῃ. ὁ δὲ Πτολεμαῖος τὴν μὲν προθυμίαν ἀπεδέξατο, τοσοῦτον δὲ ἀπέσχε τοῦ δέξασθαί τι τῶν διδομένων ὥστε καὶ τὸν Δημήτριον ἠξίωσεν ἔν τινι τῶν κατὰ τὴν ὁδὸν πόλεων καταμεῖναι καὶ τοὺς περὶ τὸν Ἀρχίαν μετ' αὐτοῦ. [2] Ὅτι ὁ Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου, ἐκπεσὼν τῆς βασιλείας παρὰ τοῦ ἰδίου ἀδελφοῦ, ἐν ἰδιώτου σχήματι οἰκτρῷ κατήντησεν εἰς τὴν Ῥώμην μετὰ σπάδωνος ἑνὸς καὶ τριῶν παίδων. πεπυσμένος δὲ κατὰ τὴν πορείαν τὸ κατάλυμα τὸ τοῦ Δημητρίου τοῦ τοπογράφου, πρὸς τοῦτον ζητήσας κατέλυσε πεφιλοξενημένον ὑπ' αὐτοῦ πλεονάκις ἐν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν ἐπιδημίᾳ· ᾤκει δὲ ἐν ὑπερῴῳ στενῷ καὶ παντελῶς εὐτελεῖ διὰ τὸ μέγεθος τῶν ἐν τῇ Ῥώμῃ μισθῶν. [3] ὥστε τίς ἂν πιστεύσειεν τοῖς ὑπὸ τῶν πολλῶν νομιζομένοις ἀγαθοῖς ἢ τοὺς ὑπὲρ τὸ μέτριον εὐτυχοῦντας μακαριστοὺς ἡγήσαιτο; ὀξυτέραν γὰρ καὶ μείζονα μεταβολὴν τύχης καὶ περιπέτειαν οὕτως ἀνέλπιστον οὐκ ἄν τις ἑτέραν ῥᾳδίως εὕροι. οὐδεμιᾶς γὰρ αἰτίας ἀξιολόγου γενομένης, τὸ τηλικοῦτο τῆς βασιλείας ἀξίωμα πρὸς ἰδιωτικὴν ταπεινότητα τύχης ἐπεπτώκει, καὶ ὁ τοσαύταις μυριάσιν ἐλευθέρων ἐπιτάττων ἄφνω τρεῖς οἰκέτας ἔσχε μόνον περιλελειμμένους ἀπὸ τῶν τῆς ἰδίας τύχης ναυαγίων.

18β [1] Polybius et Diodorus qui Bibliothecarum scribunt historias, narrant eum non solum contra Deum fecisse Judaeae, sed avaritiae facibus accensum, a δaa εa, a ditissimum, spoliare conatum: oppressumque a custodibus templi et vicinis circum gentibus, et quibusdam aa a amentiam, ac postremum morbo interiisse et hoc ei accidisse commemorant, quia templum Dianae violare conatus est.

20 [1] Ὅτι τοῦ Ἀντιπάτρου ταῖς ἀνάγκαις ἐναποθανόντος, Ἀσκληπιάδην τὸν ἐπὶ τῆς πόλεως τεταγμένον ἤγαγον βοῶντα διότι Τιμόθεος τοῦτο τὸ δρᾶμα συντέθεικε καὶ τὸ μειράκιον προκεκλημένος εἴη πρὸς ἄδικον καὶ ἀσεβῆ τιμωρίαν τἀδελφοῦ. τοῦ δὲ πλήθους τῶν ἡγεμόνων ἐκ τούτου κατ' ὀλίγον ἔννοιαν λαμβάνοντος τῆς ὅλης ῥᾳδιουργίας καὶ τοὺς ἀνήκεστα πάσχοντας ἐλεοῦντος, φοβηθέντες οἱ περὶ Τιμόθεον τοὺς λοιποὺς τῶν καταιτιαθέντων ἀπολύσαντες τῶν βασάνων κατ' ἰδίαν ἐπανείλαντο.

17δ [1] Ὅτι μετὰ τὴν τοῦ Τιμοθέου ἀναίρεσιν τὰ πλήθη ... καὶ τῷ βασιλεῖ δυσχεραίνοντες κατὰ τὴν Ἀλεξάνδρειαν ἐπὶ τοῖς τετολμημένοις κατὰ τἀδελφοῦ, τήν τε θεραπείαν τὴν βασιλικὴν περιέσπασαν καὶ τὸν πρεσβύτερον Πτολεμαῖον ἐκ τῆς Κύπρου μετεπέμποντο.

19α [1] Ὅτι λέγουσιν ἑαυτοὺς οἱ τῆς Καππαδοκίας βασιλεῖς εἰς Κῦρον ἀναφέρειν τὸ γένος τὸν ἐν Πέρσαις, διαβεβαιοῦνται δὲ καὶ τῶν ἑπτὰ Περσῶν τῶν τὸν μάγον ἐπανελομένων ἑνὸς ὑπάρχειν ἀπόγονοι. καὶ τὴν μὲν ἀπὸ Κύρου συγγένειαν οὕτω καταριθμοῦνται. Καμβύσου τοῦ Κύρου πατρὸς ἀδελφὴν ὑπάρξαι γνησίαν Ἄτοσσαν· ταύτης δὲ καὶ Φαρνάκου τοῦ Καππαδοκίας βασιλέως γενέσθαι παῖδα Γάλλον, καὶ τούτου γενέσθαι Σμέρδιν, οὗ Ἀρτάμνην, τοῦ δὲ Ἀναφᾶν, ὃν καὶ διενεγκεῖν μὲν ἀνδρείᾳ καὶ τόλμῃ, γενέσθαι δ' ἕνα τῶν ἑπτὰ Περσῶν. [2] τὴν μὲν οὖν εἰς Κῦρον συγγένειαν οὕτω γενεαλογοῦσι καὶ τὴν εἰς Ἀναφᾶν, ᾧ φασι δι' ἀνδρείαν συγχωρηθῆναι τὴν Καππαδοκίας δυναστείαν, ὥστε μὴ τελεῖν φόρους Πέρσαις. οὗ τελευτήσαντος ὁμώνυμος υἱὸς ἄρχει. μετὰ δὲ τὴν τούτου τελευτὴν ἀπολειφθέντων δυοῖν υἱοῖν, Δατάμου καὶ Ἀριμναίου, διαδέξασθαι τὴν ἀρχὴν Δατάμην, ἄνδρα καὶ κατὰ πόλεμον καὶ κατ' ἄλλα μέρη τῆς βασιλείας ἐπαινούμενον, ὃς Πέρσαις διὰ μάχης ἐλθὼν καὶ λαμπρῶς κατὰ τὴν μάχην ἀγωνισάμενος ἐν αὐτῇ τελευτᾷ. διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀριάμνης, οὗ γίνονται παῖδες Ἀριαράθης καὶ Ὁλοφέρνης· οὗτος δὲ ἔτη πεντήκοντα δυναστεύσας καὶ μηδὲν ἔργον ἄξιον μνήμης πράξας τελευτᾷ. [3] τὴν δὲ ἀρχὴν διεδέξατο ὁ πρεσβύτερος τῶν υἱῶν Ἀριαράθης, ὃς φιλοστοργῆσαι διαφερόντως λέγεται τὸν ἀδελφόν, καὶ προάγειν αὐτὸν εἰς τὰς ἐπιφανεστάτας τάξεις· ὃν καὶ Πέρσαις κατ' Αἰγυπτίων ἀποσταλέντα συμμαχῆσαι μετὰ μεγάλων τιμῶν ἐπανελθεῖν, ἃς Ὦχος ὁ Περσῶν βασιλεὺς ὑπὲρ ἀνδρείας ἐδίδου, καὶ τὸν βίον ἐν τῇ πατρίδι λιπεῖν, υἱοὺς ἐγκαταλιπόντα Ἀριαράθην καὶ Ἀρύσην. [4] ὁ δὲ ἀδελφὸς καὶ τῆς Καππαδοκίας ἔχων τὴν ἀρχήν, οὐ γὰρ ἦν αὐτῷ γονὴ γνησία, τὸν πρεσβύτερον τῶν παίδων τἀδελφοῦ Ἀριαράθην υἱοποιεῖται. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀλέξανδρος ὁ Μακεδὼν καταπολεμεῖ μὲν Πέρσας, εἶτα καὶ τελευτᾷ, καὶ Περδίκκας ὁ τῶν ὅλων τότε ἡγούμενος Εὐμένη πέμπει Καππαδοκίας στρατηγόν. καὶ καταπολεμηθέντος Ἀριαράθου πεσόντος τε ἐν τῇ μάχῃ, αὐτή τε ἡ Καππαδοκία καὶ τὰ πλησιόχωρα αὐτῆς ἔπεσεν ὑπὸ Μακεδόνας. [5] Ἀριαράθης δὲ ὁ τοῦ προβεβασιλευκότος υἱὸς ἀπελπίσας κατὰ τὸ παρὸν ἀποχωρεῖ μετ' ὀλίγων πρὸς τὴν Ἀρμενίαν. μετ' οὐ πολὺν δὲ χρόνον τῶν περὶ τὸν Εὐμένη καὶ Περδίκκαν τελευτησάντων, Ἀντιγόνου δὲ καὶ Σελεύκου περισπωμένων, λαβὼν δύναμιν παρὰ τοῦ βασιλέως τῶν Ἀρμενίων Ἀρδοάτου, τὸν μὲν τῶν Μακεδόνων στρατηγὸν Ἀμύνταν ἀπέκτεινεν, ἐξέβαλε δὲ καὶ Μακεδόνας ταχέως τῆς χώρας, καὶ τὴν οἰκείαν ἀρχὴν ἀνεκτήσατο. [6] τούτῳ δὲ τριῶν παίδων γενομένων, παρέλαβε τὴν βασιλείαν ὁ πρεσβύτατος Ἀριάμνης· ὃς ἐπιγαμίαν πρὸς Ἀντίοχον ποιησάμενος τὸν ἐπονομασθέντα Θεόν, τὴν τούτου θυγατέρα Στρατονίκην συνῴκισε τῷ πρεσβυτέρῳ τῶν υἱῶν Ἀριαράθῃ. ὑπάρχων δὲ φιλότεκνος διαφερόντως περιέθετο τῷ παιδὶ διάδημα, καὶ συνάρχειν πάντων τῶν τῆς βασιλείας προτερημάτων ἐπ' ἴσης μεταδίδωσι. τοῦ δὲ πατρὸς τελευτήσαντος, Ἀριαράθης βασιλεύει καθ' ἑαυτόν, καὶ μεταλλάσσων τὸν βίον κατέλιπε τὴν βασιλείαν Ἀριαράθῃ τῷ υἱῷ, νηπίῳ παντελῶς ὄντι τὴν ἡλικίαν. [7] οὗτος δὲ ἔγημε θυγατέρα τοῦ Μεγάλου κληθέντος Ἀντιόχου, ὀνομαζομένην Ἀντιοχίδα, πανοῦργον μάλιστα. ταύτην δὲ μὴ γινομένων τέκνων ὑποβαλέσθαι δύο παῖδας ἀγνοοῦντος τοῦ ἀνδρὸς Ἀριαράθην καὶ Ὁλοφέρνην. μετὰ δέ τινα χρόνον τῆς φύσεως ἐπιδεξαμένης ἀνελπίστως τεκεῖν αὐτὴν δύο μὲν θυγατέρας, υἱὸν δὲ ἕνα τὸν ὀνομασθέντα Μιθριδάτην. ἐξ οὗ τοὺς ὑποβολιμαίους ἀναδιδαξαμένην τἀνδρὶ τὸν μὲν πρεσβύτερον μετὰ συμμέτρου χορηγίας εἰς Ῥώμην ἀποσταλῆναι παρασκευάσαι, τὸν δὲ νεώτερον εἰς τὴν Ἰωνίαν χάριν τοῦ μὴ διαμφισβητεῖν ὑπὲρ τῆς βασιλείας τῷ γνησίῳ. τοῦτον δὲ ἀνδρωθέντα καὶ Ἀριαράθην φασὶ μετονομασθῆναι, παιδείας τε Ἑλληνικῆς μετασχεῖν, καὶ κατὰ τὴν ἄλλην ἐπαινεῖσθαι ἀρετήν. [8] καὶ ὁ μὲν πατὴρ φιλοπάτορι ὄντι τῷ υἱῷ ἔσπευδεν ἀποδοῦναι τὴν τοῦ φιλοτέκνου σπουδήν, καὶ ἐπὶ τοσοῦτον αὐτοῖς προέβη τὰ τῆς πρὸς ἀλλήλους εὐνοίας ὥστε ὁ μὲν πατὴρ ἐξίστασθαι τῆς ὅλης ἀρχῆς ἠγωνίζετο τῷ παιδί, ὁ δὲ ἀδύνατον ἐδείκνυ δέξασθαι αὑτὸν παρὰ γονέων ἔτι ζώντων τὴν τοιαύτην χάριτα. οὗτος τὸν πατέρα τοῦ πεπρωμένου καταλαβόντος διεδέξατο τὴν βασιλείαν, τήν τε ἄλλην ἀγωγὴν τοῦ βίου ἀξιολογωτάτην ἐνδεικνύμενος καὶ φιλοσοφίᾳ προσανέχων, ἐξ οὗ καὶ ἡ παρὰ τοῖς Ἕλλησιν ἀγνοουμένη πάλαι Καππαδοκία τότε τοῖς πεπαιδευμένοις ἐμβιωτήριον ὑπῆρχεν. ἀνενεώσατο δ' οὗτος καὶ τὴν πρὸς Ῥωμαίους φιλίαν τε καὶ συμμαχίαν. ἀλλὰ τὰ μὲν περὶ τῆς εἰς Κῦρον ἀναφορᾶς τῶν μέχρι τοῦδε τῆς Καππαδοκίας βασιλευσάντων ἐν τούτοις. [9] Καππαδόκων βασιλεῖς ἑπτά, χρόνους ἑκατὸν ἑξήκοντα διαρκέσαντες, κατὰ τούτους ἤρξαντο τοὺς χρόνους, ὡς Διόδωρος γράφει.

21 [1] Ὅτι ὁ Φιλοπάτωρ κληθεὶς Ἀριαράθης διαδεξάμενος τὴν πατρῴαν βασιλείαν, πρῶτον μὲν τὸν πατέρα μεγαλοπρεπῶς ἔθαψεν· ἔπειτα τῶν τε φίλων καὶ τῶν ἐφ' ἡγεμονίας τεταγμένων καὶ τῶν ἄλλων τῶν ὑποτεταγμένων τὴν καθήκουσαν ἐπιμέλειαν ποιησάμενος, μεγάλην εὔνοιαν παρὰ τοῖς πλήθεσιν ἀπηνέγκατο.

22 [1] Ὅτι τὸν Μιθροβουζάνην ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταγαγόντος Ἀριαράθου, Ἀρταξίας ὁ τῆς Ἀρμενίας βασιλεὺς οὐκ ἀφιστάμενος τῆς ἐξ ἀρχῆς πλεονεξίας πρέσβεις ἀπέστειλε πρὸς Ἀριαράθην, παρακαλῶν συμφρονῆσαι, καὶ τῶν νεανίσκων ἑκάτερον τὸν παρ' ἑαυτῷ διαχειρισάμενον διελέσθαι τὴν Σωφηνήν. ὁ δὲ Ἀριαράθης πολὺ κεχωρισμένος τῆς τοιαύτης ῥᾳδιουργίας τοῖς πρεσβευταῖς ἐπέπληξε, καὶ πρὸς Ἀρταξίαν ἔγραψε παρακαλῶν αὐτὸν ἀπέχεσθαι τῶν τοιούτων ἔργων. Ἀριαράθης μὲν οὖν ἀκολούθως, οὕτω γενηθείσης τῆς πράξεως, οὐ μετρίως ηὔξησε τὴν περὶ αὑτοῦ δόξαν· ὁ δὲ Μιθροβουζάνης διὰ τὴν θαυμαζομένην τοῦ καταγαγόντος αὐτὸν πίστιν καὶ καλοκἀγαθίαν ἐκράτησε τῆς πατρῴας ἀρχῆς.

19β [1] Ὅτι ὁ τῆς Κομμαγηνῆς ἐπιστάτης Πτολεμαῖος ἔτι μὲν καὶ πρότερον καταφρονήσας τῶν Συριακῶν βασιλέων ἀποστάτης ἐγένετο, καὶ διὰ τοὺς ἰδίους ἐκείνων περισπασμοὺς ἀδεῶς τῆς χώρας ἐδυνάστευσε, μάλιστα πιστεύων ταῖς τῶν τόπων ὀχυρότησιν· καὶ οὐκ ἀρκούμενος τῇ πλεονεξίᾳ ταύτῃ, συναγαγὼν δύναμιν ἐνέβαλεν εἰς τὴν καλουμένην Μελιτηνὴν οὖσαν τῆς Καππαδοκίας καὶ τεταγμένην ὑπὸ Ἀριαράθην, καὶ τοὺς εὐθέτους προκατέλαβε τόπους. στρατεύσαντος δὲ ἐπ' αὐτὸν μετὰ πολλῆς δυνάμεως Ἀριαράθου, ἀνεχώρησεν εἰς τὴν ἰδίαν ἐπαρχίαν.

23 [1] Ὅτι ἧκον πρεσβευταὶ εἰς Ῥώμην παρά τε τοῦ νεωτέρου Πτολεμαίου καὶ παρὰ τοῦ πρεσβυτέρου. δοθέντος δὲ αὐτοῖς ἐν τῷ συνεδρίῳ λόγου, διακούσασα ἡ σύγκλητος τὰ κατὰ μέρος ἐδογμάτισε τοὺς μὲν παρὰ τοῦ πρεσβυτέρου Πτολεμαίου πρεσβευτὰς ἐν ἡμέραις πέντε ταῖς πάσαις ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, καὶ τὴν συμμαχίαν ἀνελεῖν τὴν πρὸς αὐτόν, πρὸς δὲ τὸν νεώτερον Πτολεμαῖον πέμψαι πρεσβευτὰς τοὺς ἐμφανιοῦντας αὐτῷ τὴν εὔνοιαν τῆς συγκλήτου καὶ τὰ διασεσαφημένα τἀδελφῷ.

24 [1] Ὅτι νεανίσκων τινῶν πριαμένων ἐρώμενον μὲν ταλάντου, κεράμιον δὲ Ποντικοῦ ταρίχου τριακοσίων δραχμῶν Ἀττικῶν Μάρκος Πόρκιος Κάτων, τῶν εὐδοκιμουμένων ἀνδρῶν, εἶπεν ἐν τῷ δήμῳ διότι μάλιστα δύνανται κατιδεῖν ἐκ τούτου τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀγωγῆς καὶ πολιτείας διαστροφήν, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν ἐρώμενοι τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν.

25 [1] Ὅτι ὁ Αἰμίλιος ὁ Περσέα καταπολεμήσας τιμητὴς ὢν καὶ σχεδὸν ἐν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς πρωτεύων τῶν πολιτῶν ἐτελεύτησεν. ὡς δὲ ἡ περὶ αὐτοῦ φήμη τῆς τελευτῆς διεδόθη καὶ συνήγγιζεν ὁ τῆς ἐκφορᾶς καιρός, τοιαύτην συνέβη γενέσθαι πάσης τῆς πόλεως συμπάθειαν ὥστε μὴ μόνον τοὺς ἐργαστηριακοὺς καὶ τὸν ἄλλον ὄχλον συντρέχειν, ἀλλὰ καὶ τοὺς ἄρχοντας καὶ τὴν σύγκλητον ὑπερθέσθαι τοὺς χρηματισμούς. ἀκολούθως δὲ τούτοις καὶ τῶν περιοικουσῶν τὴν Ῥώμην πόλεων ὅσαις ὁ χρόνος τὴν ἀναστροφὴν ἐδίδου ἐλθεῖν πρὸς τὸν τῆς ἐκφορᾶς καιρόν, κατήντων εἰς τὴν Ῥώμην σχεδόν τι πανδημεὶ μετὰ προθυμίας, ἅμα θεασόμενοι καὶ τιμήσοντες τὸν μετηλλαχότα. [2] Ὅτι περὶ Λευκίου Αἰμιλίου τοῦ Περσέα καταπολεμήσαντος τῆς ταφῆς διερχόμενος, καὶ λαμπρὰν αὐτὴν ἐς τὰ μάλιστα γενέσθαι λέγων ἐπάγει· τῶν γὰρ Ῥωμαίων οἱ ταῖς εὐγενείαις καὶ προγόνων δόξῃ διαφέροντες μετὰ τὴν τελευτὴν εἰδωλοποιοῦνται κατά τε τὴν τοῦ χαρακτῆρος ὁμοιότητα καὶ κατὰ τὴν ὅλην τοῦ σώματος περιγραφήν, μιμητὰς ἔχοντες ἐκ παντὸς τοῦ βίου παρατετηρηκότας τήν τε πορείαν καὶ τὰς κατὰ μέρος ἰδιότητας τῆς ἐμφάσεως. παραπλησίως δὲ καὶ τῶν προγόνων ἕκαστος προηγεῖται τοιαύτην ἔχων διασκευὴν καὶ κόσμον ὥστε τοὺς θεωμένους διὰ τῆς ἐκ τούτων ἐμφάσεως γινώσκειν ἐφ' ὅσον ἕκαστοι τιμῆς προήχθησαν καὶ μετέσχον τῶν ἐν τῇ πολιτείᾳ καλῶν.

26 [1] Ὅτι ὁ αὐτὸς Αἰμίλιος οἷος ἐν τῷ ζῆν ὑπάρχειν τὴν ψυχὴν ἐδοξάζετο, τοιοῦτον ἀπέλιπε τὸν βίον μεταλλάττων. πλεῖστον μὲν γὰρ τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν κομίσας εἰς τὴν Ῥώμην, μεγίστων δὲ θησαυρῶν τῶν κατὰ Μακεδονίαν ἐγκρατὴς γενόμενος, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας, τοσοῦτον ἀπέσχετο τοῦ σφετερίσασθαί τι τῶν χρημάτων ὥστε μετὰ τὴν τελευτὴν τοὺς υἱοὺς αὐτοῦ τοὺς δοθέντας εἰς υἱοθεσίαν διαδεξαμένους τὴν κληρονομίαν ἐκ πάντων τῶν ἐπίπλων μὴ δύνασθαι διαλῦσαι τῇ γυναικὶ τὴν φερνήν, εἰ μὴ καὶ τῶν ἐγγείων κτημάτων ἔνια προσαπέδοντο. [2] διὸ καὶ πολλοῖς ἔδοξεν ὑπερβεβηκέναι κατὰ τὴν ἀφιλαργυρίαν τοὺς παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος θαυμασθέντας Ἀριστείδην τε καὶ Ἐπαμινώνδαν. ἐκείνους μὲν γὰρ διδομένων χρημάτων ἐπὶ τῷ λυσιτελεῖ τῶν διδόντων ἀπέχεσθαι τῆς δωρεᾶς, τοῦτον δὲ αὐτὸν ἐξουσίαν ἔχοντα λαβεῖν ὁπόσα βούλοιτο μηδενὸς τῶν τοιούτων ἐπιθυμῆσαι. εἰ δὲ ἄπιστόν τισι φαίνεται τὸ λεγόμενον, ἐκεῖνο δεῖ λογίζεσθαι, ὅτι οὐ χρὴ τὴν τῶν ἀρχαίων ἀφιλαργυρίαν ἐκ τῆς νῦν Ῥωμαίων πλεονεξίας τεκμαίρεσθαι. ἐπὶ γὰρ τοῦ καθ' ἡμᾶς βίου μεγίστην ὁρμὴν τοῦτο τὸ ἔθνος ἐσχηκέναι δοκεῖ πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν. [3] Ἐπεὶ δὲ περὶ ἀνδρὸς νῦν ἐμνήσθην ἀγαθοῦ, βούλομαι βραχέα διελθεῖν περὶ τῆς Σκιπίωνος διαγωγῆς τοῦ Νομαντίαν ὕστερον κατασκάψαντος, ὅπως μὴ παράδοξός τισιν ἡ προκοπὴ τούτου δόξῃ γεγονέναι κατὰ τοὺς ὕστερον χρόνους, ἀγνοουμένης τῆς κατὰ τὴν νεότητα περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων σπουδῆς. [4] Πόπλιος τοίνυν Σκιπίων Αἰμιλίου μὲν τοῦ Περσέα θριαμβεύσαντος ἦν κατὰ φύσιν υἱός, καθάπερ ἤδη προείρηται, δοθεὶς δὲ εἰς υἱοθεσίαν Σκιπίωνι τῷ παιδὶ τοῦ τὸν Ἀννίβαν καὶ Καρχηδονίους καταπολεμήσαντος ἔσχε κατὰ θέσιν πάππον Σκιπίωνα τὸν Ἀφρικανὸν προσαγορευθέντα, μέγιστον τῶν πρὸ αὐτοῦ Ῥωμαίων. ἀπὸ δὲ τοιαύτης ῥίζης γεγονὼς καὶ τηλικοῦτο βάρος οἰκίας καὶ γένους διαδεδεγμένος ἄξιος ἐφάνη τῆς τῶν προγόνων δόξης. [5] ἐκ παίδων γὰρ Ἑλληνικῆς παιδείας ἐπὶ πολὺ μεταλαβών, καὶ γεγονὼς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὀκτωκαίδεκα ἐτῶν, ἔδωκεν ἑαυτὸν πρὸς τοὺς ἐν φιλοσοφίᾳ λόγους, λαβὼν ἐπιστάτην Πολύβιον τὸν Μεγαλοπολίτην τὸν τὰς ἱστορίας συντεταγμένον. τούτῳ δὲ συμβιώσας καὶ πάσης ἀρετῆς ζηλωτὴς γενόμενος οὐχ οἷον τῶν ἡλικιωτῶν ἀλλὰ καὶ τῶν πρεσβυτέρων πάντων πολὺ προέσχε σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ καὶ μεγαλοψυχίᾳ καὶ καθόλου πᾶσι τοῖς τῆς ἀρετῆς γένεσι. [6] καίτοι γ' ἐν ἀρχαῖς, πρὸ τοῦ φιλοσοφίας ἅψασθαι, διάληψιν ἔσχε παρὰ τοῖς πολλοῖς ὡς νωθρὸς ὢν τὴν ψυχὴν καὶ τοῦ βάρους τῆς οἰκίας οὐκ ἀξιόχρεως διάδοχος καὶ προστάτης. οὐ μὴν ἀλλὰ τῆς ἡλικίας οἰκείως πρῶτον ἤρξατο περιποιεῖσθαι τὴν ἐπὶ σωφροσύνῃ δόξαν. πολλὴ γάρ τις ὁρμὴ πρὸς τὰς ἀνέδην ἡδονὰς καὶ τὴν ὑπερβολὴν τῆς ἀκολασίας τοῖς τότε νέοις ἐνεπεπτώκει. [7] οἱ μὲν γὰρ εἰς ἐρωμένους, οἱ δὲ εἰς ἑταίρας, οἱ δὲ εἰς ἀκροάματα παντοδαπὰ καὶ πότους καὶ καθόλου τὴν ἐπὶ τούτοις πολυτέλειαν ἐξεκέχυντο. ἐν γὰρ τῷ Περσικῷ πολέμῳ χρόνον πλείονα διατρίψαντες ταχέως ἐζήλωσαν τῶν Ἑλλήνων τὴν περὶ τοῦτο τὸ μέρος εὐχέρειαν, ἄλλως τε καὶ χρημάτων εὐπορηκότες καὶ χορηγὸν ἀξιόχρεων τὸν πλοῦτον ἔχοντες ταῖς πρὸς τὰς ἡδονὰς δαπάναις.

27α [1] Ὅτι ὁ Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς τῆς φύσεως ἐπιθυμίαις ὥσπερ τισὶ θηρίοις ἀντιταξάμενος, ἐν οὐδ' ὅλοις πέντε ἔτεσι περιεποιήσατο πάνδημον καὶ συγχωρουμένην τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν. ταύτης δ' αὐτῷ συμφώνως μαρτυρουμένης καὶ παρὰ πᾶσι μεγάλης ἐπισημασίας τυγχανούσης, ὥρμησεν ἐπὶ τὸ μεγαλοψυχίᾳ καὶ τῇ περὶ τὰ χρήματα ἐλευθεριότητι διενεγκεῖν τῶν ἄλλων. [2] πρὸς δὲ τοῦτο τὸ μέρος τῆς ἀρετῆς εἶχε μὲν καὶ τὸ ἦθος τοῦ κατὰ φυσὶν πατρὸς Αἰμιλίου πρὸς μίμησιν κάλλιστον ἀρχέτυπον, καὶ καθόλου τὴν μετ' ἐκείνου συμβίωσιν πεποιημένος προεῖχεν ἤδη τι τῶν προὔργου καὶ προὐτετύπωτο. οὐκ ὀλίγα δὲ αὐτῷ συνήργησε καὶ ταὐτόματον, παρασχόμενον ἀφορμὰς τοῦ ταχὺ περιβόητον αὐτοῦ γενέσθαι τὴν ἀφιλαργυρίαν. [3] Αἰμιλία γὰρ ἡ τοῦ μεγάλου μὲν γυνὴ Σκιπίωνος, ἀδελφὴ δὲ τοῦ Περσέα καταπολεμήσαντος Αἰμιλίου μετήλλαξε τὸν βίον ἀπολιποῦσα μεγάλην οὐσίαν, ἧς οὗτος ὑπῆρξε κληρονόμος. ἐν τούτοις οὖν πρώτην ἔδωκε πεῖραν τῆς ἰδίας προαιρέσεως ἐκ περιστάσεως τοιαύτης. ἡ γὰρ μήτηρ αὐτοῦ Παπειρία πολὺ πρὸ τῆς τοῦ πατρὸς τελευτῆς ἐτύγχανε κεχωρισμένη μὲν ἀπὸ τἀνδρός· κατ' ἰδίαν δὲ διάγουσα τὴν τοῦ βίου χορηγίαν ἐλλιπεστέραν εἶχε τῆς περὶ αὐτὴν εὐγενείας. [4] ἡ δὲ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ τὴν κληρονομίαν ἀπολιποῦσα χωρὶς τῆς ἄλλης εὐπορίας μεγάλην ἐσχήκει περικοπὴν κόσμου περὶ αὑτὴν καὶ θεραπαινίδων καὶ τῶν ἄλλων, ὡς ἂν συνηκμακυῖα τῷ τε βίῳ καὶ τῇ τύχῃ τοῦ μεγάλου Σκιπίωνος. ταύτην ἅπασαν τὴν κατασκευήν, πολλῶν οὖσαν ταλάντων, φέρων ἐδωρήσατο τῇ μητρί. ἧς κατὰ τὰς ἐπισήμους ἐξόδους χρωμένης τῇ δοθείσῃ χορηγίᾳ καὶ λαμπρότητι, τὸ μὲν πρῶτον ἐν ταῖς γυναιξίν, εἶτα ἐν τοῖς ἀνδράσι καθ' ὅλην τὴν πόλιν περιβόητος ἦν ἡ χρηστότης καὶ μεγαλοψυχία τοῦ νεανίσκου καὶ τὸ σύνολον πρὸς τὴν τεκοῦσαν ὁσιότης. [5] τοῦτο δὲ κατὰ πᾶσαν πόλιν κρίνοιτ' ἂν καλὸν καὶ θαυμαστόν, μάλιστα δὲ παρὰ Ῥωμαίοις παρ' οἷς οὐδεὶς οὐδενὶ δίδωσι τῶν ὑπαρχόντων εὐχερῶς ἑκὼν οὐδέν. μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος τοῦ μεγάλου θυγατράσι προσοφειλομένων εἰς τὴν φερνὴν πολλῶν χρημάτων, καὶ τῶν Ῥωμαίων πάντων εἰθισμένων ἐν τρισὶν ἔτεσι κατὰ μέρος ἀποδιδόναι τὰς φερνάς, οὗτος εὐθέως ἁπάσας ἀπέλυσεν. ἑξῆς δὲ μεταλλάξαντος Αἰμιλίου τοῦ κατὰ φύσιν πατρὸς καὶ τούτῳ τε καὶ τῷ Φαβίῳ τοῖς δοθεῖσιν εἰς υἱοθεσίαν ἀπολιπόντος τὴν οὐσίαν, ἐποίησεν ὁ Σκιπίων καλόν τι καὶ μνήμης ἄξιον. [6] ὁρῶν γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ κατεδεέστερον ὄντα τοῖς χρήμασι, ἐπεχορήγησεν αὐτῷ τὴν ἰδίαν μερίδα τῆς κληρονομίας, οὔσης ὑπὲρ ἑξήκοντα τάλαντα τῆς τιμήσεως, καὶ τοῦτον τὸν τρόπον ἐποίησεν ἴσην ἑαυτῷ πρὸς τὸν ἀδελφὸν γενέσθαι τὴν ὅλην ὕπαρξιν. ἀποδοχῆς δὲ τυγχάνων καὶ φήμης ἀγαθῆς παρὰ πᾶσι θαυμασιώτερόν τι διεπράξατο. τοῦ γὰρ ἀδελφοῦ Φαβίου μονομαχίας βουλομένου ποιεῖν ἐπὶ τῷ πατρί, μὴ δυναμένου δὲ ὑποδέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων εἰς ταῦτα χρημάτων, τὴν ἡμίσειαν τῶν ἀναλωμάτων ἔδωκεν ἐκ τῆς ἰδίας οὐσίας. [7] ἀποθανούσης δὲ τῆς μητρός, τοσοῦτον ἀπέσχετο τοῦ κομίσασθαί τι τῶν πρότερον δωρηθέντων ὥστε καὶ ταῦτα καὶ τὴν ἄλλην οὐσίαν συνεχώρησεν ἔχειν ταῖς ἀδελφαῖς, οὐ προσηκούσης αὐταῖς κατὰ νόμον τῆς κληρονομίας. ἀεὶ δὲ καὶ μᾶλλον περίβλεπτος ἐγένετο κατὰ τὴν πόλιν ἀναντίρρητον ἀπολαμβάνων ἔπαινον χρηστότητος καὶ μεγαλοψυχίας, οὐχ οὕτως τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δωρεᾶς καὶ τῷ χειρισμῷ τῆς προθέσεως. τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, τῶν δὲ ἐπιθυμιῶν ἀποσχόμενος προσωφελήθη τήν τε σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ πάντα τὸν βίον συμπαραμείνασα καλὰς ἀμοιβὰς καὶ χάριτας ἀπέδωκε. [8] τοῦ δὲ κατὰ τὴν ἀνδρείαν μέρους λοιποῦ ὄντος, ὅπερ ἐστὶν ἀναγκαιότατον παρὰ πᾶσι μέν, μάλιστα δὲ Ῥωμαίοις, ἐξεπόνησε καὶ τοῦτο περιττῶς, ἀφορμὴν δούσης αὐτῷ μεγάλην τῆς τύχης. τῶν γὰρ κατὰ τὴν Μακεδονίαν βασιλέων πλείστην πεποιημένων σπουδὴν περὶ τὰς κυνηγεσίας πάντας ὑπερέβαλε.

27β [1] Ὅτι γνωσθείσης τῆς πρὸς Δημήτριον ἀλλοτριότητος τῶν Ῥωμαίων, συνέβη μὴ μόνον τοὺς ἄλλους βασιλεῖς καταφρονῆσαι τῆς αὐτοῦ βασιλείας, ἀλλὰ καί τινας τῶν ὑπ' αὐτὸν τεταγμένων σατραπῶν, ὧν ἦν ἐπιφανέστατος Τίμαρχος. ἦν δὲ οὗτος τὸ μὲν γένος Μιλήσιος, Ἀντιόχου δὲ τοῦ προβεβασιλευκότος φίλος· ὃς πολλάκις εἰς τὴν Ῥώμην ἐξαπεσταλμένος πρεσβευτὴς πολλὰ κακὰ διειργάσατο τὴν σύγκλητον. χρημάτων γὰρ πλῆθος κομίζων ἐδωροδόκει τοὺς συγκλητικούς, καὶ μάλιστα τοὺς τοῖς βίοις ἀσθενεῖς ὑπερβαλλόμενος ταῖς δόσεσιν ἐδελέαζεν. διὰ δὲ τοῦ τοιούτου τρόπου πολλοὺς ἐξιδιαζόμενος καὶ διδοὺς ὑποθέσεις ἀλλοτρίας τῆς Ῥωμαίων αἱρέσεως ἐλυμήνατο τὸ συνέδριον, συμπράττοντος Ἡρακλείδου τἀδελφοῦ, πάντων ὄντος εὐφυεστάτου πρὸς ταύτην τὴν χρείαν. τῷ δὲ αὐτῷ τρόπῳ κατὰ τὸν ἐνεστῶτα καιρὸν σατράπης ὢν Μηδίας κατήντησεν εἰς τὴν Ῥώμην, καὶ πολλὰ τοῦ Δημητρίου κατηγορήσας ἔπεισε τὴν σύγκλητον δόγμα περὶ αὐτοῦ θέσθαι τοιοῦτον· Τιμάρχῳ ἕνεκεν ... αὐτῶν βασιλέα εἶναι. ὁ δὲ ἐπαρθεὶς τῷ δόγματι συνεστήσατο κατὰ τὴν Μηδίαν στρατόπεδον ἀξιόλογον· ἐποιήσατο δὲ καὶ συμμαχίαν κατὰ Δημητρίου πρὸς Ἀρταξίαν τὸν βασιλέα Ἀρμενίας· ἔτι δὲ τὰ πρόσχωρα τῶν ἐθνῶν καταπληξάμενος διὰ τὸ βάρος τῆς δυνάμεως καὶ πολλοὺς ὑπηκόους ποιήσας ὥρμησεν ἐπὶ τὸ Ζεῦγμα, καὶ τέλος τῆς βασιλείας ἐγκρατὴς ἐγένετο.

28 [1] Ὅτι κατὰ τὴν ἑκατοστὴν πεντηκοστὴν πέμπτην ὀλυμπιάδα πρέσβεις παρεγένοντο παρὰ Ἀριαράθου στέφανον κομίζοντες ἀπὸ χρυσῶν μυρίων καὶ διασαφοῦντες τὴν εὔνοιαν τοῦ βασιλέως ἣν ἔχει πρὸς Ῥωμαίους, ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον. συνεπιμαρτυρούντων δὲ καὶ τῶν περὶ τὸν Γράκχον πρεσβευτῶν, ἡ σύγκλητος ἐπαινέσασα τὸν Ἀριαράθη τόν τε στέφανον ἐδέξατο καὶ τὰ μέγιστα τῶν παρ' αὐτοῖς νομιζομένων δώρων ἀπέστειλεν.

29 [1] Ὅτι κατὰ τὸν αὐτὸν χρόνον συνεισήχθησαν καὶ οἱ παρὰ Δημητρίου πρέσβεις οἱ τὸν στέφανον κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ τοὺς αἰτίους τοῦ κατὰ τὸν Ὀκτάουιον φόνου δεσμίους ἀγαγόντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε πῶς χρηστέον ἦν τοῖς πράγμασιν. καὶ ἡ σύγκλητος τὸν μὲν στέφανον προσεδέξατο, τοὺς δὲ μετὰ τοῦ στεφάνου παραδιδομένους Ἰσοκράτη καὶ Λεπτίνην οὐκ ἐβουλήθη παραλαβεῖν.

30 [1] Ὅτι τοῦ Δημητρίου πρέσβεις ἀποστείλαντος εἰς Ῥωμαίους, ἀπόκρισιν ἔδωκεν αὐτῷ σκολιὰν καὶ δυσεύρετον, ὅτι τεύξεται τῶν φιλανθρώπων Δημήτριος, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν.

31 [1] Ὅτι οἱ Ῥωμαῖοι καταπολεμήσαντες Περσέα τῶν μετασχόντων τοῦ πολέμου τοῖς Μακεδόσι τοὺς μὲν ἐκόλασαν, τοὺς δὲ ἀπήγαγον εἰς τὴν Ῥώμην. τῶν δὲ κατὰ τὴν Ἤπειρον λαβὼν ἐξουσίαν Χάροψ διὰ τὸ δοκεῖν εἶναι φιλορώμαιος τὸ μὲν πρῶτον ὀλίγα καὶ πεφεισμένως εἰς αὐτοὺς ἐξημάρτανεν· αἰεὶ δὲ προβαίνων τῇ παρανομίᾳ εἰς τέλος ἐλυμήνατο τὰ κατὰ τὴν Ἤπειρον. οὐ γὰρ διέλειπεν αἰτίας ψευδεῖς ἐπιφέρων τοῖς εὐπορωτάτοις, καὶ τοὺς μὲν φονεύων, τοὺς δὲ φυγαδεύων καὶ τὰς οὐσίας δημεύων οὐ μόνον τοὺς ἄνδρας ἠργυρολόγησεν, ἀλλὰ καὶ τὰς γυναῖκας διὰ τῆς μητρὸς Φιλώτας (πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον εἰς ὠμότητα καὶ παρανομίαν πλείονα ἢ κατὰ γυναῖκα), καὶ πολλοὺς εἰσήγαγεν εἰς τὸν δῆμον, καταιτιασάμενος φρονεῖν ἀλλότρια Ῥωμαίων. καὶ πάντων κατέγνωσαν θάνατον.

32α [1] Ὅτι Ὀροφέρνης τὸν ἀδελφὸν Ἀριαράθην ἐκβαλὼν τῆς ἀρχῆς τοῦ μὲν νουνεχῶς ἕκαστα διοικεῖν καὶ ταῖς εὐεργεσίαις καὶ φιλανθρωπίαις ἐκκαλεῖσθαι τὰ πλήθη πρὸς εὔνοιαν πλεῖστον ὅσον ἀπέσχεν. ἀργυρολογῶν δὲ καὶ πολλοὺς ἐπαναιρούμενος πεντήκοντα μὲν ταλάντοις ἐστεφάνωσε Τιμόθεον, ἑβδομήκοντα δὲ ταλάντοις Δημήτριον τὸν βασιλέα, καὶ χωρὶς τούτων ἑξακόσια τάλαντα ... προσεπαγγειλάμενος καὶ τὰ λοιπὰ τετρακόσια δώσειν ἐν ἑτέρῳ καιρῷ. ὁρῶν δὲ τοὺς Καππάδοκας ἀλλοτρίως διακειμένους ἐνήρξατο πάντας ἀργυρολογεῖν καὶ τὰς οὐσίας τῶν ἐπιφανεστάτων εἰς τὸ βασιλικὸν ἀναλαμβάνειν. ἀθροίσας δὲ χρημάτων πλῆθος τετρακόσια τάλαντα παρέθετο Πριηνεῦσι πρὸς τὰ τῆς τύχης παράλογα· ἅπερ ὕστερον ἀπέδωκαν.

32β [1] Ὅτι Εὐμένης ὁ βασιλεὺς ἐπὶ τῇ κατὰ τὸν Ἀριαράθην ἐκπτώσει βαρυνόμενος, καὶ διὰ τῆς ἰδίας ἀφορμῆς σπεύδων ἀμύνασθαι τὸν Δημήτριον, μετεπέμψατο μειρακίσκον τινὰ τὴν ὡραιότητα τῆς ὄψεως καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχοντα καθ' ὑπερβολὴν Ἀντιόχῳ τῷ πρότερον βεβασιλευκότι τῆς Συρίας. διέτριβε δ' οὗτος ἐν Σμύρνῃ διαβεβαιούμενος ἑαυτὸν Ἀντιόχου τοῦ βασιλέως υἱὸν εἶναι, καὶ παρὰ πολλοῖς πιστευόμενος διὰ τὴν ὁμοιότητα. ὡς δὲ παρεγένετο εἰς Πέργαμον, ἐκόσμησεν αὐτὸν διαδήματι καὶ τῇ λοιπῇ προσηκούσῃ βασιλέως περικοπῇ, καὶ πρός τινα τῶν Κιλίκων ἔπεμψεν ὄνομα Ζηνοφάνην. οὗτος δὲ ἔκ τινος αἰτίας προσκόψας μὲν τῷ Δημητρίῳ, συνεπιληφθεὶς δὲ ἔν τισι στενοχωρουμένοις καιροῖς ὑπ' Εὐμένους τοῦ τότε βασιλέως, κατὰ λόγον πρὸς ὃν μὲν ἀλλοτρίως διέκειτο, πρὸς ὃν δὲ φιλανθρώπως. εἰς δὲ χωρίον τῆς Κιλικίας δεξάμενος τὸν μειρακίσκον διεδίδου λόγους εἰς τὴν Συρίαν ὡς μέλλοντος ἐπὶ τὴν πατρῴαν ἀρχὴν κατιέναι τοῦ μειρακίσκου σὺν ἰδίῳ καιρῷ. οἱ δὲ κατὰ τὴν Συρίαν ὄχλοι ἐπὶ ταῖς τῶν προτέρων βασιλέων φιλανθρώποις ἐντεύξεσι βαρέως ἔφερον τοῦ Δημητρίου τὴν αὐστηρίαν καὶ τὸ τῶν ἐπιβολῶν δραστικόν. διόπερ οἰκεῖοι τῆς μεταβολῆς ὄντες μετέωροι ταῖς προσδοκωμέναις ἐλπίσιν ἦσαν, ὡς αὐτίκα μάλα μεταπεσουμένης τῆς ἐξουσίας εἰς ἕτερον ἐπιεικέστερον βασιλέα.

32γ [1] Ὅτι οἱ Ὀροφέρνου πρεσβευταὶ ἀπὸ Ῥώμης ἀνερχόμενοι καὶ κατὰ τὸν πλοῦν ἐπιβουλεύσαντες Ἀριαράθῃ περὶ Κόρκυραν αὐτοὶ προανῃρέθησαν ὑπὸ Ἀριαράθου. ὁμοίως δὲ καὶ περὶ Κόρινθον ἐπιβουλὴν κατ' αὐτοῦ συστησαμένων τῶν τοῦ Ὀροφέρνου, καὶ ταύτην παραδόξως διεκφυγὼν διεσώθη πρὸς τὸν Ἄτταλον εἰς τὸ Πέργαμον.

33 [1] Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ταχὺ διὰ τὸ μέγεθος τῆς στρατιᾶς συγκλείσας τὸν ἀδελφὸν εἰς πολιορκίαν καὶ πεῖραν πάσης ἀπορίας λαβεῖν ἀναγκάσας ἐπανελέσθαι μὲν αὐτὸν οὐκ ἐτόλμησεν, ἅμα μὲν διὰ τὴν χρηστότητα καὶ διὰ τὸ τῆς φύσεως συγγενές, ἅμα δὲ καὶ διὰ τὸν ἀπὸ Ῥωμαίων φόβον. συνεχώρησε δὲ αὐτῷ τὴν ἀσφάλειαν, καὶ συνθήκας ἐποιήσατο καθ' ἃς ἔδει Κυρήνην ἔχοντα τὸν νεώτερον εὐδοκεῖν καὶ σίτου πλῆθος τακτὸν λαμβάνειν κατ' ἐνιαυτόν. καὶ τὰ κατὰ τοὺς βασιλεῖς εἰς πολλὴν ἀλλοτριότητα καὶ κινδύνους ἀπηλπισμένους προαχθέντα παραδόξου καὶ φιλανθρώπου συλλύσεως ἔτυχε.

34 [1] Ὅτι οἱ περὶ τὸν Ὀροφέρνην, ἐπὶ τὸ χεῖρον αὐτοῖς τῶν πραγμάτων προβαινόντων, ἔσπευδον ἀποδοῦναι τοὺς μισθούς, φοβούμενοι μὴ στασιάζειν ἐπιχειρήσωσιν. ἀπορούμενος δὲ τὸ παρὸν χρημάτων ἠναγκάσθη ἱεροσυλῆσαι τὸ τοῦ Διὸς ἱερόν, ὃ καθίδρυται μὲν ὑπὸ τὸ καλούμενον ὄρος Ἀριάδνης, ἄσυλον δ' ἦν ἐκ παλαιῶν χρόνων. τοῦτο μὲν ἐσύλησε καὶ τὰ προσοφειλόμενα τῶν ὀψωνίων ἀπέδωκεν.

35 [1] Ὅτι Προυσίας ὁ Βιθυνῶν βασιλεὺς ἀποτυχὼν τῆς ἐπιβολῆς τῆς περὶ τὸν Ἄτταλον τὸ πρὸ τῆς πόλεως τέμενος τὸ καλούμενον Νικηφόριον διέφθειρεν καὶ τὸν νεὼν ἐλυμήνατο. ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ τῶν θεῶν ξόανα καὶ τὸ περιβόητον ἄγαλμα τοῦ Ἀσκληπιοῦ, δοκοῦν ἔργον εἶναι Φυρομάχου, περιττῶς κατεσκευασμένον, καὶ τὰ ἱερὰ πάντ' ἐσύλα. ἀνθ' ὧν αὐτῷ ταχὺ τὸ δαιμόνιον ἐπεσήμαινε· τῆς γὰρ δυνάμεως δυσεντερίᾳ περιπεσούσης οἱ πλεῖστοι τῶν στρατιωτῶν διεφθάρησαν. παραπλήσιον δέ τι συνέβη καὶ περὶ τὴν ναυτικὴν δύναμιν· τοῦ γὰρ στόλου χειμῶνι παραλόγῳ περιπεσόντος ἐν τῇ Προποντίδι συνέβη τῶν νηῶν πολλὰς μὲν αὐτοῖς τοῖς ἀνδράσιν ὑπὸ τῆς θαλάσσης καταποθῆναι, τινὰς δὲ πρὸς τὴν γῆν ἐκπεσόντας ναυαγῆσαι. καὶ τὰς πρώτας ἀμοιβὰς τῆς εἰς τὸ θεῖον ἀσεβείας τοιαύτας ἐκομίσατο.

36 [1] Ὅτι οἱ Ῥόδιοι ἔχοντες ἀγχίνοιαν καὶ προστασίαν, καὶ ταύτῃ χρώμενοι, διετέλουν καθαπερεί τινας ἑκουσίους φόρους λαμβάνοντες παρὰ τῶν βασιλέων. ἐπιδεξίοις γὰρ θωπεύμασι καὶ ψηφίσμασι τιμῶντες τοὺς ἐν ἐξουσίαις ὄντας, καὶ τοῦτο πράττοντες βεβαίως καὶ μετὰ πολλῆς προνοίας, πολλαπλασίους χάριτας κομίζονται καὶ δωρεὰς λαμβάνουσι παρὰ τῶν βασιλέων. παρὰ γὰρ Δημητρίου ἔλαβον πυρῶν δωρεὰν εἴκοσι μυριάδας μεδίμνων, κριθῆς δὲ δέκα, καὶ Εὐμένης προσοφείλων τρεῖς μυριάδας ἐτετελευτήκει· ἐπηγγείλατο δὲ καὶ τὸ θέατρον ὁ βασιλεὺς κατασκευάσειν ἐκ λίθου λευκοῦ. Ῥόδιοι μὲν οὖν κάλλιστα τῶν Ἑλλήνων πολιτευόμενοι πολλοὺς ἔσχον ἁμιλλωμένους τῶν δυναστῶν εἰς τὰς τῆς πόλεως εὐεργεσίας.

37 [1] Καθόλου δὲ εἰς τοὺς ἀγῶνας ἐλθὼν ὥσπερ τὰ κίβδηλα τῶν νομισμάτων ἀλλοῖος ἐφάνη καὶ τὸν πόλεμον τοῖς ἰδίοις ἐλαττώμασιν ηὔξησεν.

38 [1] Ὅτι οἱ Ῥόδιοι ἐδόκουν παραπλήσιόν τι πεπονθέναι ταῖς τῶν ἄρκτων κυνηγίαις. καὶ γὰρ ἐκεῖνα τὰ θηρία κατὰ τὸ μέγεθος καὶ τὴν ἀλκὴν δοκοῦντα εἶναι φοβερά, ἐπειδὰν αὐτοῖς προσβάλωσιν οἱ κυνηγοῦντες κυνίδια μικρά, ἐνεργὰ δὲ ταῖς ἀλκαῖς, ὑπὸ τούτων εὐχερέστατα τρέπονται. ἐχόντων γὰρ αὐτῶν τοὺς πόδας ἁπαλοὺς καὶ σαρκώδεις, ἐκ τῶν ὑποκάτω μερῶν δάκνοντα τὰς πτέρνας ἀναγκάζει καθίζειν, ἕως ἄν τις τῶν κυνηγετῶν βαλὼν ἐπιτύχῃ· διὰ γὰρ τὴν βραδυτῆτα καὶ δυσκινησίαν ἀδυνατεῖ †ψαῖραι τῆς τῶν κυνιδίων ἐλαφρότητος. καὶ οἱ Ῥόδιοι διαβεβοημένην ἔχοντες τὴν ἐν τοῖς ναυτικοῖς ἀγῶσιν ὑπεροχὴν ὑπὸ μυδίων καὶ τραγωδίων παντελῶς μικρῶν παραδόξως συγκυκλούμενοι πανταχόθεν εἰς δυσχρηστίαν ἐνέπιπτον τὴν μεγίστην.

39 [1] Ὅτι ἐν τῇ Κελτιβηρίᾳ πόλις ἦν μικρὰ Βεγέδα καλουμένη, καὶ ταύτης μεγάλην ἐπίδοσιν λαβούσης ἐψηφίσαντο αὐτὴν μείζονα κατασκευάζειν. ἡ δὲ σύγκλητος ὑποπτεύσασα τὴν ἐπὶ πλεῖον αὐτῶν ἰσχὺν ἐξαπέστειλε τοὺς κωλύσοντας κατὰ τὰς συνθήκας, ἐν αἷς ἦν σὺν ἄλλοις πλείοσι γεγραμμένον μηδὲ κτίζειν πόλιν ἐξουσίαν ἔχειν Κελτίβηρας ἄνευ Ῥωμαίων. ἀπεκρίθη δέ τις τῶν πρεσβυτέρων ὄνομα Κάκυρος ὅτι κτίζειν μὲν αὐτοὺς αἱ συνθῆκαι κωλύουσιν, αὔξειν δὲ τὰς πατρίδας οὐκ ἀπαγορεύουσιν· αὑτοὺς δὲ μὴ κτίζειν μὴ γεγενημένην πόλιν, ἀλλὰ τὴν οὖσαν ἐπισκευάζειν· οὐδὲν δὲ παρὰ τὰς συνθήκας πράττειν οὐδὲ τὸ κοινὸν ἔθος πάντων ἀνθρώπων. καὶ τὰ μὲν ἄλλα πειθαρχεῖν Ῥωμαίοις καὶ συμμάχους εἶναι προθύμως, ὁπόταν αὐτοῖς χρεία γένηται, τῆς δὲ κατὰ τὴν πόλιν οἰκοδομίας κατ' οὐδένα δὴ τρόπον ἀποστήσεσθαι. τοῦ δὲ πλήθους ὁμοθυμαδὸν ἐπισημαινομένου τὴν γνώμην, οἱ πρεσβευταὶ τῇ συγκλήτῳ ταῦτα ἀπήγγειλαν· ἡ δὲ ἔλυσε τὰς συνθήκας καὶ πόλεμον ἐπήνεγκεν.

40α [1] Ὅτι τοὺς Ἑλληνικοὺς πολέμους εἷς καιρὸς κρίνει, τοὺς δὲ Κελτιβηρικοὺς ἡ νὺξ κατὰ τὸ πλεῖστον διέλυσε, τῆς ἀκμῆς τῶν ἀνδρῶν καὶ τῆς ὁρμῆς ἔτι μενούσης, τὸν δὲ πόλεμον οὐδὲ χειμὼν διέλυσε. διὸ καὶ τὸν ὑπό τινων λεγόμενον πύρινον πόλεμον οὐκ ἂν ἕτερόν τις ἢ τοῦτον νοήσειεν.

40β [1] Ὅτι τῷ Δημητρίῳ πάλιν ἐκ τῶν ὄχλων ἐπέστη περὶ τῆς βασιλείας κίνδυνος διὰ τὴν πρὸς αὐτὸν ἀλλοτριότητα. τῶν γὰρ μισθοφόρων τις Ἀνδρίσκος ὄνομα, τὴν δὲ ὄψιν καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχων Φιλίππῳ τῷ Περσέως υἱῷ, τὸ μὲν πρῶτον ὑπὸ τῶν γνωρίμων ἐσκώπτετο καὶ Περσέως υἱὸς ἀπεκαλεῖτο· ταχὺ δὲ παρὰ τοῖς πολλοῖς ὁ λόγος ἐπιστεύθη. τοῦ δὲ Ἀνδρίσκου κατὰ τὴν τῶν πολλῶν φημὴν ἀποτολμήσαντος, καὶ μὴ μόνον ἑαυτὸν Περσέως φάσκοντος υἱόν, ἀλλὰ καὶ πλαστὴν γένεσιν καὶ τροφὴν ἀποφαινομένου, καὶ μετὰ ὄχλου προσελθόντος τῷ Δημητρίῳ καὶ παρακαλοῦντος αὐτὸν καταγαγεῖν εἰς Μακεδονίαν ἐπὶ τὴν πατρῴαν βασιλείαν, τὸ μὲν πρῶτον ὁ Δημήτριος ἔσχεν ὡς περὶ μωροῦ. τοῦ δὲ πλήθους ἀθροισθέντος, καὶ πολλῶν λεγόντων δεῖν ἢ κατάγειν τὸν Ἀνδρίσκον ἢ παραχωρεῖν τῆς ἀρχῆς τὸν Δημήτριον, εἰ μήτε δύναται μήτε βούλεται βασιλεύειν, φοβηθεὶς τὴν τῶν ὄχλων ὀξύτητα νυκτὸς συνέλαβε τὸν Ἀνδρίσκον καὶ παραχρῆμα εἰς τὴν Ῥώμην ἀπέστειλε, διασαφῶν τὰ λεγόμενα περὶ αὐτοῦ τῇ συγκλήτῳ.

41 [1] Ὅτι οἱ Κελτίβηρες μετὰ τὴν νίκην οὐκ ἀφρόνως προνοούμενοι τοῦ μέλλοντος πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν ὕπατον περὶ διαλύσεως. ὁ δὲ ἀναγκαῖον ἡγούμενος τηρεῖν τὸ τῆς πατρίδος μεγαλόψυχον ἀπεκρίθη τούτοις ἢ διδόναι περὶ πάντων ἐπιτροπὴν Ῥωμαίοις ἢ πράττειν ἐνεργῶς τὰ τοῦ πολέμου.

42 [1] Ὅτι τοὺς Ἴβηρας καὶ Λυσιτανοὺς ὀνομάζει. φησὶ γὰρ ὡς Μέμμιος ἑξαπέλεκυς στρατηγὸς εἰς τὴν Ἰβηρίαν ἐξαπέσταλτο μετὰ δυνάμεως, οἱ δὲ Λυσιτανοὶ συστραφέντες πρὸς αὐτὸν καὶ λαβόντες ἀπαράσκευον ἐκ κατάπλου, μάχῃ τε ἐνίκησαν καὶ τὸ πλεῖστον τοῦ στρατοῦ διέφθειραν. περιβοήτου δὲ γενομένης τῆς τῶν Ἰβήρων εὐημερίας, οἱ μὲν Ἀρουακοί, νομίσαντες πολὺ κρείττους εἶναι τῶν Ἰβήρων, κατεφρόνησαν τῶν πολεμίων, καὶ τὸ πλῆθος τὸ κατὰ τὴν ἐκκλησίαν διὰ ταύτην μάλιστα τὴν αἰτίαν εἵλετο τὸν πρὸς Ῥωμαίους πόλεμον.

43 [1] Ὅτι ὁ τῶν Ῥοδίων δῆμος ἐπηρμένος μὲν τῷ θυμῷ πρὸς τὴν εἰς τὸν πόλεμον ὁρμὴν καὶ παρασκευήν, ἀποπίπτων δὲ ἐν ταῖς ἐπιβολαῖς, εἰς παραλόγους ἐννοίας ἐνέπιπτε καὶ παραπλησίους τοῖς ἐν ταῖς μακραῖς νόσοις δυσποτμοῦσιν. ἐκεῖνοί τε γὰρ ὅταν ταῖς παρὰ τῶν ἰατρῶν θεραπείαις ὑπακούσαντες μηδὲν βέλτιον ἀπαλλάττωσι, καταφεύγουσιν ἐπὶ τοὺς θύτας καὶ μάντεις, ἔνιοι δὲ προσδέχονται τὰς ἐπῳδὰς καὶ παντοδαπὰ γένη περιάπτων, καὶ οἱ Ῥόδιοι παραλόγως ἐν πάσαις ταῖς ἐπιβολαῖς ἀποπίπτοντες εἰς τὰς ἀπὸ τῶν καταφρονουμένων βοηθείας κατέφευγον καὶ τοιαῦτ' ἔπραττον ἐξ ὧν καταγέλαστοι παρὰ τοῖς ἄλλοις ἔμελλον ὑποληφθήσεσθαι.

44 [1] Ὅτι οὐχ ἡ κατασκευὴ καὶ τὸ μέγεθος τῶν νηῶν, ἀλλ' ἡ τόλμα καὶ τῶν ἀνδραγαθούντων ἐπιβατῶν αἱ χεῖρες καταγωνίζονται.

45 [1] Ὅτι οἱ Κρῆτες καταπλεύσαντες εἰς Σίφνον προσέβαλον τῇ πόλει καὶ τὰ μὲν καταπληξάμενοι τὰ δὲ ἐξαπατήσαντες παρεδέχθησαν ἐντὸς τῶν τειχῶν· δόντες δὲ πίστιν ὥστε μηδὲν ἀδικήσειν, χρώμενοι δὲ τῇ συνήθει τοῖς Κρησὶν ἀθεσίᾳ τήν τε πόλιν ἐξηνδραποδίσαντο καὶ τοὺς τῶν θεῶν ναοὺς συλήσαντες εἰς Κρήτην ... κατάγομοι ταῖς ὠφελείαις ὄντες. ταχὺ δὲ τῆς παρανομίας αὐτοῖς τὸ θεῖον ἐπέθηκε τὴν δίκην, παραδόξως τὴν ἀσέβειαν αὐτῶν ἐπισημηναμένου τοῦ δαιμονίου. συναναγκασθέντες γὰρ ὑπὸ τῶν πολεμίων νυκτὸς ποιήσασθαι τὸν ἔκπλουν διὰ τὸ δεδιέναι τὰ μεγέθη τῶν σκαφῶν, μεγάλου πνεύματος ἐπιρράξαντος οἱ πλεῖστοι μὲν ὑποβρύχιοι κατεπόθησαν ὑπὸ τῆς θαλάσσης, τινὲς δὲ ταῖς πρὸς τῇ γῇ πέτραις προσραχθέντες ἀπώλοντο, παντελῶς δὲ ὀλίγοι διεσώθησαν οἱ τῆς κατὰ τοὺς Σιφνίους ἀθεσίας μὴ μετασχόντες.