Επιτομή Ιστοριών
Συγγραφέας:
Βιβλίο 8: Πουνικοί πόλεμοι μέχρι την πτώση της Καρχηδόνας (211–146 π.Χ)
(Μια σύνοψη του Δίων Κάσσιος)
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 2., pp. 250-339


Ἐν μὲν οὖν τούτοις εὐτύχουν, συμφορᾷ δ' αὖ περιέπεσον ἧς οὔτε πρόσθεν οὔθ' ὕστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, ἥτις πρὸ τοσούτων ἐτῶν τὴν [251] συμφορὰν αὐτοῖς ἐμαντεύσατο. θαυμαστὸν δὲ καὶ τὸ τοῦ Μάρκου προμάντευμα· χρησμολόγος γάρ τις καὶ οὗτος γενόμενος ἐν τῷ Διομηδείῳ πεδίῳ πταίσειν αὐτούς, ἅτε καὶ Τρῶας τὸ ἀρχαῖον ὄντας, ἐφοίβασε. τοῦτο δ' ἐν Ἀπουλίᾳ τῇ Δαυνίων ἐστί, καὶ τὸ ὄνομα ἀπὸ τῆς τοῦ Διομήδους κατοικήσεως, ἣν ἐκεῖ ἀλητεύσας ἐποιήσατο, ἔσχηκεν. ἐν γὰρ τῷ πεδίῳ ἐκείνῳ καὶ αἱ Κάνναι, ἔνθα τότε ἐδυστύχησαν, παρά τε τῷ Ἰονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐφιδίου ἐκβολάς εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι ἔφη οὐδ' εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς.

   Τοιαῦτα μὲν οὖν ἦσαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς Ῥωμαίοις συμβάντα οὕτως ἐγένετο. ἦρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παιδείᾳ κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρατιώταις [252] ἐπισχόντος τὴν δίωξιν ὁ Ἀννίβας προσεποιήσατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον κομίζεσθαι ἐνετείλατο, ἵνα τῶν Ῥωμαίων ἐφ' ἁρπαγὴν αὐτῶν τραπομένων ἐπίθηται σφίσι. καὶ εἰς ἔργον ἂν τὸ βούλευμα ἤγαγεν, εἰ μὴ ὁ Παῦλος καὶ ἄκοντας κατεσχήκει τοὺς στρατιώτας καὶ τὸν Τερέντιον.

   Ὁ οὖν Ἀννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ πρὸς ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον ὄντα, ἵνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμηχανήσατο. οἱ δ' ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, εἶτα μεθ' ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ Ῥωμαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπὸ τοὺς ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν [253] ξιφῶν ἀπορρίψαντας, τὰ δ' ἐγχειρίδια κρύφα φέροντας, ἵνα δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπίθωνται αὐτοῖς ἀπροσδοκήτως.

   Οἱ δὲ δὴ Ῥωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν Ἀννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρετάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἵνα μὴ σφίσιν ἐπιτιθῶσι δῆθεν οἱ Καρχηδόνιοι, τότε καὶ οἱ λόχοι ἑκατέρωθεν ἐπανέστησαν, καὶ ὁ Ἀννίβας κατὰ πρόσωπον σὺν τοῖς ἱππεῦσι προσέμιξε, καὶ οἵ τε πολέμιοι τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν, καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς τὰς ὄψεις αὐτῶν βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ' ἀπεστερημένοι μὲν τῆς ὄψεως, ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆθος ὥστε τὸν Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις, διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον· χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέστειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυλίοις ἐκέχρηντο. συχνοὶ δ' οὖν ὅμως καὶ τότε διέφυγον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ' Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ' εἰς τὴν Ῥώμην ἠπείχθη. δυνάμενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ ταχέως διαπολεμῆσαι, οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ [254] Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν ἔσχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ' αὖθις ἠπείχθησαν. διὸ καὶ ὁ Ἀννίβας ὡς ἁμαρτὼν μετεμέλετο, συνεχῶς ἀναβοῶν "ὦ Κάνναι Κάνναι."

   Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος· ὃς υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδοκίμησε. παρ' ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστήσατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν, οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ' ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ' οὖν ὁ Φάβιος γνώμην ἔδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἵν' ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον, καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος, ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τῶν τε πολιτῶν [255] οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ἤδη κατέλεξαν, καὶ δεσμώτας ἐπ' ἀδείᾳ καὶ δούλους ἐπ' ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες εἴ τί που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ὅπερ οὔπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν Ἑλλάδα πεπόμφασιν ἢ πείσοντές τινας συμμαχῆσαι αὐτοῖς ἢ μισθωσόμενοι.

   Ἀννίβας δὲ συνεστηκέναι τοὺς Ῥωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ Ῥωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν' ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ Ῥωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ' οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε, τῶν δ' ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φίλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν' εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο.

   Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ' αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ὅσα ᾐτήσατο, τῷ γὰρ Ἄννωνι τἀναντία λέγοντι καὶ καταλύσασθαι [256] τὸν πόλεμον ἕως καθυπέρτεροι δοκοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν, οὐ μέντοι τὰ ψηφισθέντα καὶ εἰς ἔργον ἤγαγον, ἀλλ' ἐμέλλησαν. Ἀννίβας δ' ἐν τούτῳ εἰς τὴν Καμπανίαν προυχώρησε, καὶ πόλισμά τι εἷλε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ὥρμησε πόλιν, προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς οὓς ὡς μόνους ὄντας τῶν τῆς πόλεως ἐκδραμόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ εἷλεν, οὔτ' ἐπὶ πολὺ ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ Ῥωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν Ἀννίβαν ἀπέκλιναν. ἐπεὶ δ' ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ἄνδρες αὐτῶν ἁλόντες ἀφείθησαν, τὸ μὲν πλῆθος ὥρμησε μεταστῆναι πρὸς τὸν Ἀννίβαν, οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, εἶτ' ἐπ' αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας ἂν κατεχρήσατο, εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κατηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων, ἔφη δὲ πρότερον ἄλλους ἀντ' ἐκείνων ἀνθελέσθαι προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ἕνα ἕκαστον ἐκ τοῦ συνεδρίου ἠρώτα τὸ πλῆθος ὅντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ οὕτω, μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι' ὀλίγου ἀνθελέσθαι, πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ Ἀννίβᾳ. καὶ ὃς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ἦλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς ἄλλα τε πολλὰ εἶπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς Ἰταλίας δώσειν ὑπέσχετο, ἵν' ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυτοῖς πονήσοντες προθυμότερον ἀγωνίσωνται.

[257]    Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμπανία κεκίνητο· καὶ οἱ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὓς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καὶ οἱ λοιποὶ μεθ' ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ' ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο, πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' οὖν αὐτῶν καὶ περιεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτῷ, ἀλλ' ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον, καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώσαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἷλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν, ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἳ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο, καὶ πρὸς λιμὸν γενναίως διεκαρτέρησαν· ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ' ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν· ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ [258] συντριβέντος ἔγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῷ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν, τὸ ἕτερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. εἶτα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους εἴς τι χωρίον ἔξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ἵνα καταπλήξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ὅθεν ὁ Ἀννίβας ἄφθονον αὐτοὺς ἔχειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γὰρ αὐτοὺς οἱ ἔξω Ῥωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν.

   Ἐν ᾧ δὲ ταῦτα ἐγένετο, καὶ ἐκ Δελφῶν οἱ πεμφθέντες ἀνεκομίσθησαν, λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν. καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο, ὅπως τὰ πραττόμενα παρ' αὐτοῦ παρατηρῶσι. καὶ ὅ γε Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν, καὶ τἄλλα ἐπ' ἴσης ἔπραττον. καταμαθὼν οὖν τοῦτο ὁ Ἀννίβας χειμέριον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ' ἑσπέρας ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἵν' ἐν συνεχεῖ πόνῳ ἐκ τῆς ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν [259] ἔμελλε, τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν Ῥωμαίων τὰ ὅπλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλθεν αὐτοῖς ἄφνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν εἷλε.

   Τὰ δ' ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν Ῥωμαίων ἔτυχον. ὕπατοι δὲ ὅ τε Γράκχος ὁ ἵππαρχος καὶ Ποστούμιος Ἀλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν Ἀλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουΐων ἐφθάρη, δι' ὄρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα· βοῦς τε γὰρ ἵππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. οἱ δ' ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεδευσάμενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο, τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ' Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων, σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν, τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν, καὶ τὴν πάτριον ἀμείψαντες δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤδη ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οἷοί τε δι' ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε. καὶ ἐπὶ τὴν Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ' [260] οὐδὲν ἐπέραινε, τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν ἔκειρε, μέχρις οὗ μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡττήθη, ἐφ' ᾧ καὶ ἤλγησε. πολλοὶ μὲν γὰρ Ἴβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ πρὸς τοὺς Ῥωμαίους ηὐτομόλησαν, ὃ οὔπω πρῴην ἔπαθε. καταγνοὺς δ' ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν, πᾶσαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ εἰς τὴν Καπύην ἀνεχώρησεν· εἶτα κἀκεῖθεν μετέστη.

   Οἱ δὲ Σκιπίωνες τόν τε Ἴβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννίβαν δεῖσθαι βοηθείας, καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τάχιστα ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς Ἰβηρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι, τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ' ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ἴσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης, καὶ ὅτι καὶ πόλεις συχναὶ πρὸς τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν, πλέον ἢ διενοεῖτο ὁ Ἀσδρούβας κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ [261] ἐν τῇ Ἰβηρίᾳ καθίστων, καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν Ζάκυνθον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πολίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οἴκοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν, αὐτοὶ δὲ ἀστραγάλους τοῖς τέκνοις ἔπεμψαν. ὅθεν ἡ γερουσία, παραιτουμένου τοῦ Γναίου ἵν' ἀπελθὼν οἴκαδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ οὔσῃ ἀνδρός, ἐψηφίσαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ.

   Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδὼ ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι' ὀλίγου κατέστη, καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω, καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακεδονίας βασιλεὺς Φίλιππος φανερώτατος τῶν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν, τὴν δ' Ἑλλάδα καὶ τὴν Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὖν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ τοῦ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον, καὶ παραχρῆμα στρατηγὸν ἐπ' αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν μείνῃ. καὶ ἔσχεν οὕτως· προῆλθε μὲν γὰρ μέχρι [262] τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν Ἰταλίαν πλευσόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ἤδη παρόντα οἴκαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος, εἰς τοὺς τῶν Ῥωμαίων συμμάχους ὥρμησε, καὶ εἷλεν Ὤρικον, Ἀπολλωνίαν τ' ἐπολιόρκει. ἐπιστρατεύσας δ' αὖθις αὐτῷ Λαουίνιος καὶ Ὤρικον ἀνεκτήσατο καὶ τὴν Ἀπολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αἷς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ' οἴκου ἀνεχώρησεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οἳ τὸν μὲν Ἀννίβαν τὴν νῦν Καλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο, κἀντεῦθεν προϊὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο, ἵν' αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατέτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, εἶτ' ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι' ἐλαχίστου ἂν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι' ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, [263] ὥστε ἐμπιπτούσας εἰς τὸ ὕδωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν Ῥωμαίων παραδόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν ἥλιον ἀνατείνας τήν τε ἀκτῖνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο καὶ τὸν ἀέρα ἀπ' αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πᾶσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς οὖν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ τὸ τοῦ Ἀρχιμήδους εὐμήχανον, λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ' ἐπὶ τοὺς συναποστάντας σφίσιν ἐτράπετο· καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ἔνεμε, τοὺς δ' ἀνθισταμένους μετεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ, τινὰς δὲ καὶ προδοσίᾳ ᾕρει. ἐν τούτοις δ' Ἱμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ ἧκε, τὸν Ἀκράγαντά τε κατέσχε καὶ τὴν Ἡράκλειαν, καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου ἐξαπίνης αὐτῷ προσπεσόντος αὖθις ἐνικήθη.

   Ἐντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ' Ἀννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι Ῥωμαῖοι πολλὰ αὖθις καὶ δυσχερῆ πεπόνθασιν· οἵ τε γὰρ ὕπατοι πρὸς τῇ Καπύῃ ἔπταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις ἀπέστησαν, καὶ ὁ Ἀννίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι [264] Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυνίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπεληλυθέναι πυθόμενος, καὶ φοβηθεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ' ἐκεῖνον δ' ἐτράπετο. τῶν Σκιπιώνων δὲ θανόντων πᾶσα ἡ Ἰβηρία τετάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον, οἱ δὲ καὶ ἀναγκαζόμενοι, εἰ καὶ ὕστερον αὖθις πρὸς τοὺς Ῥωμαίους ἀπένευσαν.

   Ὁ δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς Συρακούσαις ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. ἦν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ὃ Γαλεάγραν ὠνόμαζον, ὃ πρὶν μὲν ἐλάνθανε τοιοῦτον ὄν, τότε δὲ ἐφωράθη. τηρήσας οὖν τοὺς Συρακουσίους παννυχίδα τῇ Ἀρτέμιδι ἄγοντας πανδημεί, ἐκέλευσε στρατιώταις τισὶ κατ' ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ' αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων ἅμα πάντες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν, ὥστε ἀθρόαν τὴν ἔκπληξιν τοῖς Συρακουσίοις μηδ' ἄλλως εὖ ἔχουσιν ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχραδίνης καὶ τῆς Νήσου καλουμένης. ὁ οὖν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ' οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι, "πὰρ κεφαλάν" ἔφη "καὶ μὴ παρὰ γραμμάν." ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ [265] τε ἐφρόντισε καὶ εἰπών "ἀπόστηθι, ἄνθρωπε, ἀπὸ τῆς γραμμῆς" παρώξυνέ τε αὐτὸν καὶ κατεκόπη.

   Ὁ μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς ἄλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ' ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς "οὔτ' ἂν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ' ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε," τὸν Μάρκελλον καὶ Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν· καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος Δολοβέλλας στρατηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν.

   Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος, ἵν' ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ' ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν, ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν Ῥώμην ἠπείχθη.

   Τοῦ δ' Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων, εἰ τά γε ἐντὸς τῶν [266] τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις ἅμα προσβαλεῖν ἔμελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκροβολιζομένων ἤδη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπεγένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστραπῶν, ὥστ' ἄμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν ὅθεν ὥρμησαν. ἄρτι τε τὰ ὅπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν Ἀννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συνόδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ὅμως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αὖθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ὅτι ἐν τηλικούτῳ κινδύνῳ ὄντες οὔτε τῆς Καπύης ἀπέστησαν καὶ ἐς τὴν Ἰβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν πέμψειν ἔμελλον, καὶ ὅτι χρημάτων δεηθέντες ἐπώλησαν ἄλλα τε καὶ τὸ χωρίον ἐν ᾧ ἐστρατοπεδεύετο δημόσιον ὄν, καὶ ἀπογνούς, ἀπανέστη, πολλάκις ἀναβοήσας "ὦ Κάνναι Κάνναι." καὶ οὐδὲ τῇ Καπύῃ ἔτ' ἐπικουρῆσαι ἠθέλησεν.

   Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ὅμως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν, βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου, ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὐίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος "μία ἡμῖν ἐστιν" ἔφη "καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον [267] παρεσκευασμένον." καὶ ὁ μὲν παραλαβὼν τοὺς αὐτῷ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἱ λοιποὶ τὰς πύλας τοῖς Ῥωμαίοις ἀνέῳξαν· ὁ δὲ Φλάκκος τά τε ὅπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο, καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν Ῥώμην ἔπεμψε, μόνων δ' ἀπέσχετο τῶν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ ἄρχοντα αὐτοὺς Ῥωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ἔχειν μήτε σύνοδον ποιεῖσθαι.

   Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον, κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι, καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπελογήσατο· οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἱ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο, οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ' εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων, καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ' ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν, τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἱ μὲν Συρακούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἱ δὲ Καμπανοὶ ὑπ' ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου.

[268]    Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πολίσματα τοῖς Ῥωμαίοις προσκεχωρήκασι πλὴν Ἀτελανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς, ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ' ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε.

   Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο, καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν.

   Οἱ δὲ ἐν τῇ Ῥώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς τὴν Ἰβηρίαν μετὰ στρατιωτῶν ἔπεμψαν. καὶ ὃς παρεκομίσθη τῷ ναυτικῷ μέχρι τοῦ Ἴβηρος, ἔνθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ Ἀσδρούβᾳ πρὶν γνωσθῆναι ὅτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ Ἀσδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ὥστε τὴν Ἰβηρίαν πᾶσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ' ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ἵνα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς ἄλλους ἄλλῃ τῶν ὀρῶν. διεξελθόντων [269] δ' ἐκείνων, ἅτε μὴ φυλακῆς οὔσης παρὰ τῶν Ῥωμαίων διὰ τὰς τῶν σπονδῶν ἐλπίδας, ἦλθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πᾶσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ ἄλλους αὖθις τῆς νυκτὸς ὁμοίως ἀπέπεμψε. τοῦτο δὲ καὶ ἐν ἄλλαις τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφισβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάντων, τέλος καὶ αὐτὸς σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέφασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αὖθις τῷ Νέρωνι ἐγένετο.

   Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ τοῦ Νέρωνος μὲν κατέγνων, ἄλλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφίσαντο ἐγχειρίσαι. ἀπορούντων οὖν τίνα ἂν ἀποστείλωσιν, οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγματα, καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. ἦν δὲ καὶ ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέθη· μεταμέλον δὲ οὐ πολλῷ ὕστερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ἔτος τῆς ζωῆς ἦγε, καὶ ὅτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ὄλεθρον ἐπένθει, ἦλθεν αὖθις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οἷς εἶπε καταιδέσας τοὺς τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ Ἰούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ.

   Τοῖς Ῥωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρκελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπελύθη, ὥρμησεν ἐπὶ τὸν Ἀννίβαν, καὶ τὰ μὲν πλεῖστα δι' ἀσφαλείας [270] ἐποιεῖτο, δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦσαι· εἰ δέ ποτε ἠναγκάσθη προσμίξαι, κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγένετο. ὁ οὖν Ἀννίβας διά τε ταῦτα καὶ ὅτι αἱ πόλεις αἱ συμμαχοῦσαι αὐτῷ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ διενοοῦντο, καὶ δι' ἕτερ' ἄττα, κακῶσαι τὰ χωρία ἃ μὴ κατέχειν οἷος ἦν ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμήνατο, καὶ πλείους διὰ τοῦτο ἀφίσταντο.

   Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε. δύο ἄνδρες τὰ πράγματα αὐτῶν εἶχον, διάφοροί τε ἀλλήλοις ἦσαν. καὶ Ἀλίνιος μὲν τὰ τῶν Καρχηδονίων ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν Ῥωμαίων, ὃς καὶ διειλέχθη τῷ Ἀλινίῳ περὶ προδοσίας τῆς εἰς Ῥωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ Ἀννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Ἀννίβου μετὰ τῶν συνέδρων ὅπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ' ὄψει αὐτοῦ τῷ Ἀλινίῳ πέλας που ὄντι περὶ προδοσίας αὖθις εἰπεῖν. ἀναβοήσαντος δ' ἐκείνου "ἴδε ἴδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ," οὐκ ἐπίστευσεν ὁ Ἀννίβας διὰ τὸ ἄτοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν ἄμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων κατέκοψαν καὶ τὴν πόλιν τοῖς Ῥωμαίοις παρέδοσαν.

   Καὶ οὕτω μὲν ἐν τῇ Ἰταλίᾳ ἔσχον τοῖς Καρχηδονίοις τὰ πράγματα· καὶ οὐδ' ἡ Σικελία ἦν εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσεχώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Ἄννων, συνεστρατεύετο δὲ αὐτῷ καὶ Μουτίνας. ὃς συνὼν τῷ Ἀννίβᾳ πρῴην, καὶ φθονηθεὶς ὅτι μεγάλα ἔργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν [271] ἐπέμφθη. ὡς οὖν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Ἄννωνος ὦφλε, καὶ διὰ τοῦτο τῆς ἱππαρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ ταῦτα γενόμενος πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε. καὶ πρῶτον μὲν προδοσίαν Ἀκράγαντος συνέπραξε σφίσιν, εἶτα καὶ τἄλλα συγκατειργάσατο, ὥστε πᾶσαν αὖθις τὴν Σικελίαν ὑπ' αὐτοὺς ἄνευ μεγάλου πόνου γενέσθαι.

   Ὁ δὲ Φάβιος καὶ ὁ Φλάκκος ἄλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ Ἀννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν, ἵν' ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἅμα καὶ τῷ πεζῷ προσβαλών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ εἷλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε. καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν, ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον, καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα.

   Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο, ἀλλ' οὐκ ἠπείγετο, διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι, ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Καρχηδόνα τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν [272] ὁρμὴν αὐτοῦ ἔγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ἔλαβε σὺν πόνῳ τὴν πόλιν.

   Ἁλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν ἐγένετο ἄν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος, ὁ δ' ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ' ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη, καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν, ὥστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι, πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν, καὶ τὸ τῶν Κελτιβήρων ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο.

   Μαθὼν δὲ τὸν Ἀσδρούβαν τὸν τοῦ Ἀννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ἔτι τὴν τῆς πόλεως ἅλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον, προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός, ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας [273] καὶ μάλα φιλάνθρωπος. μάλιστα δ' ὅτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν· οἱ δ' Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον.

   Ὁ δ' Ἀσδρούβας ἀπελπίσας τὴν Ἰβηρίαν ἀπᾶραι πρὸς τὴν Ἰταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ὥρμητο, οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ὥστε μὴ τὸν Ἀσδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι' αὐτῶν προεκήρυξεν, αὐτὸς δὲ τῶν ἐν χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας, ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς ἓν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ' Ἀσδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν Ἀσδρούβαν ἐπακολουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον.

   Ἐλθόντων οὖν τοῦ τε Μάγωνος πρὸς τὸν Ἀσδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο, εἶτα καὶ ὅλῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο· συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν, καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων [274] ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ Ῥωμαῖοι ἐχρήσαντο· ὃ πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, ὅθεν δ' ἠγνόηται, ὡς "κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα." μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς ἄλλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ Ῥώμην ἀπέστειλε καταγγελοῦντά τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ὅπως οἱ ἐν τῇ Ῥώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονήσοντα.

   Οἱ δ' ἐν τῇ Ἰταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μεῖζον δὲ τῶν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι περιστοιχισθέντες ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ' ἐκείνου στελλόμενα ἔπεμπε, καὶ ὅσα ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι' αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν ἄλλοις ἐπισταμένοις [275] αὐτήν, ἵνα Ῥωμαῖοι δόξωσιν εἶναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν ὄντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τὸν καταρράκτην εἰσήγαγον ὅσους αὐτοῖς ἱκανοὺς ἔδοξεν εἶναι κατεργασθῆναι παρ' αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ Ἀννίβας ἀπῆρεν αὐτίκα, μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ Ῥωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων.

   Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαΐας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμαχήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο ἔσχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε, στάσις τε γέγονεν ἐκεῖ καὶ ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ, καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων.

   Τῷ δ' ἐπιόντι ἔτει ὡς ὁ Ἀσδρούβας ἠγγέλλετο προσιών, οἱ ἐν τῇ Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο, ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμψαν. ὃς αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν· οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ' οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν, ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. καὶ ὁ Ἀννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. [276] κρείττων οὖν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ Ἀσδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν Ἀννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ Ἀσδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν εἴργειν τὸν Ἀννίβαν, εἴ πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ἵνα καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ὥρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ' ᾔδει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν Ἀσδρούβαν, καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο ἄμφω ἵν' αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ἔλαθον δέ, ἀλλ' ἐτεκμήρατο τὸ γεγενημένον ὁ Ἀσδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ ἕκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας οὖν ἡττῆσθαι τὸν Ἀννίβαν καὶ ἀπολέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ ἂν ἐπ' αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, ἔγνω πρὸς τοὺς Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ οὕτω κατὰ σχολὴν πολεμῆσαι.

   Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ' ὕπατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. ἅμα δ' ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ' οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, παρήγγειλεν [277] ὁ Ἀσδρούβας τοῖς ἐπ' αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν· ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ οὖς νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων, οἱ ἄνδρες δὲ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο. ἔπεσον δὲ τοσοῦτοι ὥστε τοὺς Ῥωμαίους διακορεῖς τοῦ φόνου γενομένους μὴ θελῆσαι τοὺς ἄλλους ἐπιδιῶξαι. φθείραντές τε ἄλλους πολλοὺς καὶ τὸν Ἀσδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ Ῥωμαίους αἰχμαλώτους ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Καννηίδα συμφορὰν ἀνειληφέναι ἐνόμισαν.

   Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν Ἀπουλίαν ἐπανελήλυθε, λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδον ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας, καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων.

   Ὁ δὲ Σκιπίων μέχρις ἂν πάντα τὰ ἐν τῇ Ἰβηρίᾳ καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, ἔνσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους [278] τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ἔχθραν ἔχειν εἶπεν οὔτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ' ἑαυτὸν καταλύσασθαι.

   Ἐπανῆλθεν οὖν αὖθις· καὶ Ἰλιτεργίταις ἐπολέμησεν, ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο· τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς.

   Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῷ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. ὅτε πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος συναλλάξαι αὐτοὺς σπουδάσαντος· καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα ἀπέκτεινεν.

   Ἠρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων, κἀν τούτῳ ἐνεωτέρισαν οἱ Ἴβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ὄν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ' αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν, καὶ τοὺς χιλιάρχους σφῶν [279] ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν· ἦσαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες οὖν ταῦτα οἱ Ἴβηρες ἀφίσταντο προχειρότερον, καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ἤδη τὰ Γάδειρα βουληθεὶς οὔτ' ἐξέλιπε καὶ εἰς τὴν ἤπειρον διαβαίνων πολλὰ ἐκακούργει.

   Μαθὼν δὲ ταῦθ' ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνωμονῶν δῆθεν ὅτι διὰ ἔνδειαν τῶν ἀναγκαίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ἵνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ὅτι περιείη καὶ οὐδ' ὀργίζοιτο σφίσιν, οὐδὲν ἔτι διεκίνησαν. ὡς δ' ἀνερρώσθη, τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἱ δέ γε στρατιῶται κατ' ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ἦν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχὼν ἔδησε. ἅμα δ' ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων, πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλεσεν, ἵν' αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. καὶ οὕτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ [280] τέλος "πάντες μέν" ἔφη "θανεῖν ἐστε ἄξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ' ὀλίγους οὓς καὶ ἤδη συνείληφα δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι." ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς ἄλλοις δοὺς ἐπὶ τὸν Ἰνδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν.

   Ὁμολογησάντων δ' ἐκείνων, καὶ τῆς ἄλλης Ἰβηρίας τὰ πλείω αὖθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς Ῥωμαίοις προσεχώρησεν. οἱ Καρχηδόνιοι γάρ, τελευτήσαντος Ἀσδρούβα τοῦ Ἀννίβου ὁμαίμονος, ἐψηφίσαντο τῆς μὲν Ἰβηρίας ἐκστῆναι, τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτήσασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἵν' ἐπικουρικὸν ἀθροίσας στρατεύσηται ἐπ' αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ὄντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νῆσοι δ' αὗται τῇ περὶ τὸν Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, ἃς Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ Ὑασούσας οἱ Ἴβηρες, ἰδίᾳ δ' ἑκάστην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἱ Ῥωμαῖοι κατέσχον.

   Ὁ δὲ Μασινίσσας ἀνὴρ ἦν ἐν τοῖς κρατίστοις ἐξεταζόμενος· καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν ἄριστος [281] ἐτύγχανε τὰ πολέμια. πρὸς δὲ τοὺς Ῥωμαίους ἐκ τῶν Καρχηδονίων ἐξ αἰτίας τοιᾶσδε μετήνεκτο. ὁ Ἀσδρούβας ὁ τοῦ Γίσγωνος φίλος τε ἦν αὐτῷ καὶ Σοφωνίδα τὴν ἑαυτοῦ θυγατέρα αὐτῷ ἐνηγγύησε. τῷ Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν Ῥωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν, ἀλλὰ θέλων τοῖς Καρχηδονίοις τὸν Σύφακα προσποιήσασθαι, οὐκ ἐλαχίστης δυνάμεως ἄρχοντα, τήν τε ἀρχὴν αὐτῷ συγκατέπραξεν, ἣ τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόντος, καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό τε κάλλος ἐπιφανὴς ἦν καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο, ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ οὕτως ἐπαφρόδιτος ὡς ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι.

   Ὁ μὲν οὖν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο, καὶ ὁ Μασινίσσας τὰ τῶν Ῥωμαίων ἀνθείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ' ἐν τῇ Ῥώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ, τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες.

   Καὶ ὁ μὲν οὕτω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλπίκιος μετὰ τοῦ Ἀττάλου κατὰ τὸν αὐτὸν χρόνον Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ ἰσχύϊ κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. [282] ὀψὲ δέ ποτε ἐπελθών, εἰς τὰς ναῦς αὐτοῦ τὸν Ἄτταλον καταφυγεῖν ἐβιάσατο. ὁ μέντοι Φίλιππος σπείσασθαι τοῖς Ῥωμαίοις ἠθέλησε. καί τινων λόγων αὐτοῖς γενομένων τὰ μὲν τῆς εἰρήνης ἀφείθη, τοὺς δ' Αἰτωλοὺς ἀπὸ τοῦ συμμαχεῖν τοῖς Ῥωμαίοις μεταθέμενος φίλους ἑαυτοῦ ἐποιήσατο.

   Ὁ δ' Ἀννίβας τέως ἡσυχίαν ἦγεν, ἀγαπῶν εἰ τὰ ὑπάρχοντά οἱ διασώσαιτο. καὶ οἱ ὕπατοι νομίζοντες αὐτὸν καὶ ἄνευ μάχης ἐκτρυχωθῆναι, ἀνεῖχον.

   Τῷ δ' ἐπιόντι ἔτει ὅ τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ Ἰταλίᾳ ἔμεινεν, ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ἵνα εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε Ἀννίβαν ἀπὸ τῆς Ἰταλίας τέως ἀνθελκύσῃ. οὔτε δὲ στράτευμα ἀξιόλογον οὔτε πρὸς τριήρεις ἀνάλωμα ἔλαβε, διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ ναυτικῷ τῶν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν ἀπέβη. ὁ Κράσσος δ' ἐν τῇ Βρεττίᾳ τῷ Ἀννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη Ῥωμαίοις· Πούπλιον γὰρ Σεμπρώνιον εἰς Ἀπολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο.

   Σκιπίων δ' ὁ ὕπατος εἰς Σικελίαν κατάρας παρεσκευάζετο μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον ἔχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ ἄλλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ Ῥηγίου ἧκε τὴν πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ [283] τοῦ Ἀννίβου τυχόντες πρὸς τοὺς Ῥωμαίους ἀπέκλιναν. δύναμιν οὖν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυκτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρχηδονίων εἰς τὴν ἄκραν συνειληθέντων καὶ τὸν Ἀννίβαν μετακαλεσαμένων, κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων, καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκδρομῇ ἀπεώσατο. εἶτα λαβὼν τὴν ἀκρόπολιν καὶ ἐπιτρέψας τὴν πᾶσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. οὕτω δ' οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ ἔδεισαν, ὥστε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ἵν' εἰς τὴν Ἰταλίαν στρατεύσῃ, καὶ τῷ Ἀννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας, καὶ ναῦς τῷ Μάγωνι καὶ χρήματα, ἵνα τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ δὲ σημείων τινῶν νίκην οἱ Ῥωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν ἄλλην ὡς ἂν ἐθελήσῃ καταλέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Κέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ Ἀννίβᾳ ἀντέταξαν.

   Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται, ἔπεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αὖθις αὐτὴν ἀνακτησόμενον. ὁ οὖν Μασινίσσας ὑπώπτευε μὲν τὸ πραττόμενον, κατηλλάγη δὲ δῆθεν, ἵνα πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ· μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς Ῥωμαίοις προσέκειτο, ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσασθαι [284] τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι' ἀπορρήτων ὁ Σκιπίων, ἵνα μὴ γνῶσιν οἱ στρατιῶται, τόν τε κήρυκα αὐθημερὸν ἀπέπεμψε μηδενὶ ἄλλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, ἔτι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων εἶναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ἔτι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον Ἀπολλώνιον προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει, προσέμισγέ τε ταῖς πόλεσι καὶ εἷλέ τινας. ἐγκειμένων δὲ τῶν Ῥωμαίων τῇ χώρᾳ, Ἄννων ὁ ἵππαρχος, υἱὸς ὢν τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. ὁ οὖν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ἵν' ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν οὖν Καρχηδονίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ' αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν, πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Ἄννων αὐτός. διὸ ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε· καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς Ῥωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἱ δὲ Ῥωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν.

   Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαΐου Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ [285] Ἀννίβας καὶ ὁ Μάγων ἐκ τῆς Ἰταλίας ἐξέπεσον. οἱ μὲν γὰρ ὕπατοι τῷ Ἀννίβᾳ καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκεν, ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ᾔδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ἔτι διαλλαγάς, ὥστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ' Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ἵνα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν ἄλλοτε ἄλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ παρ' αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ' εὐλόγου δή τινος σκήψεως, ἄλλως τε καὶ ὅτι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ' ἦλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ Ἀσδρούβου πολλαχόθεν ἅμα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ, ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οἵ τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε Ῥωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ἵπποι καὶ ἄνθρωποι. οἱ Ῥωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ἔπαθον, ἡμέρας δ' ἐπιφαυσάσης Ἴβηρες ἄρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν.

   Εὐθὺς οὖν Ἀσδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οἴκαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων [286] Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάϊον ἀντέταξε Λαίλιον, αὐτὸς δ' ἐπὶ τοὺς Καρχηδονίους ἤλασεν. οἱ δ' αὖ Καρχηδόνιοι πρὸς τὸ ἔρυμα τῶν Ῥωμαίων, ᾧ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ὃ ἀπετίθεντο πάντα, ναῦς ἔπεμψαν, ἵνα ἢ αὐτὸ αἱρήσωσιν ἢ ἀφ' ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ ἔσχεν οὕτως· μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἱ Ῥωμαῖοι, τῇ δ' ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν Ῥωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ' ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ' ἀναπλεύσαντες οἴκαδε τὸν Ἀσδρούβαν ἀπεχειροτόνησαν, Ἄννωνα δέ τινα ἀνθείλοντο. κἀκ τούτου Ἄννων μὲν στρατηγὸς ἦν, ἐκεῖνος δὲ καθ' ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν Ἰβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. κἂν ἐξειργάσατό τι, εἰ μὴ οἵ τε μάντεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἱ μὲν προκαταληφθέντες ἐκολάσθησαν, καὶ ὁ Σκιπίων αὖθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν γῆν αὐτῶν ἐδῄου, Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον· εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν, καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον δεδεμένον αὐτὸν ἐπιδείξαντες.

[287]    Ἦν δ' ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν "ἔχω μὲν Σύφακα" εἶπε "τὸν ἀφαρπάσαντά σε, ἔχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος γέγονας, ἐμὲ σύμμαχον ἔχουσα." ταῦτ' εἰπὼν ἔγημεν αὐτὴν παραυτίκα, προκαταλαβὼν τοὺς Ῥωμαίους, μή πως αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς παρ' αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο "τί σοι δόξαν ἐπολέμησας ἡμῖν;" ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις, ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· "ἀλλ' ὅτι ὑπὸ γυναικὸς ἠπάτημαι, ἀξίαν ἔδωκα δίκην· ἔχω δ' οὖν τι ἐν κακοῖς παραμύθιον, ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε· πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει."

   Ὁ δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο ὅτι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ' εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι "εἰ μὲν οἷός τ' ἦν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον, προθύμως ἄν σου ὑπεραπέθανον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ἔνθα κἀγὼ καὶ ἅπαντες ἀφιξόμεθα." καὶ ταῦτα εἰπὼν φάρμακον [288] αὐτῇ ὤρεξεν. ἡ δὲ οὔτ' ἀνωλοφύρατο οὔτ' ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως "εἰ τοῦτό σοι," ἔφη "ἄνερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς ἄλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται, νεκρὸν αὐτὸ λαβέτω." καὶ ἡ μὲν οὕτως ἀπέθανε, Σκιπίων δὲ τὸ ἔργον ἐθαύμασεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν ἄλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Ἄλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ἔθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο.

   Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευσάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπῶν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν, ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι.

   Οἱ δ' ἐν τῇ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες, καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμαθον, ἀνεθάρσησαν, καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν. κἀκείνου περὶ τούτου [289] αὐτοῖς ἐγκαλέσαντος, οὔτε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο ἄν. ὅθεν καὶ ὁ Σκιπίων ἐν τούτῳ τῆς ψήφου τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἱ οὖν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν Ἰταλίαν ἀνέπεμψαν, τὸν δ' Ἀννίβαν αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν, τὸν Ἄννωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ' Ἀσδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. Ἀννίβας μὲν οὖν πᾶσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς Ῥωμαίοις μάχεσθαι ἡτοιμάζετο· ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῇ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ' αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ' οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν, ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθεὶς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅτι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ [290] εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ' ἡμέρας διέτριψαν, καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν.

   Ὡς δ' ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἵνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως· ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ' αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ' ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννίβαν ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ' ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον, οἱ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη, καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἵν' εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας οὖν πρὸς τὸν Μασινίσσαν, δι' ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο, ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ' ὅμως διειλέχθη, ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ· ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο· ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν [291] γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ' Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ' ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ.

   Συνέβαλον οὖν οἱ μὲν Ῥωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, Ἀννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ καταπεπληγμένοι καὶ δι' ἕτερα καὶ ὅτι καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ' ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἱ Ῥωμαῖοι μέγα ἐξαίφνης καὶ καταπληκτικὸν ἀνεβόησαν, καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ' ὧν ταραχθέντες ἐκεῖνοι οἱ μὲν πλείους οὐκ ἐδέξαντο σφᾶς, ἀλλ' ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον, καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἱ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἱ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ' ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε· κἀκ τούτου μετ' ὀλίγων ἐξέφυγε.

   Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, [292] καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς ἅμα καὶ θαλάσσης. οἱ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τινα ἕτερα.

   Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἱ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ' ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἄνδρας, ἵνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἱ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν, καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν, τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ' Ἰταλίαν οἱ Καρχηδόνιοι.

   Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ [293] τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη.

   Εἰς ἑτέρους δ' αὖθις πολέμους οἱ Ῥωμαῖοι κατέστησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν Ἀντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ἤκμαζε μάχη, κἂν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις συνάροιτο ἢ εἰς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ' ἐκείνους ἠρέμησαν, οὐκέτ' ἐμέλλησαν, ἀλλ' ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν, πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις οὖν οἱ Ῥωμαῖοι πρὸς αὐτὸν πέμψαντες, ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε, τὸν πόλεμον ἐψηφίσαντο, χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ' ἀληθὲς ἀγανακτοῦντες ἐφ' οἷς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρατεύσῃ κατὰ τὸν Πύρρον. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν δύναμιν πᾶσαν ὅ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος, αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Ἀθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύσατο καὶ Χαλκίδα κατεχομένην ὑπ' αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο [294] αὖθις προσβαλόντα ἀπεκρούσατο, Ἀπούστιος δ' ἐς τὴν Μακεδονίαν, ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰκοῦσι δ' οὗτοι ὑπέρ τε Ἰλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ὤν, σύμμαχοι πρότερον ὄντες αὐτοῦ, πρὸς τοὺς Ῥωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ἔσπευσε. γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν.

   Ῥαΐσας δ' ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ ἅμα ἔαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ' ἐπλησίασαν ἀλλήλοις, ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἔς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ' εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Ἀπούστιος [295] δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο.

   Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις Ἀμίλκας Καρχηδόνιος, τῷ Μάγωνι συστρατεύσας ἐν Ἰταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, ὡς δ' ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας τῶν Ῥωμαίων ἀπέστησε καὶ μετ' αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ' ἀντεστράτευσεν ἐπ' αὐτοὺς Αὐρήλιος ὁ ὕπατος, φθονήσας τῆς νίκης τῷ στρατηγῷ.

   Τῷ δ' ἑξῆς ἔτει πρὸς τοῦ Ἀμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν, καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν.

   Ἐν δὲ τῇ Ἑλλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ, τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι' ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος ὕπατος, τοῦ Φιλίππου πᾶν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολεμήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ' ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν· ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ' [296] ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ' ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφὸς αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες, καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί· καὶ Ἀθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἱ γνῶμαι τῶν Ἀχαιῶν, τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων, τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ' οὖν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα, πονήσαντες δ' ἐπεκδρομαῖς ἀπανέστησαν.

   Εἶτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἁλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν ὕπατον ἐπεκηρυκεύσατο. καὶ ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ, καὶ συνῆλθον αὐτοὶ καὶ οἱ σύμμαχοι, ἐπράχθη δ' οὐδὲν ἢ ὅτι πρέσβεις εἰς Ῥώμην πέμψαι τῷ Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς, οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφασαν, καὶ ἄπρακτοι ἀπηλλάγησαν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ τῷ Φλαμινίῳ τὴν ἐν τῇ Ἑλλάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ἔτος, αὐτῷ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ, ὅτι κατὰ χώραν ἔμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ἐσπείσατό οἱ, καίτοι φίλος ὢν τοῦ Φιλίππου [297] καὶ τὸ Ἄργος λαβὼν παρ' αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ, τῷ Νάβιδι αὐτήν, ἵν' αὖθις ἀποδοίη, παρακατέθετο.

   Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ' ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ' ὅμηροι τῶν Καρχηδονίων οἵ τε δοῦλοι οἱ μετ' αὐτῶν καὶ οἵ τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες, καὶ πολλοὺς τῶν ἐπιχωρίων φονεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἱ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς Ῥωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δείσαντες οὖν οἱ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γαλάτας ἔπεμψαν· οἳ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρθουν χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν, καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλκου συμβαλόντες ἡττήθησαν, οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέβαλον, ἀλλ' ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγῳ πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ' ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον.

   Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ Ἀττάλου τὴν Βοιωτίαν ἅπασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ἄτταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν, ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππῳ προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ [298] ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν, οἱ μὲν ἔνθεν οἱ δ' ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσοπαλεῖς ἂν ἀπηλλάγησαν, εἰ μὴ οἱ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥωμαίους ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας, ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο, χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον, καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος.

   Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, καὶ Ἀνδροσθένης ἐνικήθη ὑπὸ τῶν Ἀχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ὤν, ἐπεὶ μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἷλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστήσατο.

   Οὕτω μὲν οὖν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ Ῥώμῃ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι, καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ' ἔχειν στρατιώτας τῶν πεντακισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις τάς τε ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευθέρας ἀφῆκαν.

[299]    Οἱ δ' ὕπατοι τοῖς Γαλάταις αὖθις οὐκ ἀταλαιπώρως ἐπολέμησαν, ὅμως μέντοι καὶ τούτους ὑπέταξαν.

   Πόρκιος δὲ Κάτων ὕπατος αἱρεθεὶς τὴν Ἰβηρίαν μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο, ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβᾶσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ' ὅλως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον, βουλὴν ἐποιεῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. "κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι, τοῖς νόμοις τοῖς κειμένοις, τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις." Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Κάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών, εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη "σὺ δ', ὦ Κάτων, εἰ ἄχθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές, ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ ὅπλισον ἐφ' ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε· ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν, καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα." καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώπτων εἶπεν, ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγορᾶς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ [300] γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι.

   Ὁ δὲ Κάτων ἀποπλεύσας εἰς τὴν Ἰβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ' ἓν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηθέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι' αὐτῶν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. ἃ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομίσαντες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη.

   Ὁ δὲ Κάτων διέβη τὸν Ἴβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οἴκαδε, ἔστι δ' ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν.

   Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Ἄργος ἐστράτευσε. [301] τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι φοβερὸν ὁρῶντες οἱ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τὰ Ταΰγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντιουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Φλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ' ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν οὖν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μηδαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Φλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ὃς τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ' ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιῆσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥωμαίων αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ἦν ἐν μέρει, ἑλόντων οὐκέτ' ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη.

   Ὁ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ἕλληνας ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ὧν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν [302] τῇ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ.

   Ἀφικομένου δ' ἐς Ῥώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν ἅπαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥωμαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ Ῥωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ' ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι' ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ' ἔτι μείζων ἐγένετο ὅτι τὸν Πτολεμαῖον τὸν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο.

   Τοιοῦτον τὸν Ἀντίοχον νομιζόμενον οἱ Ῥωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· ἐπεὶ δ' ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσκαταστρέψασθαι, καὶ μετ' αὐτῶν ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν ὁ Ἀντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφικόμενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, [303] καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τὸν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ' ἐς Κύπρον πλεῦσαι ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντεγκαλοῦντες, ὅπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ὅπως τὰ παρ' ἀλλήλοις προκατασκέψωνται.

   Ἀννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ' αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ' αὐτῶν καὶ πρὸς τοὺς Ῥωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ Ἀντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς Ῥώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τὸν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφερομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, ἵν' ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ' εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀντίοχον, ἔργῳ δὲ ἵνα κἀκεῖνον καὶ τὸν Ἀννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς Ῥωμαίοις συμφέροντα. ἀφικομένου δ' αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι' ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ [304] ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῷ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στράτευμα παρέσχεν αὐτῷ οὔτ' ἐς τὴν Καρχηδόνα ἔπεμψεν· οὐδ' ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν εἶναι.

   Ἡ δὲ περὶ τοῦ Ἀντιόχου φήμη πολλὴ τὴν Ῥώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πᾶσαν ἤδη κατέχει, τῶν δ' ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται λογοποιούντων, οἱ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἑλλάδα ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστειλαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν περαιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος, Αὖλον δὲ Ἀτίλιον ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν, ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς Ῥωμαίους ὁμολογίαις ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπάσατο.

   Ὁ δέ γε Φλαμίνιος περιιὼν τὴν Ἑλλάδα τοὺς [305] μὲν μηδ' ἀποστῆναι ἔπεισε, τοὺς δὲ καὶ ἀποστάντας ἤδη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων τινῶν. αὐτοί τε γὰρ τῷ Ἀντιόχῳ προσεχώρησαν καὶ ἄλλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ ἄκοντας. καὶ ὁ Ἀντίοχος, καίτοι χειμῶνος ὄντος, ὅμως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ἔσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ' αὐτῶν ἔλαβε, τήν τε ἄλλην Εὔβοιαν προσεποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις Ῥωμαίους τινὰς εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ὅθεν αὐτός τε καὶ οἱ στρατηγοὶ οἵ τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς ἄλλους ἀπολέμους ἐποίησεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ, μαθόντες αὐτὸν ἐς τὴν Ἑλλάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τὸν πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῇ τῆς Ἰταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ἑλλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀντίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Φιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Φίλιππον ἑλὼν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν ἔδωκεν.

   Ὁ δ' Ἀντίοχος ἐν τούτοις ἡσυχίαν ἄγων ἐν τῇ Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε [306] καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς Ῥωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν ἕξειν ἐνόμισε. καὶ ἵνα μή τι καὶ αὐτὸς πάθῃ οἷον οἱ Ἕλληνες οἱ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ ἄκρα τῶν ὀρῶν ἀνεβίβασεν, ὥστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο, ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑποστρατήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς ἄκροις ἀπέστειλεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ ὑπὸ τὴν ἕω συνέμιξε. καὶ ἕως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ Ἀντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο, μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε Ἀντίοχον ἔτρεψαν καὶ τὸ στρατόπεδον αὐτοῦ εἷλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε, μαθὼν δὲ τὸν ὕπατον προσιόντα, ἐς τὴν Ἀσίαν ἀνεκομίσθη λαθών.

   Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Εὔβοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ' Ἡρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο· καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ εἷλε, τοὺς δ' ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δημόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο, καὶ ψήφισμα ἐκείνου αἰτήσαντος, ἵν' ἐς τὴν Ῥώμην πέμψῃ, "θάρρει" ἔφη· "ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι." τοῦ [307] Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ' αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἱ λοιποὶ συναλλαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ Ἀντιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρίνετο μὲν τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν, τὰ δὲ τοῦ Ἀντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν οὖσαν ἐπολιόρκει· οὓς ἐλθὼν ὁ Φλαμίνιος ἔπεισε σπείσασθαι, γνωρίμως αὐτοῖς ἔχων. καὶ πρέσβεις εἰς τὴν Ῥώμην ἐκεῖνοί τε καὶ οἱ Ἠπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ πέμψας ἄλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν Ῥώμῃ ὁμηρεύοντα. τοῖς δ' Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο.

   Ἐπὶ δὲ τὸν Ἀντίοχον οἱ Ῥωμαῖοι τοὺς Σκιπίωνας ἔταξαν τόν τε Ἀφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οἳ τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν ἔδοσαν, ἵν' ἐς τὴν Ῥώμην αὖθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ' ἐπὶ τὸν Ἀντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν Ἑλλήσποντον ἤλασαν. καὶ ἐς τὴν Ἀσίαν περαιωθέντες τὰ πλεῖστα τῶν παραθαλασσίων κατέλαβον προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων Ῥωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμένους καὶ τῶν Ῥοδίων, οἳ καὶ τὸν Ἀννίβαν ναῦς τινας ἐκ Φοινίκης ἄγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ Ἀντιόχου, καὶ πόλεις αἱ μὲν βίᾳ, αἱ δ' ἑκούσιαι πρὸς [308] τοὺς Ῥωμαίους μεθίσταντο, ὥστε ἐκ τούτων ἀναγκασθῆναι τὸν Ἀντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ὃν ἐπανελθόντα σὺν δυνάμει ἐπὶ τὴν Πέργαμον ἔπεμψεν. ὡς δὲ προσεδρεύσας τῇ πόλει οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον, εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο, προσδοκήσας τεύξεσθαι τῆς εἰρήνης, ὅτι τὸν Ἀφρικανοῦ υἱὸν συλλαβὼν ἐν θεραπείᾳ εἶχε πολλῇ· καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, ἄνευ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο δὲ ἡ εἰρήνη, τοῦ Ἀντιόχου ἃ οἱ Ῥωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι.

   Τέως μέντοι ἐπὶ πολὺ ἡσύχασαν, εἶτα καὶ ἐπολέμησαν. ὁ δὲ ἀγὼν οὕτως ἐγένετο. πρῶτα τὰ ἅρματα, εἶτα τοὺς ἐλέφαντας ὁ Ἀντίοχος ἔταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν οὖν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ Ῥωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ὥστε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν, αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν, τὴν δὲ τοξείαν καὶ τὴν σφενδόνησιν ὄμβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βαθεῖα συμβᾶσα τοὺς μὲν Ῥωμαίους ἅτε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ' ἐναντίους, οἷα πεφοβημένους ἵππῳ τε καὶ τοξείᾳ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους ἔσφηλεν. ὅμως δ' οὖν ἴσχυσεν [309] ὁ Ἀντίοχος τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάντας αὐτῷ τρεψάμενος μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε εἷλεν ἂν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων τοὺς πρώτους προσιόντας τῶν Ῥωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ ἔπεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν Ἀντίοχον. ἐν ᾧ δὲ τοῦτ' ἐγίνετο, Ζεῦξις καθ' ἕτερον μέρος τῷ ταφρεύματι προσβαλὼν εἴσω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις οὗ ὁ Λέπιδος ᾔσθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ Ἀντιόχου εἷλε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ' ἵππους, ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα ἄλλα τε πολλὰ καὶ πολυτελῆ εὗρε. καὶ ὁ μὲν Ἀντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν, οἱ δ' Ἕλληνες οἱ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις προσέθεντο.

   Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου τοῦ Ἀντιόχου ἐσπείσθη. ὅ τε γὰρ Ἀφρικανὸς εὐνοϊκῶς οἱ διὰ τὸν υἱὸν εἶχε, καὶ ὁ ὕπατος οὐκ ἤθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. οὔκουν οὐδὲ ἐπέταξαν τῷ Ἀντιόχῳ πλέον οὐδὲν ἢ ὅσα καὶ πρὸ τῆς μάχης ᾔτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι ἐκέλευσεν ἄλλους τε καὶ τὸν υἱὸν Ἀντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οἷς καὶ ὁ Ἀννίβας ἦν. καὶ ὁ Ἀντίοχος καὶ ἄκων πρὸς ἅπαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν Ἀννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν Ἀντίοχος [310] πρέσβεις ἐπὶ τούτοις εἰς τὴν Ῥώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ Ἀσιατικοῦ ἐπωνυμίαν δι' αὐτὴν ἔσχεν, ὥσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἀφρικανὸς ἐπεκλήθη, τῆς Καρχηδόνος κρατήσας μέγιστον ἐν τῇ Ἀφρικῇ δυνηθείσης.

   Τοιοῦτοι δ' οὖν ἄνδρες οὗτοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλθόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ ὕστερον παρεδόθησαν· καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας σφετερισάμενος, Ἀφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος, τὸ δ' ἀληθὲς διὰ φθόνον. ὅτι δ' οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ ἄλλοθεν, οὐχ ἥκιστα δὲ ὅτι καὶ τῆς οὐσίας τοῦ Ἀσιατικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, ὅτι δὲ τοῦ Ἀφρικανοῦ ἐς τὸ Λίτερνον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ἔτι κατεψηφίσατο.

   Ὁ δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς Ἀσιανῆς πολλὰ προσηγάγετο. ἔστι γάρ τι κἀνταῦθα γένος αὐτῶν, ἐκ τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε Ἑλλάδα καὶ τὴν Θρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ Ὀλύμπῳ καὶ Καππαδοκίας ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ἔθνος ἴδιόν εἰσι τὸ ὄνομα τῶν Γαλατῶν φέροντες. οὗτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Ἄγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ' ἄλλας ὁμολογίᾳ παραστησάμενος.

[311] πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ Ἀριαράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβὼν ἀπῆρεν οἴκαδε.

   Οἱ δ' Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης ἐς τὴν Ῥώμην πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, ἦν γάρ ποτε τοῦ Πύρρου βασίλειον, τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἱ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ' οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥωμαῖοι δι' ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεὶ δ' ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ' ὅπῃ ὀρύσσοιτο, χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαντες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν, καὶ εἰς τὸν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέμενεν. ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πολιορκίαν [312] κατέλυσαν. ὁμολογησάντων δ' αὐτῶν καὶ οἱ Αἰτωλοὶ μετεβάλοντο· καὶ διεπράξαντο ἀνοχήν, εἶτα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρήματα, πολλοὺς δὲ καὶ ὁμήρους δόντες. καὶ ὁ Φουλούιος τὴν Κεφαλληνίαν ὁμολογίᾳ παρεστήσατο καὶ τὴν Πελοπόννησον στασιάζουσαν κατεστήσατο.

   Γαΐου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ Ἀντίοχος ἔθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀκείνου πολλῷ ὕστερον ὁ εἰς τὴν Ῥώμην ὁμηρεύων Ἀντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεών τινων ἐστερήθη ἐν Θεσσαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλησαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ' ἐν τῇ Ῥώμῃ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν.

   Τότε δὲ καὶ ὁ Ἀννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ Ῥώμης δι' ἄλλα τέ τινα καὶ ὅπως καὶ τὸν Ἀννίβαν ἐκδοίη παρ' αὐτῷ ὄντα, προμαθὼν τοῦτ' ἐκεῖνος καὶ διαδρᾶναι μὴ οἷός τε ὢν ἑαυτὸν διεχρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ Ἀφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε.

[313]    Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτείνας καὶ τὸν ἕτερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν, ἀπέθανεν. ἐπεὶ γὰρ προσφιλὴς τοῖς Ῥωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δημήτριος, καὶ αὐτός τε καὶ οἱ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ' αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ Ῥωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνενεώσαντο.

   Ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ὥστε καὶ συγγραφῆς νομίζεσθαι ἄξια. ὕστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς Ῥωμαίοις ἐποίησεν. ἵνα δὲ ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευάσηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολογησομένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ' εἴσω τοῦ τείχους ἐδέξαντο, καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχθήσεται. καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς Ἰταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν.

   Οἱ μὲν οὖν Ῥωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον [314] στρατηγὸν μετὰ δυνάμεως ὀλίγης ἐξέπεμψαν, οὐ γάρ πω τὴν μείζω παρεσκευάσαντο, καὶ ὁ Περσεὺς εἰς Θεσσαλίαν παρεμβάλλων τά γε πλεῖστα αὐτῆς ᾠκειώσατο· ἐπεὶ δὲ τὸ ἔαρ ἐπέστη, πέμπουσιν ἐπ' αὐτὸν Λικίνιον Κράσσον, καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Γάιον Λουκρήτιον. συμμίξας οὖν πρῶτον περὶ Λάρισαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ ἔπταισεν· ὕστερον μέντοι περιεγένετο, ὥστε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ ταῖς πόλεσι ταῖς Ἑλληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις προσέβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, ἔστι δ' ἃς ἐχειρώσατο· καί τινας κατασκάψας τοὺς ἁλόντας ἀπέδοτο. ἅπερ οἱ ἐν τῇ Ῥώμῃ πυθόμενοι ἠγανάκτησαν, καὶ τόν τε Κράσσον ὕστερον ἐζημίωσαν χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν καὶ τοὺς πραθέντας ἐξ αὐτῶν καὶ εὑρεθέντας ἐν τῇ Ἰταλίᾳ τότε παρὰ τῶν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο.

   Ταῦτα μὲν οὖν οὕτως ἔπραξαν οἱ Ῥωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν, καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν, καὶ ὁ Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνεκρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν Ῥωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως, πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς, μέχρις οὗ καὶ ἐθάρσησαν. ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει [315] τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν, οἱ δ' ἐν τῇ Ῥώμῃ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ὃς εἰς τὴν Θεσσαλίαν πρὸς τὸ στρατόπεδον ἀφικόμενος τούς τε Ῥωμαίους καὶ τοὺς συμμάχους ἐξήσκει, ὥστε δείσαντα τὸν Περσέα ἐν τῷ Δίῳ τῷ Μακεδονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν ἄγειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοῦ Περσέως κατέσχε. προϊὼν δ' ἐπὶ τῆς Πύδνης τῶν ἐπιτηδείων ἐσπάνισε, καὶ εἰς τὴν Θεσσαλίαν ἀνέστρεψε. καὶ αὖθις ὁ Περσεὺς ἀνεθάρσησε καὶ ἃ κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυτικῷ συχνὰ τοὺς Ῥωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος ἤλπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι' αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ὡς γὰρ τὰ τῶν Ῥωμαίων ὑπεδίδου, τὰ δ' ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου χρήματα σφίσιν ἃ ἐπηγγείλατο. τῶν μὲν οὖν ἀμβλυνθέντων τὸ πρόθυμον, τῶν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ὥστε καὶ σπονδῶν δεηθῆναι. καὶ κἂν ἔτυχε τούτων διὰ τοῦ Εὐμένους, εἰ μὴ καὶ Ῥόδιοι συνεπρέσβευσαν· ὑπερηφάνως γὰρ οὗτοι τοῖς Ῥωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώλυσαν τῶν σπονδῶν.

   Ἐντεῦθεν ὁ κατ' αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι. ὃς σπουδῇ κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν [316] προκαταστησάμενος, βιασάμενος διὰ τῶν Τεμπῶν, ὀλίγοι γὰρ ἐφρούρουν αὐτά, ἐπὶ τὸν Περσέα ὥρμησεν. ἐπεὶ δ' ἐκεῖνος τὸν Ἔλπιον ποταμὸν προσαπέφραξεν ὄντα ἐν μέσῳ, προκαταλαβὼν δὲ καὶ πᾶν τὸ μεταξὺ τοῦ τε Ὀλύμπου καὶ τῆς θαλάσσης αἱμασιαῖς καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν ἄπορον ἀπειργάσατο, ἐθάρρει δὲ καὶ τῇ ἀνυδρίᾳ τοῦ τόπου, ἐπείρασε μὲν καὶ οὕτως ὁ ὕπατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ Ὀλύμπου ἄμμον ὕδωρ εὗρε δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν Ῥοδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρασύτητος ἀφ' ἧς καὶ ἐς τὴν Ῥώμην πρὶν ἐπρεσβεύσαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον αὐτοῖς ἢ ὅτι μετ' ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς. ὡς δὲ προσβάλλων οὐδὲν ἐπέραινεν, ἔμαθε δὲ τὰ ὄρη ὄντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν ἔπεμψε, καταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, διὰ γὰρ τὸ δυσπρόσιτον καὶ ἐλαχίστην εἶχε φρουράν, αὐτὸς δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσέμιξε τῷ Περσεῖ, ἵνα μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιήσαιτο. καὶ μετὰ τοῦτο καταληφθέντων τῶν ἄκρων νυκτὸς πρὸς τὰ ὄρη ὥρμησε, καὶ πῇ μὲν λαθὼν, πῇ δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ὃ μαθὼν ὁ Περσεύς, καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ ἢ καὶ τὴν Πύδναν προκατάσχῃ, καὶ γὰρ τὸ ναυτικὸν ἅμα τὸ τῶν Ῥωμαίων παρέπλει, τό τε ἔρυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν ἐπειχθεὶς πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ ἦλθε μὲν καὶ ὁ Παῦλος ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέμιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προμαθὼν [317] δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρὸς ἑσπέραν τὸ στράτευμα, ὅτε τὴν ἔκλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τὸ συμβησόμενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄνεσεν. οἱ μὲν οὖν Ῥωμαῖοι τὴν ἔκλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν, οἱ δέ γε Μακεδόνες δέος ἔσχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. οὕτω δ' ἑκατέρων ἐχόντων συμβάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν Ῥωμαίων εἰς τὸ ὕδωρ εἰσέπεσεν ἐξ οὗπερ ὑδρεύοντο, καὶ οἵ τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο, τὸ μὲν πρῶτον οὗτοι καθ' ἑαυτοὺς ἐμαχέσαντο, ἔπειτα καὶ οἱ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ' ὀλίγους ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ' ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἱ Ῥωμαῖοι ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολλοὺς μὲν αὐτοὶ ἐφόνευσαν, πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύσαντι ἀποκτεῖναι παρέδοσαν. οὐδ' ἄν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοήθησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο.

   Διαφυγὼν οὖν εἰς Ἀμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αὖθις τὰ πράγματα, ἐπεὶ οὔτ' ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖθεν μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ ναυτικοῦ προΐστατο, προσπλέοντα, καὶ τὸν Παῦλον [318] ἐς Ἀμφίπολιν παρόντα, ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ' ἀποκρίσεως ἔτυχεν. ὕστερον δὲ ἄνευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον, οὐκ ἄλλως μέντοι συμβήσεσθαι ἔφη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς Ῥωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ ἐξαιτηθεὶς παρὰ τῶν Ῥωμαίων Εὔανδρόν τινα Κρῆτα πολλὰ κατ' αὐτῶν ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέδωκε μέν, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχειρίσασθαι ἐφήμισε. τότε μὲν οὖν οἱ συνόντες αὐτῷ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ, οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον, μεθίστασθαι ἤρξαντο. κἀκεῖνος δείσας μὴ τοῖς Ῥωμαίοις παραδοθῇ, ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ἔλαθεν ἂν πρὸς Κότυν Θρᾷκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον· ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οἴκαδε ἀπῆραν. ὁ δὲ ἡμέρας μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυπτόμενος ἔλαθεν, ἐπεὶ δὲ τοὺς ἄλλους παῖδας καὶ τὴν θεραπείαν ἔγνω κατεσχηκότα τὸν Ὀκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν Ἀμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν, ἀλλὰ καὶ ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει καὶ ἐν θεραπείᾳ ἦγε. μετὰ δὲ ταῦτα εἰς τὴν Ἰταλίαν διὰ τῆς Ἠπείρου ἀνεκομίσθη.

   Ὁ δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον, καὶ τὸν δεδακρυμένον προσυπαντῆσαι αὐτῷ, ἐκεῖνον δ' ἐπὶ στόμα καταβαλεῖν [319] ἑαυτὸν καὶ γονάτων δραξάμενον ἀφεῖναι φωνὰς ἀγεννεῖς. καὶ τὸν Αἰμίλιον ἀλγοῦντι προσώπῳ προσιδόντα αὐτὸν εἰπεῖν "τί, ὦ ταλαίπωρε, ταῦτα πράττεις; ἀφ' ὧν δόξεις οὐκ ἀναξίως ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι. τί δέ μου καταβάλλεις τὴν νίκην καὶ σμικρύνεις μου τὸ κατόρθωμα, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα Ῥωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυχοῦσι μεγάλην ἔχει μοῖραν καὶ παρὰ πολεμίοις, δειλία δὲ Ῥωμαίοις, κἂν εὐποτμῇ, πάντῃ ἀτιμότατον."

   Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺς προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμμάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου, ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι, ἀλλ' ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσεμνύνοντο.

[320] ἐλθόντι δ' ἐς Ῥώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη, καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. ἔπεμψε μὲν γὰρ καὶ τἄλλα ὅσα ἑαλώκει πάντα, ἔπεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς ὄντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηὔξατο καὶ οὗτος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ' ἑαυτῷ, εἴ τι δέοι, γενήσεσθαι· καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν, τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ἦν δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρημάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι.

   Τῶν δ' ἁλόντων τῷ πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ θεραπείᾳ κατετέθη· κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ' ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ' ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι' εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον, πλείω δὲ θρυλῶν τὸν Ἀλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος.

[321]    Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ προσδεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· καὶ ἔτυχον τῆς σπουδῆς, ἀλλ' ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι' ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐδὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι' Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε.

   Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν Ἀριαράθην. πρὶν δ' ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ' ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρνῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ' αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο, πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν.

   Ὁ δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν [322] υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἱ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν, Ἀντίοχος ὁ τοῦ Ἀντιόχου τοῦ μεγάλου υἱὸς τὸν νεώτατον ἐκπεσόντα ἐδέξατο, ἵνα προφάσει τοῦ αὐτῷ ἀμύνειν εἰς τὰ τῶν Αἰγυπτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αἴγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν Ἀλεξάνδρειαν. καταφυγόντων δὲ τῶν ἄλλων πρὸς τοὺς Ῥωμαίους, πεμφθεὶς πρὸς τὸν Ἀντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου ἐκέλευσεν· οἱ γὰρ ἀδελφοὶ συνέντες τὴν τοῦ Ἀντιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ' ἐκεῖνος ὑπερέθετο τὴν ἀπόκρισιν, κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ Ἀντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ ἔξωθεν φόβου οἱ Πτολεμαῖοι, οὕτω γὰρ ἐκαλοῦντο ἀμφότεροι, αὖθις ἐστασίασαν. εἶτα συνηλλάγησαν αὖθις ὑπὸ τῶν Ῥωμαίων ἐφ' ᾧ τὸν μὲν πρεσβύτερον τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην ἔχειν τὸν ἕτερον· καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων ἦν. ἀγανακτῶν δ' ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν Ῥώμην ἀφίκετο· καὶ εὕρατο παρ' αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις ἔθετο αὖθις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον ταξάμενος συντελεῖν.

   Τοῦ δ' Ἀντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος, ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ἄνδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ ἦν, ἔπεμψαν. οἳ παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις, τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς [323] τὸ τῇ Ῥώμῃ συμφέρον διῴκουν. δι' ἅπερ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς Ῥωμαίους, τὸν δὲ Γάιον τὸν Ὀκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν Ῥώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς Ἀντιόχου ὁμηρεύων ἐν τῇ Ῥώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον καὶ ὑπὸ Ἀντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερημένος, ὡς τὸν τοῦ Ἀντιόχου θάνατον ἔγνω, ᾔτει μὲν τὴν πατρῴαν ἀρχήν, οἱ δὲ οὔτε ταύτην αὐτῷ συνέπραξαν οὔτ' ἀπᾶραι τῆς Ῥώμης ἐπέτρεψαν. καὶ ὃς καὶ δυσχεραίνων ὅμως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ' ἐμέλλησεν, ἀλλ' ἀπέδρα· καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τὸν Ἀντίοχον, οὕτω γὰρ οἱ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν, ἀλλ' ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ἔχειν, ὥστε τῷ Ὀκταβίῳ τιμωρήσειν. ἐς Τρίπολιν δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος ὡς ὑπὸ τῶν Ῥωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν γὰρ ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ Ἀπαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν Ἀντιόχειαν ἤλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς Ῥωμαίους οὐκ ἀντῆραν, διέφθειρε, καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ Ῥώμῃ στέφανον καὶ τοὺς τοῦ Ὀκταβίου αὐτοέντας ἀπέστειλεν. οἱ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο.

   Μετὰ ταῦτα δ' ἐπὶ Δαλμάτας οἱ Ῥωμαῖοι ἐστράτευσαν. τὸ δ' ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον, ὧν τινας Ταυλαντίους ὠνόμαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. [324] αἴτιον δὲ τοῦ πολέμου ὅτι τινὰς τῶν προσχώρων αὐτοῖς ἐν φιλίᾳ τοῖς Ῥωμαίοις ὄντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς Ῥωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο, ἀλλὰ καὶ τοὺς τῶν ἄλλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων ὁ Νασικᾶς ὑπέταξεν, ἐπ' αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν εἷλε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ ἄλλα δὲ κατ' ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ' ἱστορίας ἄξια.

   Ἐντεῦθεν αὖθις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ἔφερον ἐλαττούμενοι, ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἱ δὲ Ῥωμαῖοι ὡς τὰ ἄλλα κατὰ γνώμην ἔθεντο, οὐχ ἡσύχασαν, ἀλλὰ πέμψαντες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς ἔπραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ἔπεισαν. ὡς δ' οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες Ῥωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφᾶς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο, εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ὃ μαθόντες οἱ Καρχηδόνιοι, οὐκ εὖ ὑπὸ τῆς συμφορᾶς ἔχοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν Ῥώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ ἄλλοι γὰρ τῶν προσχώρων αὐτοῖς ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς Ῥωμαίοις ὑπείξειν ἐπλάττοντο.

[325] μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλλοντες, ῥᾷον ἅπαντα ἐπηγγέλλοντο.

   Τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγαγούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Κάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν εἶπε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ᾔτησαν. οὓς Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ἔλαβον. καὶ τοὺς μὲν εἰς τὴν Ῥώμην ἔπεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν Ἀφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πάντα ἅμα σφίσιν ὅσα ᾔτουν ἐξέφηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ᾔτησαν καὶ ἔλαβον, εἶτα τὰς τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, εἶτα τὰ ὅπλα προσῄτησαν. λαβόντες οὖν πάντα, οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην εἶχον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ' ἐν μεσογείῳ οἰκοδομῆσαι ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέχουσαν. πρὸς τοῦτο δ' οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ' οὐδὲν ἤνυον, ἀλλ' ἢ πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο ἢ ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς Ῥωμαίοις ὡς ἤδη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρήσαντες [326] τῶν τε σφετέρων ἀρχόντων ἐνίους ἀπέκτειναν, ὅτι μὴ κατ' ἀρχὰς τὸν πόλεμον εἵλοντο, καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας Ῥωμαίους διέφθειραν, καὶ πρὸς τὸν πόλεμον ὥρμησαν. διὸ τούς τε δούλους ἅπαντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας κατήγαγον, καὶ τὸν Ἀσδρούβαν στρατηγὸν αὖθις εἵλοντο, καὶ ὅπλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμάσαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου, καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες, δι' ἐλαχίστου πάνθ' ὅσων ἔχρῃζον κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός, ἀλλὰ καὶ τοὺς ἀνδριάντας πρὸς τὴν χρείαν τοῦ χαλκοῦ συνεχώνευσαν καὶ ἐς τὰς σχοίνους τῶν γυναικῶν ταῖς κόμαις ἐχρήσαντο. οἱ δ' ὕπατοι τὸ μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπίσαντες μόνας ἡτοιμάσαντο κλίμακας, ὡς δι' αὐτῶν τοῦ τείχους εὐθὺς ἐπιβησόμενοι, ἔπειτα δὲ προσβαλόντες καὶ ὡπλισμένους σφᾶς καὶ τὰ πρὸς πολιορκίαν ἔχοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτράποντο, καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, ὁ γὰρ Ἀσδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει, προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπείρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς ἔβλαψε, Μάρκιος δ' ἐκ θαλάσσης κατὰ τὸ λιμνῶδες προσπεσὼν κατέσεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελθόντες ἀνθρώπους τε συχνοὺς ἔκτειναν καὶ μηχανήματα πλεῖστα κατέπρησαν. ἀλλ' οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ Ἀσδρούβου καὶ τῶν ἱππέων εἰῶντο σκεδάννυσθαι, οὔτε μὴν ὁ Μασινίσσας αὐτοῖς ἐπεκούρησεν.

[327] οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέκλητο, καὶ πρὸς τὸν Ἀσδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέτρεψαν.

   Οἱ δ' ὕπατοι διά τε τὰ συμβάντα καὶ ὅτι τὸ ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος δὲ ὥρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ' ὑπὸ Ἱμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρούβας, ἔνδοθεν δ' ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, ἄοπλοι γὰρ οἱ πλείους ἦσαν, εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε· πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας, ἔλαθεν εἴσω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ Σκιπίων ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο, ἀνὴρ ἄριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι· καὶ γὰρ τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι' ἃ καὶ τὸν φθόνον ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ [328] ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου εἶναι. ὁ οὖν Μανίλιος καὶ εἶπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ Ῥώμῃ μή τι ἀποκρυψάμενος καὶ τἄλλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· ἃ ἔσχον οὕτως.

   Θνήσκων ὁ Μασινίσσας ἠπόρει ὅπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ὃν ὁ ὕπατος ἔστειλεν. ἀλλ' ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ' ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτῶν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλοπλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τῷ δὲ μετ' αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ' ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις τινὰς καὶ χώρας ἔνειμε. καὶ τὸν Γουλούσσαν παραλαβὼν πρὸς τὸν ὕπατον ἤγαγεν.

   Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς [329] τὰ τῶν Καρχηδονίων πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῷ Σκιπίωνι ἦλθε, τότε καὶ ἐπὶ τὸν Ἀσδρούβαν ἅπαντες ὥρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ἔτι ὡς πολεμήσων καὶ ἐν τῷ ἔργῳ μεθ' ἱππέων τινῶν ηὐτομόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν Ῥώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ὥστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ.

   Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ὃς γέρων ὢν καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ἔπεμψεν εἰς τὴν Ῥώμην αὐτὸν κἀκεῖ διάγειν ἐκέλευσεν. ὡς δὲ κἀν τῇ Ῥώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ἔσπευδε κτεῖναι αὐτόν, Βιθυνοί τινες εἰς Ῥώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη, καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες, τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ' ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς Ῥωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε.

   Τὴν δὲ Μακεδονίαν Ἀνδρίσκος τις ἐξ Ἀτραμυτίου φύς, τῷ Περσεῖ δ' ἐμφερὴς τὸ εἶδος γενόμενος καὶ παῖς εἶναι ἐκείνου πλαττόμενος καὶ Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς [330] τὸν Δημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκείνου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ' ἐκείνου καὶ εἰς τὴν Ῥώμην πεμφθείς, ὅτι τε μὴ ὢν τοῦ Περσέως υἱὸς ἠλέγχθη καὶ ὅτι οὐδέ τι ἕτερον εἶχεν ἄξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς δὲ καὶ τῶν δυναστῶν τοῖς Ῥωμαίοις ἀχθομένους παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν κατέσχε, καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσεποιήσατο.

   Οἱ δὲ Ῥωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ Ἀνδρίσκου, εἶτα τὸν Σκιπίωνα τὸν Νασικᾶν ἔπεμψαν εἰρηνικῶς πως τὰ ἐκεῖ διοικήσοντα. ὃς εἰς τὴν Ἑλλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν Ῥωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ἔργου εἴχετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ' ἐν τῇ Ῥώμῃ γνόντες τὰ κατὰ τὸν Ἀνδρίσκον, στράτευμα ἔπεμψαν καὶ στρατηγὸν Πούπλιον Ἰουβέντιον. ᾧ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ Ἀνδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς ἄλλους πάντας ἂν κατειργάσατο, εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν οὖν διὰ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ἔστειλαν. καὶ ὃς εἰς τὴν Μακεδονίαν ἦλθε, καί οἱ ὁ Ἄτταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ Ἀνδρίσκος περὶ τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελθεῖν· [331] ὀλίγον δὲ τῆς Πύδνης ἔξω προχωρήσας ἱππομαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζὸν ἀνέστρεψε. καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε, τοὺς δὲ πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. καταφρονήσας οὖν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ Ἀνδρίσκος εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συνέβαλε τῷ Μετέλλῳ προϊόντι οὗ προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου προδοθεὶς ἐδικαιώθη.

   Καὶ Ἀλέξανδρος δέ τις Περσέως καὶ αὐτὸς λέγων εἶναι υἱὸς καὶ χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μέστον καλούμενον ποταμὸν χώραν· ὃν ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς Δαρδανίας.

   Ἐπὶ δὲ τοὺς Καρχηδονίους οἱ Ῥωμαῖοι Πείσωνα τὸν ὕπατον ἔστειλαν. ὃς τῇ μὲν Καρχηδόνι καὶ τῷ Ἀσδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πόλεις ἐτράπετο· καὶ τῆς μὲν Ἀσπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἑλὼν κατέσκαψεν· ἐπὶ δὲ Ἱππῶνα πόλιν ὁρμήσας κατέτριψε τὸν καιρὸν μηδὲν περάνας. οἱ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἱ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατοπέδῳ καὶ οἱ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ὥρμησαν καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλικίας [332] μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν· ἀλλὰ τά τε ἔργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάππου Ἀφρικανοῦ ἐλπίδα παρεῖχον ἅπασι βεβαίαν καὶ τῶν πολεμίων δι' αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παντελῶς ἐξαιρήσειν.

   Ἐν ᾧ δ' ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ὂν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς ἄλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ἔχον ὡς τῇ φύσει ὂν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ' ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ' αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. εἷλον γὰρ ἂν τὸν Μαγκῖνον οἱ Καρχηδόνιοι ἢ καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ' ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντας ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, ἀλλ' ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, ὡς ἂν μετ' αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ [333] δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ἔλυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος ἤδη, ἐκεῖνον μὲν ἔξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ' ἑαυτῶν ἀπέχουσαν περιέπεμψε, παραγγείλας αὐτοῖς ἅττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ἔνδον τοῦ περιβόλου ἐγένετο, αὐτομόλοις χρησάμενος ἄγουσι, καὶ ὑπὸ τὴν πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε ἔξωθεν ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ἔφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ' ἃς ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ' ἑκάστους ὄντας τρέπων, ὥστε τὸν Ἀσδρούβαν ἅμα τε πυνθάνεσθαι τὰ γενόμενα καὶ ὁρᾶν τὴν τῶν Ῥωμαίων δύναμιν μικροῦ πᾶσαν οὖσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ἔπειτα τὴν μὲν ἄλλην πόλιν ἐξέλιπον, εἰς δὲ τὸν Κώθωνα τήν τε Βύρσαν κατέφυγον. εἶτα ὁ Ἀσδρούβας πάντας τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους ἀπέκτεινεν, ὅπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διεχρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς καὶ ἀπετείχισεν, οὐ μὴν καὶ ταχέως εἷλε. τά τε γὰρ τείχη καρτερὰ ἦν καὶ οἱ ἐντὸς πολλοὶ ὄντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως εἶχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ἄνεμον, ὁσάκις σφοδρῶς ἔπνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ὅπερ ὁ Σκιπίων μέγα ἔργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε· τὸν γὰρ εἴσπλουν τοῦ λιμένος στενὸν ὄντα συνέχωσε, [334] χαλεπῶς μὲν καὶ ἐπιπόνως, ὅμως μέντοι ὑπὸ πολυχειρίας τὸ ἔργον ἐξείργαστο. εἴργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν.

   Οἱ οὖν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἱ μὲν ηὐτομόλουν, οἱ δὲ ἐγκαρτεροῦντες ἔθνησκον, οἱ δὲ τῶν νεκρῶν ἐγεύοντο. ὅθεν ἀθυμήσας Ἀσδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν ἔπεμψε· καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο· καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ' ἐπεκράτουν, καὶ ἀντεμηχανῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ἔχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προϊὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα ἄμφω ἐπισκοπῶν. καὶ ἥλω τὸ φρούριον. εἶτ' αὖθις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών.

   Ἀπογνόντες οὖν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον [335] τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ἅτε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες ὅσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν ἄλλων τὰ πλείω, ἵνα τῆς ἐξ αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ' ἔγνων τὸ ἔργον οἱ Ῥωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν, καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἱ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς τοίχους διορύσσοντες κάτωθεν διῄεσαν, ἕως πρὸς αὐτὴν τὴν ἄκραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἱ Καρχηδόνιοι, ἀλλ' ἐπεκηρυκεύσαντο, πλὴν τοῦ Ἀσδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων, ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς, εἰς τὸ Ἀσκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοντας, μέχρις οὗ ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν, τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν Σκιπίωνα ἦλθεν ἱκετηρίαν ἔχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξονειδίσασα ὅτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν.

   Ἑλὼν οὖν οὕτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε "Καρχηδὼν ἑάλω· τί οὖν κελεύετε;" ἀναγνωσθέντων οὖν τούτων βουλὴν ἔθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν, ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ [336] συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ δι' οὐδὲν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἵν' ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τράπωνται, τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς ἄσκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ' ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατασκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ' αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· οὗτοι γὰρ οἵ τε ὅμηροι καὶ ὁ Ἀσδρούβας καὶ ὁ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ' ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων.

   Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν Ἑλλήνων κορυφαιότατοι ὑπὸ Παύλου τοῦ Αἰμιλίου μετῳκίσθησαν εἰς τὴν Ἰταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς δ' οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο, τοῖς τε τὰ Ῥωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο, μέχρις οὗ τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ [337] διενεχθέντες ἀλλήλοις οἵ τ' ἠδικημένοι καὶ οἱ τὰ ἀλλότρια ἔχοντες ἐπολέμησαν. ἤρξαντο δὲ τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν Ῥωμαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς πόλεμον ὥρμησαν, Κριτόλαον προστησάμενοι. δείσας οὖν ὁ Μέτελλος μὴ καὶ τῆς Μακεδονίας ἅψωνται, ἤδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο.

   Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ Ἑλληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ὅπλα κατέθεντο, οἱ δὲ καὶ ἔτι ἐστασίαζον τῷ Διαίῳ τὰ πράγματα ἐπιτρέψαντες. ἃ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ ἐπ' αὐτοὺς τὸν Μόμμιον ἔπεμψαν. ὃς τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν ἦλθε χαράκωμα. ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ' οὐκ ἀντεξώρμησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ' ὁ Μόμμιος, τῶν ἱππέων τινὰς λάθρᾳ ἔπεμψεν, ἵν' ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν, ἐπήγαγε τὴν φάλαγγα κατὰ πρόσωπον, καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέκτεινε, τῶν δ' ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἱ δ' ἄλλοι [338] οἴκαδε ἔφυγον. ὅθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ἔλαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς ἄλλους Ἕλληνας ἀπόνως προσεποιήσατο. καὶ τότε μὲν τά τε ὅπλα αὐτῶν καὶ ὅσα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ εἴ τι ἄλλο πρὸς κόσμον εἶχον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ ἄλλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ ἄλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αὖθις τινὲς πρὸς αὐτὴν οἷα μεγίστην συστῶσιν. ἵνα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις Ἑλλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πως τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν ἄλλων ἐλευθερίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. ἔπειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ οὕτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο.

   Καὶ ἡ μὲν Κόρινθος οὕτως ἀνάστατος γέγονε, τὸ δ' ἄλλο Ἑλληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, ἔπειτα ἔν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν, οὐκ ἂν ἐσέσωντο.

   Ἡ μὲν οὖν Καρχηδὼν ἥ τε Κόρινθος αἱ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος ἅμα ἔσχον, χρόνῳ δὲ πολλῷ ὕστερον ἀποικίαν Ῥωμαίων λαβοῦσαι ἤνθησαν αὖθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν.

   Τὰ μὲν οὖν μέχρι τοῦδε πεπραγμένα Ῥωμαίοις, [339] βίβλων τυχὼν τῶν πάλαι ταῦτα ἱστορησάντων ἀρχαίων ἀνδρῶν, ἐκεῖθεν ἐξείληφα κατ' ἐπιτομὴν καὶ τῷ συγγράμματι τούτῳ ἐντέθεικα, ἐπὶ δὲ τοῖς ἑξῆς ἃ τοῖς ὑπάτοις καὶ τοῖς δικτάτωρσιν ἐπράχθη μέχρις ἂν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ Ῥώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς ἢ καταφρονήσει ἢ ῥᾳθυμίᾳ ἢ ὄκνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οἷον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λείποντα παρεώραται, οὐδ' ἡμιτελὲς ἑκὼν τὸ πόνημα καταλέλοιπα, ἀλλ' ἀπορίᾳ βίβλων αἵπερ αὐτὰ διεξίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας, μὴ εὑρηκότι δ' ὅμως, οὐκ οἶδα εἴθ' ὅτι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, εἴθ' ὅτι μὴ φροντιστικώτερον τὴν τούτων ἴσως ζήτησιν ἐποιήσαντο οἷς αὐτὴν ἀνεθέμην, αὐτὸς ὑπερόριος ὢν καὶ πόρρω τοῦ ἄστεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. ὅτι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν ὅσον ἐπὶ τοῖς τῶν ὑπάτων ἔργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γεγένηται. παρελθὼν οὖν αὐτὰ καὶ ἄκων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγησάμενος, ἵν' ὅθεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας ἢ καὶ δημοκρατίας οἱ Ῥωμαῖοι μετηνέχθησαν δῆλον εἴη τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, ἅμα τε πρὸς τούτῳ καὶ ἀκολουθίας ἔχοιτο ἡ γραφή.


(Τέλος πρώτου μέρους)