Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος Λ΄
L.Dindorf (1868). The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΤΡΙΑΚΟΣΤΗΣ ΒΙΒΛΟΥ

Επεξεργασία

7 [1] Ὅτι διασαφούντων τῶν Ῥωμαίων ὡς Περσέα κατεστρατήγησαν ἄνευ τῶν ὅπλων, ἐπεχείρησάν τινες τῶν ἐκ τῆς βουλῆς ἐπαινεῖν αὐτούς. οὐ μὴν τοῖς πρεσβυτάτοις ἤρεσκε τὸ γεγενημένον, ἀλλ' ἔλεγον μὴ πρέπειν Ῥωμαίοις μιμεῖσθαι Φοίνικας ὥστε δι' ἀπάτης ἀλλ' οὐ δι' ἀρετῆς τῶν πολεμίων περιγίνεσθαι.

1 [1] Ὅτι ἡ σύγκλητος αὐθημερὸν ἐψηφίσατο τὸν πρὸς Περσέα πόλεμον καὶ τοῖς πρεσβευταῖς ἐχρημάτισε μέν, ἀπόκρισιν δὲ οὐδεμίαν ἔδωκε. προσέταξε δὲ τοῖς ὑπάτοις ἐν ἐκκλησίαις διαρρήδην ἀναγορεύειν· τούς τε πρεσβευτὰς καὶ πάντας Μακεδόνας ἐκ μὲν Ῥώμης ἀπελθεῖν αὐθημερόν, ἐκ δὲ τῆς Ἰταλίας ἐν ἡμέραις τριάκοντα.

2 [1] Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰδὼς τοὺς αὑτοῦ προγόνους ἐσχηκότας τὴν Κοίλην Συρίαν παρασκευὰς ἐποιεῖτο μεγάλας ἀμφισβητῶν ταύτης· ἤλπιζέ τε τὴν ἀδίκῳ πολέμῳ πρότερον ἀνειμένην τότε δικαίως τοῖς αὐτοῖς νόμοις ἀνακτήσεσθαι. ἃ δὴ πυθόμενος ὁ Ἀντίοχος ἐξαπέστειλεν εἰς Ῥώμην πρέσβεις ἐντειλάμενος μαρτύρασθαι τὴν σύγκλητον ὅτι πολεμεῖν ἀδίκως ἐπιβάλλεται Πτολεμαῖος. ἐξαπέστειλε δὲ καὶ ὁ προειρημένος τοὺς ἀπολογησομένους καὶ διδάξοντας τὴν σύγκλητον ὅτι παρὰ πάντα τὰ δίκαια κρατεῖ τῆς Κοίλης Συρίας Ἀντίοχος ἑαυτοῦ προγονικῆς ὑπαρχούσης. ἐνετείλατο δὲ τά τε φιλάνθρωπα πρὸς Ῥωμαίους ἀνανεώσασθαι καὶ περὶ τῆς πρὸς Περσέα διαλύσεως πειραθῆναι.

3 [1] Ὅτι ὁ Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἦν ἐν τοῖς πολέμοις ἀνὴρ ἔμπρακτος ἐμφερόμενος καὶ γνώμῃ διαφέρων, ἔν τε τοῖς ἄλλοις σπουδαῖος καὶ φιλίας ἄξιος. ἦν δὲ καὶ νήπτης καὶ σώφρων καθ' ὑπερβολήν, ἔτι δὲ τὸ μέγιστον, πάντων τῶν τοῖς Θρᾳξὶ παρακολουθούντων κακῶν ἀλλοτριώτατος.

4 [1] Ὅτι τὸ Χάλεστρον τὸ πολισμάτιον πολιορκήσας ὁ Περσεὺς καὶ πάντας ἀποσφάξας, περὶ πεντακοσίους δὲ συμφυγόντων εἴς τινα τόπον ὀχυρὸν μετὰ τῶν ὅπλων καὶ αἰτησαμένων ἀσφάλειαν, ἔδωκεν αὐτοῖς τὴν ἐξουσίαν ἀποθεμένοις τὰ ὅπλα σώζεσθαι. τῶν δὲ ποιησαμένων τὸ συγχωρηθέν, οἱ Μακεδόνες εἴτ' ἀφ' ἑαυτῶν εἴτε καὶ τοῦ βασιλέως προστάξαντος ἐπηκολούθησαν τοῖς λαβοῦσι τὴν πίστιν καὶ πάντας ἀπέσφαξαν.

5 [1] Ὅτι κατὰ τὴν Ἤπειρον Χάροψ υἱωνὸς τοῦ τὴν αὐτὴν ἔχοντος προσηγορίαν καὶ κατὰ τὸν πρὸς Φίλιππον πόλεμον ἐξαπεσταλκότος Φλαμενίνῳ τὸν ἡγησόμενον τὰς ἀνελπίστους διὰ τῶν ὀρῶν ἀτραπούς, δι' ὧν οἱ Ῥωμαῖοι παραδόξως πορευθέντες τῶν στενῶν ἐκράτησαν. τραφεὶς δὲ ἐν Ῥώμῃ διὰ τὴν τοῦ πάππου πρὸς Ῥωμαίους φιλίαν πολλοῖς τῶν ἐπισήμων ἐπεξενώθη. ὢν δὲ τολμηρὸς καὶ πονηρίᾳ διαφέρων τοὺς ἐνδοξοτάτους τῶν Ἠπειρωτῶν διέβαλλε πρὸς Ῥωμαίους, ψευδεῖς ἐπιρρίπτων αἰτίας, ὅπως ἅπαντας καταπληξάμενος τοὺς δυναμένους ἀντιπολιτεύεσθαι περιείη κύριος ἁπάσης τῆς Ἠπείρου. διόπερ πρὸς Περσέα ἐξαπέστειλαν εἰς Μακεδονίαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν Ἤπειρον. [2] Ὅτι Ὁστιλίου τοῦ ὑπάτου παραγενηθέντος ἐκ Ῥώμης εἰς Ἤπειρον, Θεόδοτος καὶ Φιλόστρατος οἱ μάλιστα περσίζοντες ἐπεβάλοντο τῷ βασιλεῖ παραδοῦναι τὸν ὕπατον. μεταπεμπομένων δὲ αὐτῶν τὸν Περσέα κατὰ τάχος, ὁ μὲν Ὁστίλιος λαβὼν ὑποψίαν μετῆλθε νυκτός, ὁ δὲ Περσεὺς ὑστερηκὼς τῶν καιρῶν τῆς περὶ τὸν ὕπατον συλλήψεως ἀπέτυχεν.

6 [1] Ὅτι οἱ περὶ τὸν Εὐμένη τὴν τῶν Ἀβδηριτῶν πόλιν πολιορκοῦντες καὶ τὴν ἐκ τῆς βίας ἅλωσιν ἀπογνόντες διεπέμψαντο λάθρᾳ πρός τινα Πύθωνα τῇ δόξῃ πρωτεύοντα τῶν Ἀβδηριτῶν καὶ τὸ κυριεῦον μέρος διαφυλάττοντα διὰ δούλων ἰδίων καὶ ἀπελευθέρων διακοσίων. ψυχαγωγήσαντες οὖν αὐτὸν ἐπαγγελίαις διὰ τούτου παρεισήχθησαν ἐντὸς τοῦ τείχους καὶ τῆς πόλεως ἐκυρίευσαν. ὁ δὲ τὴν πόλιν προδοὺς Πύθων μετρίας τυχὼν εὐεργεσίας, πρὸ ὀφθαλμῶν λαμβάνων τὴν τῆς πατρίδος κατασκαφὴν ἐν ἀθυμίᾳ καὶ μεταμελείᾳ τὸν καταλειπόμενον ἐβίωσε χρόνον.

7 [2] Ὅτι Ἀνδρόνικος, ὁ τὸν παῖδα Σελεύκου δολοφονήσας καὶ πάλιν αὐτὸς ἀναιρεθείς, εἰς ἀσεβῆ καὶ δεινὴν πρᾶξιν ἑκουσίως ἐπιδοὺς ἑαυτὸν τῷ [3] παθόντι τῆς ὁμοίας τύχης ἐκοινώνησεν. οἱ γὰρ δυνάσται συνήθεις εἰσὶν ἑαυτοὺς ἐκ τῶν κινδύνων ταῖς τῶν φίλων ῥύεσθαι συμφοραῖς.

8 [1] Ὅτι προνοητικῶς τοῦ συνεδρίου προνοησαμένου καὶ κατὰ πάντα εὐκαίρως τῆς τῶν φιλανθρώπων μεταθέσεως ἐπιλαβομένου. τοῦ γὰρ Περσέως ἀντοφθαλμοῦντος παραδόξως καὶ τὸν πόλεμον διαφέροντος ἰσόρροπον ἐμετεωρίζοντο πολλοὶ τῶν Ἑλλήνων, ἡ δὲ σύγκλητος ἀεί τι καινοποιοῦσα τοὺς Ἕλληνας φιλανθρώπως ἀνθεῖλκε καὶ παρ' ἕκαστον ἐπελαμβάνετο τῆς τῶν ὄχλων εὐνοίας. ἃ τίς ἂν ἡγεμονίας ἀνὴρ πραγματικὸς ὀρεγόμενος οὐκ ἂν ζηλώσειεν, ἢ τίς εὖ φρονῶν συγγραφεὺς παραλείποι τοῦ συνεδρίου τὴν ἐπίνοιαν ἀνεπισήμαντον; πᾶς γὰρ ἂν εἰκότως διαλάβοι Ῥωμαίους τοῦ πλείστου μέρους τῆς οἰκουμένης κεκρατηκέναι τοιούτοις χρωμένους διαβουλίοις. τοιγαροῦν περιενεχθῆναι πᾶσι τοῖς καιροῖς ἁρμοζόντως, καὶ τινὰ μὲν περιορᾶν, τινὰ δὲ ἑκουσίως παρακούειν, καὶ τοτὲ μὲν τὴν ἄλογον ὁρμὴν τοῦ θυμοῦ παρακατέχειν, τοτὲ δὲ ἀφέμενον τὸ μέγεθος τῆς ἰδίας δυνάμεως τοὺς καταδεεστέρους θεραπεύειν χρήσιμον προκατασκευαζόμενον ἔργον, ἐστὶν κατ' ἀρετὴν ἀνδρὸς παντελείου καὶ συνεδρίου κατὰ πάντα πραγματικοῦ καὶ πόλεως ἀγαθῆς καὶ νοῦν ἐχούσης. ἃ δὴ τότε Ῥωμαίων ἡ σύγκλητος ποιοῦσα καθαπερεὶ τινὰς τύπους καὶ ὑποδείγματα καταλέλοιπε τοῖς ἡγεμονίας ἀντεχομένοις καὶ δυναμένοις παραπλάσασθαι πῶς τὰ συμπίπτοντα δεῖ χειρίζειν κατὰ τὰς περιστάσεις.

9 [1] Ὅτι ὁ Περσεὺς διεπέμπετο πρὸς Γέντιον τὸν τῶν Ἰλλυριῶν βασιλέα μέγιστον ὄντα τῶν τότε δυναστῶν περὶ κοινοπραγίας. τοῦ δὲ φήσαντος ἐθέλειν μὲν πολεμεῖν πρὸς Ῥωμαίους, ἀπορεῖν δὲ χρημάτων, πάλιν διεπέμπετο πρὸς αὐτὸν ἐθελοκωφῶν περὶ τῶν χρημάτων. τὴν δὲ αὐτὴν λαβὼν ἀπόκρισιν τὸ τρίτον ἀπέστειλε, νοῶν μὲν τὴν τοῦ Γεντίου διάνοιαν, οὐ προσποιούμενος δέ, ἔφησε κατὰ νοῦν γενομένων αὐτοῖς τῶν πραγμάτων τὰ εὐδοκοῦντα ποιήσειν. [2] Ὅτι ὁ Περσεὺς οὐδέπω βουλόμενος προέσθαι χρήματα πάλιν ἐξέπεμψε πρεσβευτὰς πρὸς Γέντιον, παρασιωπῶν μὲν περὶ τοῦ δώσειν παραυτίκα χρήματα, μετὰ δὲ τὴν τῶν πραγμάτων συντέλειαν μεγάλας ὑποφαίνων ἐλπίδας· ὥστε διαπορήσαι τις ἂν πότερον τὴν τοιαύτην διάδυσιν ἀφροσύνην ἢ τελέως μανίαν ἡγήσαιτο τῶν τὰ τοιαῦτα πραττόντων. ἐπιβάλλονται μὲν γὰρ μεγάλοις καὶ τὴν ἰδίαν παραβάλλονται ψυχήν, παρορῶσι δὲ τὸ μάλιστα ἀναγκαιότατον, καὶ ταῦτα νοοῦντες αὐτοὶ καὶ δυνάμενοι συντελεῖν. Φίλιππος μὲν οὖν ὁ Ἀμύντου, πραγματικὸς ἀνὴρ γενόμενος, οὐδέποτε ἐν ταῖς τοιαύταις περιστάσεσιν ἐφείσατο χρημάτων, ἀλλὰ διαδοὺς πλείονα τῶν αἰτουμένων ταχὺ καὶ προδοτῶν πλῆθος ηὕρισκε καὶ συμμάχων. τοιγαροῦν ἐν τοῖς ἐλαχίστοις τῶν κατὰ τὴν Εὐρώπην ἐγένετο βασιλέων, καὶ δύναμιν κατέλιπε δι' ἧς ὁ διαδεξάμενος Ἀλέξανδρος τὸ πλεῖστον τῆς οἰκουμένης κατεστρέψατο. Περσεὺς δὲ χρημάτων σεσωρευμένων ἔχων πλῆθος διά τε τὰς πατρικὰς καὶ τὰς ἰδίας ἐκ πολλῶν χρόνων παρασκευὰς οὐδενὶ τρόπῳ τούτων ἠθέλησεν ἅψασθαι· τοιγαροῦν ἑαυτὸν συμμάχων ἐποίησεν ἔρημον καὶ τοὺς ἑαυτοῦ κρατήσαντας ὕστερον πλουσιωτέρους ἐποίησεν. καίτοι γε τοῦτο φανερὸν ἦν πᾶσιν ὡς διὰ χρημάτων, βουλόμενος ἐκτείνειν τὰς χεῖρας, πολλοὺς ἂν τῶν τότε βασιλέων καὶ δήμων ἔπεισε συμμαχεῖν· ἀλλὰ καλῶς ποιῶν οὐκ ἔπραττε ταῦτα δι' ὧν ἢ κρατηθεὶς ἂν ἐποίησε πολλοὺς τῶν Ἑλλήνων τῆς αὐτῆς ἀτυχίας μετασχεῖν ἢ καὶ κρατήσας τῶν ὅλων ἐξουσίαν ὑπερήφανον καὶ βάρος δυσυπόστατον περιεποιήσατο.

10 [1] Ὅτι ὁ Περσεὺς κάλλιστον εἰληφὼς παρὰ τῆς τύχης καιρὸν εἰς τὸ διαφθεῖραι τὴν δύναμιν ἄρδην τῶν Ῥωμαίων διέτριβε περὶ Δῖον τῆς Μακεδονίας, ἀπέχων μὲν οὐ πολὺ τῶν τόπων, ῥᾳθυμῶν δὲ περὶ τὰ μέγιστα τῶν πραγμάτων. κραυγῆς γὰρ μόνον ἦν χρεία καὶ σάλπιγγος εἰς τὸ τὴν στρατιὰν τῶν πολεμίων λαβεῖν αἰχμάλωτον, περικεκλεισμένην ἐν κρημνοῖς καὶ φάραγξι δυσεξιτήτοις. διόπερ ἐκείνου περὶ τούτων ἠμεληκότος, καὶ οἱ τὴν παρεμβολὴν ἔχοντες ἐπὶ ταῖς ἀκρωρείαις Μακεδόνες περὶ τὰς φυλακὰς καὶ τὰς ἐκκοιτίας ἐρρᾳθύμουν. [2] Ὅτι τοῦ Περσέως ἐν Δίῳ περὶ τὴν τοῦ σώματος θεραπείαν γινομένου, τῶν σωματοφυλάκων τις εἰσδραμὼν εἰς τὸν λουτρῶνα τὴν παρουσίαν τῶν πολεμίων ἐδήλωσεν. ὁ δὲ ἐπὶ τοσοῦτον ἐπτοήθη τὴν ψυχὴν ὥστε ἐξαλόμενος ἐκ τῆς πυρίας καὶ πατάξας τὸν μηρὸν ἐμπαθῶς, Οὐδὲ παραταξαμένους ἡμᾶς, εἶπεν, ὦ θεοί, παραδίδοτε τοῖς πολεμίοις ἀγεννῶς;

11 [1] Ὅτι τελέως ὁ Περσεὺς νομίσας ἐπταικέναι τοῖς ὅλοις, κατὰ πᾶν συντριβεὶς τῇ ψυχῇ Νίκωνα μὲν τὸν θησαυροφύλακα ἐξέπεμψε, συντάξας τὴν ἐν τῷ Φάκῳ γάζαν καὶ τὰ χρήματα καταποντίσαι, Ἀνδρόνικον δὲ τὸν σωματοφύλακα εἰς Θεσσαλονίκην, συντάξας ἐμπρῆσαι τὰ νεώρια τὴν ταχίστην. ὃς γενηθεὶς τούτου φρονιμώτερος ἦλθεν εἰς Θεσσαλονίκην, οὐ μὴν ἐποίησε τὸ προσταχθέν, νομίζων... φίλιον τοῖς ὅλοις κρατεῖν Ῥωμαίοις. [2] Ὅτι ὁ αὐτὸς τοὺς χρυσοῦς ἀνδριάντας ἀνασπάσας ἐκ Δίου, πάντας τοὺς ἐκ τῆς πόλεως ἀναλαβὼν μετὰ τέκνων καὶ γυναικῶν ἀνεχώρησεν εἰς Πύδναν. οὗ μεῖζον ἁμάρτημα τῷ Περσεῖ πεπραγμένον οὐκ ἄν τις εὕροι.

12 [1] Ὅτι οἱ Ῥωμαῖοι τοὺς νενικηκότας ἐτρέψαντο· ἐνίοτε γὰρ τὰ παραστήματα τῶν ἀνδρῶν καὶ τὰ τελέως ἀπηλπισμένα πρὸς ἀπεγνωσμένην ἄγει συντέλειαν.

13 [1] Ὅτι οἱ Κυδωνιᾶται ἐπετελέσαντο πρᾶξιν ἔκνομον καὶ τελέως ἀλλοτριωτάτην τῶν Ἑλληνικῶν νομίμων. ἐν εἰρήνῃ γὰρ ὡς φίλοι πιστευόμενοι καταλαβόντες τὴν τῶν Ἀπολλωνιατῶν πόλιν τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀνεῖλον, τέκνα δὲ καὶ γυναῖκας διανειμάμενοι κατεῖχον τὴν πόλιν.

14 [1] Ὅτι ὁ Ἀντίοχος δυνάμενος ἐλασσωθέντας τοὺς Αἰγυπτίους ἀποκτεῖναι, παριππεύων ἐβόα μὴ κτείνειν αὐτούς, ἀλλὰ ζῶντας συλλαμβάνειν. ταχὺ δὲ τοὺς καρποὺς ταύτης τῆς ἀγχινοίας ἐκομίσατο, καὶ πρὸς τὴν τοῦ Πηλουσίου κατάληψιν καὶ μετὰ ταῦτα πρὸς τὴν κατάκτησιν τῆς Αἰγύπτου ταύτης τῆς φιλανθρωπίας μέγιστα συμβαλομένης.

15 [1] Ὅτι οἱ ἐπίτροποι Πτολεμαίου τοῦ μείρακος, Εὐλαῖος ὁ εὐνοῦχος καὶ Λήναιος ὁ Σύρος, πάντα πόρον καὶ μηχανὴν ἐπενόουν καὶ ἄργυρον καὶ χρυσὸν καὶ τὴν ἄλλην γάζαν εἰς τὸ βασιλικὸν ἐσώρευον, ὥστε οὐκ ἄν τις θαυμάσειεν εἰ διὰ τοιούτων ἀνθρώπων ἐν οὕτω βραχεῖ καιρῷ τηλικαῦται τὸ μέγεθος θεωρίαι κατεσκευάσθησαν, καὶ ὅπως ὁ μὲν εὐνοῦχος ὢν καὶ προσφάτως τὸν κτένα καὶ τοὺς ἀλαβάστρους ἀποτεθειμένος τῶν τῆς Ἀφροδίτης ἔργων τοὺς Ἄρεως ἀγῶνας ἠλλάξατο, ὁ δὲ Κοιλοσυρίτης γεγονὼς δοῦλος καὶ μόνον οὐ μετὰ χεῖρας ἔχων ἔτι τὸ λογιστήριον ἐτόλμησε τὸν περὶ Συρίας πόλεμον ἀναλαβεῖν, Ἀντιόχου καὶ δυνάμεσι καὶ ταῖς ἄλλαις χορηγίαις οὐδενὸς ἧττον ἰσχύσαντος· τὸ δὲ μέγιστον, ὄντες ἄπειροι τελείως τῶν κατὰ πόλεμον ἀγώνων καὶ μηδένα μήτε σύμβουλον ἔχοντες ἀξιόχρεων μήθ' ἡγεμόνα δυνατὸν ἐπεβάλοντο τηλικούτοις ἔργοις. τοιγαροῦν αὐτοί τε τῆς ἀφροσύνης ταχέως τὴν προσήκουσαν ἐκομίσαντο τιμωρίαν καὶ τὴν βασιλείαν ἀνέτρεψαν ἄρδην τὸ καθ' αὑτοὺς μέρος. Τὰ γὰρ τοιαῦτα παρασημαινόμεθα πρὸς τὸ τὰς αἰτίας ἀκριβῶς θεωρεῖσθαι τῶν ἐλαττωμάτων καὶ κατορθωμάτων, καὶ τοῖς μὲν καλῶς προστατοῦσι τῶν πραγμάτων ἔπαινον ἀπομερίζοντες, τῶν δὲ φαύλως διοικούντων κατηγοροῦντες. ἅμα μὲν γὰρ τὰς ἐφ' ἑκάτερα προαιρέσεις τῶν ἀνδρῶν ἐμφανεῖς κατασκευάζομεν καὶ τὸν οἰκεῖον λόγον ἑκατέροις ἀπονέμοντες προτρεπόμεθα τὰς τῶν ἀναγινωσκόντων ψυχὰς πρὸς τὸν τῶν καλῶν ζῆλον, ἅμα δὲ τὴν ἱστορίαν ἔγκαρπον καὶ πᾶσι χρησίμην ἐφ' ὅσον ἡμῖν δυνατὸν κατασκευάζομεν διὰ τὸ τὰς ψιλῶς ἐχούσας ναυμαχίας καὶ παρατάξεις, ἔτι δὲ νομοθεσίας, μηδὲν διαφέρειν μύθων.

16 [1] Ὅτι τὰ πλήθη συναγαγόντες εἰς ἐκκλησίαν οἱ τοῦ Πτολεμαίου ἐπίτροποι καὶ σύντομον τέλος ἐπιθήσειν τῷ πολέμῳ κατεπαγγειλάμενοι τοῦτό γε οὐ διεψεύσαντο, ταχὺ καὶ τῷ πολέμῳ καὶ σφίσιν αὐτοῖς τὸ τέλος περιποιήσαντες. ἐπὶ τοσοῦτον δὲ διὰ τὴν ἀπειρίαν εὐέλπιδες ἦσαν τοῦ μὴ μόνον Συρίας κρατήσειν, ἀλλὰ καὶ τῆς βασιλείας Ἀντιόχου πάσης, ὥστε τῶν συναχθέντων χρημάτων ἐκόμιζον τὰ πλεῖστα καὶ τῶν ἐκ κυλικείου χρυσωμάτων· ἀπεσκευάσαντο δὲ καὶ τῶν βασιλείων κλίνας τὰς πλείστας μὲν ἀργυρόποδας, ὀλίγας δὲ καὶ χρυσόποδας, πρὸς δὲ τούτοις ἱματίων καὶ κόσμου γυναικείου καὶ τῶν πολυτελεστάτων λίθων πλῆθος· ταῦτα δὲ ἔφασαν κομίζειν εἰς τοὺς προχείρως αὐτοῖς ἢ πόλεις ἢ φρούρια παραδώσοντας. τὰ δὲ οὐχ οὕτως εἶχεν, ἀλλ' ἔφερον ἕτοιμα χορηγεῖα πρὸς τὸν καθ' αὑτῶν ὄλεθρον.

17 [1] Ἡμεῖς δὲ τοῦ Πτολεμαίου τὴν οὕτως ἀγεννῆ φυγὴν οὐκ ἂν προηγουμένως ἀνεπισήμαντον ἐάσαιμεν. τὸ γὰρ ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀφεστηκότα τῶν πολεμίων αὐτόθεν καθάπερ ἀκονιτὶ παραχωρῆσαι βασιλείας μεγίστης καὶ μακαριωτάτης πῶς οὐκ ἄν τις ἡγήσαιτο ψυχῆς τελείως ἐκτεθηλυμμένης εἶναι; ἣν εἰ μὲν συνέβαινε φυσικῶς ὑπάρχειν Πτολεμαίῳ τοιαύτην, ἴσως ἄν τις ἐκείνην καταμέμψαιτο· ὅτε δὲ διὰ τῶν ὕστερον πράξεων ἡ φύσις ἱκανῶς ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν βασιλέα καὶ στάσιμον ὄντα καὶ δραστικὸν οὐδενὸς ἧττον, ἀναγκαῖόν ἐστι τὰς αἰτίας ἀνατιθέναι τῆς τότε δειλίας καὶ ἀγεννείας εἰς τὸν σπάδωνα καὶ τὴν ἐκείνου συντροφίαν· ὃς ἐκ παιδὸς τὸ μειράκιον ἐν τρυφῇ καὶ γυναικείοις ἐπιτηδεύμασι συνέχων διέφθειρεν αὐτοῦ τὴν ψυχήν.

18 [1] Ὅτι ὁ Ἀντίοχος ἀνὴρ ἐφάνη πραγματικὸς καὶ τοῦ προσχήματος τῆς βασιλείας ἄξιος πλὴν τοῦ κατὰ τὸ Πηλούσιον στρατηγήματος. [2] Ὅτι ὁ Ἀντίοχος διὰ στρατηγήματος ἀμφιδοξουμένου ἐκυρίευσε τοῦ Πηλουσίου. πᾶς γὰρ πόλεμος ἐκβεβηκὼς τὰ νόμιμα καὶ δίκαια τῶν ἀνθρώπων ὅμως ἔχει τινὰς ἰδίους καθαπερεὶ νόμους, οἷον ἀνοχὰς μὴ λύειν, κήρυκα μὴ ἀναιρεῖν, τὸν τὸ σῶμα αὑτοῦ πρὸς τὴν τοῦ κατισχύοντος πίστιν ... τιμωρεῖσθαι. ταῦτα καὶ τὰ τούτοις ὅμοια ... προσηκόντως ἄν τις ἀποφήναιτο τὸν Ἀντίοχον, καθάπερ τοὺς ἀπὸ τῶν δικαστηρίων συκοφάντας, τὸ μὲν ῥητὸν τοῦ νόμου τετηρηκέναι μετὰ τὰς ἀνοχὰς τὴν κατάληψιν πεποιημένον, τὸ μέντοι γε δίκαιον καὶ καλόν, δι' ὧν ὁ πάντων συνέχεται βίος, μὴ τετηρηκέναι. διὰ γὰρ τὴν συγγένειαν ὀφείλων φείδεσθαι τοῦ μειρακίου, καθάπερ αὐτὸς ἔφησε, τοὐναντίον ἐξαπατήσας ἐπεβάλετο τοῖς ὅλοις σφῆλαι τὸν πεπιστευκότα.

19 [1] Ὅτι ὁ Περσεὺς πυθόμενος ἐπιλέκτους Γαλάτας πεπερακέναι τὸν Ἴστρον ἐπὶ συμμαχίᾳ, περιχαρὴς γενόμενος ἀπέστειλεν εἰς τὴν Μαιδικήν, προτρεπόμενος ἥκειν τὴν ταχίστην. ὁ δὲ τῶν Γαλατῶν ἡγούμενος συμφωνήσας μισθὸν ᾔτει τακτόν, τοῦ σύμπαντος χρήματος εἰς πεντακόσια τάλαντα γινομένου. τοῦ δὲ Περσέως ὁμολογήσαντος μὲν δώσειν, οὐ ποιοῦντος δὲ τὸ συμφωνηθὲν διὰ φιλαργυρίαν, ἐπανῆλθον εἰς τὴν οἰκείαν πάλιν οἱ Γαλάται.

20 [1] Ὅτι Αἰμίλιος ὁ Ῥωμαῖος παραλαβὼν τὰς δυνάμεις καὶ συναγαγὼν εἰς ἐκκλησίαν προετρέψατο τῶν στρατιωτῶν τὰς ψυχὰς εἰς τὸ θαρρεῖν. ἦν γὰρ ὁ ἀνὴρ οὗτος περὶ ἑξήκοντα ἔτη καὶ διὰ τὰς προκατεργασθείσας πράξεις μέγιστον ἔχων τότε Ῥωμαίων ἀξίωμα. πολλὰ δὲ καὶ κατὰ τὸν πόλεμον ἐπενοήσατο ξένα καὶ τοῖς ἄλλοις δυσεξεύρετα, καὶ διὰ τῆς ἰδίας ἀγχινοίας καὶ τόλμης κατεπολέμησε τοὺς Μακεδόνας.

21 [1] Ὅτι ὁ Περσεὺς βουλόμενος κατὰ τὴν φυγὴν προτρέψασθαι πλείους αὐτῷ συνεκπλεῦσαι, τῶν χρημάτων εἰς ἑξήκοντα τάλαντα προθεὶς ἔδωκε τοῖς βουλομένοις διαρπάσαι. ἐκπλεύσας δὲ καὶ κατενεχθεὶς εἰς Γαληψὸν ἔφησε πρὸς τοὺς διαρπάσαντας τὰ χρήματα ζητεῖν τὰ διὰ τῶν ὑπ' Ἀλεξάνδρου καταληφθέντων κατασκευασθέντα. ἐπαγγειλάμενος οὖν ἀντιστήσειν τοῖς ἀποδοῦσι τὴν τιμήν, ἠξίου ταχέως ἀνενεγκεῖν ταῦτα· πάντων δὲ προθύμως ποιησάντων, ἀπολαβὼν τὰ διαρπασθέντα τοὺς δόντας ἀπεστέρησε τῆς ἐπαγγελίας. [2] Ὅτι ὁ Περσεὺς τὰ δοθέντα πρὸς διαρπαγὴν χρήματα ἀναλαβόμενος τῆς ἐπαγγελίας ἀπεστέρησε τοὺς δόντας, μέγιστον παρεχόμενος σημεῖον ὡς ἡ φιλαργυρία τῶν ἀνθρώπων πρὸς τοῖς ἄλλοις κακοῖς καὶ τὸ φρονεῖν ἀφαιρεῖται. τὸ γὰρ μηδ' ἐν ἀπεγνωσμέναις ἐλπίσι παύεσθαι τοῦ λυσιτελοῦς καὶ τῆς πρὸς τὸ κέρδος ἐπιθυμίας, πῶς οὐκ ἄν τις ἡγήσαιτο τῶν φρενῶν τελέως ἐξεστηκέναι τοὺς ταῦτα πράττοντας, ὡς μὴ θαυμάζειν πῶς κατεπολεμήθησαν οἱ Μακεδόνες ὑπὸ Ῥωμαίων, ἀλλ' ὅπως τετραετῆ χρόνον ἀντέσχον τοιοῦτον ἔχοντες ἡγεμόνα. [3] Ὅτι ὁ Ἀλέξανδρος οὐχ ὁμοίαν ἔσχε τῷ Περσεῖ τῆς ψυχῆς διάθεσιν, ἀλλ' ὁ μὲν διὰ τὴν μεγαλοψυχίαν ἁρμόζουσαν ταῖς ἰδίαις ἐπιβολαῖς ἐκτήσατο βασιλείαν, ὁ δὲ διὰ τὴν σμικρολογίαν τούς τε Κελτοὺς ἀποτριψάμενος καὶ τἄλλα τούτοις ἀκόλουθα πράξας κατέλυσε πολυχρόνιον καὶ μεγάλην βασιλείαν. [4] Ὅτι Δαρείου μετὰ τὴν πρώτην μάχην ἐκχωροῦντος τοῦ μέρους τῆς βασιλείας καὶ τετρακισμύρια τάλαντα καὶ τὴν θυγατέρα πρὸς γάμον διδόντος, ἀπεκρίθη μήτε τὸν κόσμον ὑπὸ δυεῖν ἡλίων δύνασθαι διοικεῖσθαι μήτε τὴν οἰκουμένην ὑπὸ δυεῖν δεσποτῶν.

22 [1] Ὅτι ὁ Αἰμίλιος μετὰ τὴν φυγὴν Περσέως ἐπεζήτει τὸν νεώτερον τῶν υἱῶν Πόπλιον Ἀφρικανόν, ὃς ἦν Αἰμιλίου κατὰ φύσιν υἱός, Σκιπίωνος δὲ τοῦ καταπολεμήσαντος Ἀννίβαν κατὰ θέσιν υἱιδοῦς, κομιδῇ νέος, ὡς ἂν περὶ τὸ ἑπτακαιδέκατον γεγονὼς ἔτος· ὃς ἐκ νέου τηλικούτοις ἀγῶσι συμπαρὼν καὶ τριβὴν λαμβάνων τῶν κατὰ πόλεμον ἔργων οὐχ ἥττων ἐγένετο τοῦ πάππου. οὐ μὴν ἀλλὰ τούτου εὑρεθέντος ... εἰς τὴν παρεμβολήν, ἀπελύθη τῆς ἀγωνίας ὁ ὕπατος, ἔχων οὐ πατρὸς πρὸς υἱὸν μόνον ἀλλὰ καθάπερ ἐρωμανῆ τινα διάθεσιν πρὸς τὸ μειράκιον.

23 [1] Ὅτι ὁ ὕπατος Αἰμίλιος τὸν Περσέα λαβόμενος τῆς χειρὸς εἰς τὸ περὶ αὑτὸν συνέδριον ἐκάθισεν, ἁρμόζουσι λόγοις τοῦτον παραμυθησάμενος. τοὺς δὲ ἐν τῷ συνεδρίῳ παρεκάλει, καὶ μάλιστα τούτων τοὺς νέους, βλέποντας εἰς τὰ παρόντα καὶ θέντας ὑπὸ τὴν ὅρασιν τὴν Περσέως τύχην μήτε μέγα λέγειν ἐπὶ τοῖς κατορθώμασι παρὰ τὸ καθῆκον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον περὶ μηδενός, μηδὲ καθόλου πιστεύειν μηδέποτε ταῖς εὐτυχίαις, ἀλλ' ἐάν τις μάλιστα ἐπιτυγχάνῃ κατὰ τὸν ἴδιον βίον ἢ τὰς κοινὰς πράξεις, τότε μάλιστα τῆς ἐναντίας τύχης ἔννοιαν λαμβάνειν καὶ διὰ μνήμης ἔχειν ἑαυτὸν ἄνθρωπον ὄντα. διαφέρειν γὰρ ἀπεφήνατο τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων τῷ τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις, τοὺς δὲ ἐν ταῖς τῶν ἄλλων διδάσκεσθαι. Ὅτι πολλὰ καὶ ἄλλα πρὸς τὴν τοιαύτην προαίρεσιν διαλεχθεὶς οὕτως ἐποίησε συμπαθεῖς τοὺς ἐν τῷ συνεδρίῳ καὶ ταπεινοὺς τοῖς φρονήμασιν ὥστε δοκεῖν αὐτοὺς ἡττῆσθαι καὶ μὴ νενικηκέναι. [2] Ὅτι ὁ Αἰμίλιος φιλανθρώπως προσενεχθεὶς τῷ Περσεῖ καὶ πρὸς τὰ σύνδειπνα παραλαβὼν καὶ τοῦ συνεδρίου μεταδιδοὺς πᾶσιν ἐνεδείξατο πρὸς μὲν τοὺς ὑφισταμένους ὄντα βαρὺν ἑαυτόν, πρὸς δὲ τοὺς κρατηθέντας ἐπιεικῆ. τὴν παραπλησίαν δὲ διάθεσιν καὶ τῶν ἄλλων ζηλούντων, τὴν τῆς οἰκουμένης ἡγεμονίαν οὐκ ἐπίφθονον εἶχεν ἡ Ῥώμη, τοιούτοις χρωμένη τῶν ὅλων προστάταις.

24 [1] Ὅτι οἱ τῶν Ῥοδίων πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐλθεῖν ὡμολόγουν· τὸν γὰρ πόλεμον πᾶσιν ὄντα βλαβερὸν ἀπεφήναντο.