Επιτομή Ιστοριών/10
←Βιβλίο 9 | Επιτομή Ιστοριών Συγγραφέας: Βιβλίο 10: Σύλλα, του Πομπήιου, του Καίσαρα και του Αυγούστου μέχρι τη γέννηση του Χριστού (83–1 π.Χ) (Μια σύνοψη του Δίων Κάσσιος, Πλούταρχος και η Ιστορία του Ευσέβιος) |
Βιβλίο 11→ |
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 2., pp. 340−457 |
Ἐξ ἀρχῆς μὲν οὖν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προϊστόρηται, βασιλεῦσιν ἡ τῶν Ῥωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύσεως, ἔκτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπάτοις τε καὶ χιλιάρχοις, ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολιτείαις τὰ Ῥωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαΐου Ἰουλίου τοῦ Καίσαρος. υἱὸς δὲ ἦν ὁ Πομπήιος Στράβωνος, ἑνὸς τῶν ἐπισήμων Ῥωμαίων καὶ στρατηγίας ἠξιωμένου, τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. ἤδη γὰρ ἐνόσει Ῥωμαίοις τὰ πράγματα, καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον ἄρχοντες, ἀλλ' οὐ νομίμως ἄρχειν ἐβούλοντο. ὁ μὲν οὖν πατὴρ αὐτοῦ Στράβων διὰ φιλοχρηματίαν ὑπὸ Ῥωμαίων μεμίσητο, ὁ δὲ Πομπήιος ἐφιλεῖτο διά τε πίστιν ἤθους καὶ τὸ εὐέντευκτον καὶ [341] τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν ὅπλοις ἄσκησιν. καὶ τοσοῦτον ἦν τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος, ἐπεί τε μὴ ἦν ἐμφανὴς λόγου διαδοθέντος ὅτι ἀνῄρηται παρὰ Κίννα, ὥρμησαν κατ' αὐτοῦ οἱ μισοῦντες καὶ ἄλλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν.
Οὕτω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα διεδέξατο, ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλα δ' ἀντικαθισταμένου τῷ Κάρβωνι, τούτῳ προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν ἄν τινος χάριτος πρὸς ἐκεῖνον κατήρξατο. ἦν μὲν οὖν τότε εἴκοσι καὶ τρία γεγονὼς ἔτη, καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν, καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώσαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ προσχωρούσας ἐδέχετο. εἶτ' αὖθις Σκιπίωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύησαν, ὁ δὲ Σκιπίων ἔφυγε. καὶ Κάρβωνος δὲ ἱππέων ἴλας συχνὰς πέμψαντος κατ' αὐτοῦ, καὶ ταύτας ἐτρέψατο, ὡς δι' ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. οὕτω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ἵππου καὶ προσαγορευθεὶς αὐτοκράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτοκράτορα τὸν Πομπήιον. καὶ τἄλλα δὲ ταῖς πρώταις φιλοφροσύναις συνέβαινεν· ὑπεξανίστατο γὰρ προσιόντι τῷ Πομπηίῳ καὶ ἄλλα πρὸς τιμὴν ἐκείνου ἐποίει ἃ πρὸς ἄλλους οὐκ ὦπτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ' [342] ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ' ἀρχὰς καθιστῶν, Πομπήιον δὲ οἰκειώσασθαι ἔσπευσεν ἑαυτῷ· καὶ πείθει αὐτὸν τὴν γαμετὴν ἣν εἶχεν ἀποπεμψάμενον ἀγαγέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, ἣν ἡ Μετέλλα, ἣ τῷ Σύλλᾳ συνῴκει, ἐκ Σκαύρου ἐγείνατο τοῦ προτέρου ἀνδρός. ἦν δὲ τὰ τοῦ γάμου τυραννικά· ἀνδρὶ γὰρ ἡ Αἰμιλία ἤδη ἐκδέδοτο καὶ ἐκύει.
Οὕτω δ' ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· ἦν γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν, αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.
Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν Δομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτακισχίλιοι δὲ αὐτῷ τῶν ὑπὸ τὸν Δομίτιον προσεχώρησαν. ἀντιτεταγμένου δὲ Δομιτίου συρρήγνυνται τὰ στρατεύματα, καὶ νικῶσιν οἱ Πομπηίου, καὶ ὁ Δομίτιος κτείνεται. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν, αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οἷς ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν ἄλλην στρατιάν, [343] αὐτὸν δὲ μεθ' ἑνὸς τάγματος περιμένειν εἰς Ἰτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ' ἑαυτὸν ἤχθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομπηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ εἴων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραΰνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ ἄρχειν ἐκέλευον, ἄχρις οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιάζοιντο· καὶ μόλις οὕτως ἐπαύσαντο.
Πρῶτον μὲν οὖν ἠγγέλη τῷ Σύλλᾳ ἀφεστάναι Πομπήιον, εἶτα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ ἢ στρατηγῷ θριαμβεύειν νενόμισται, ἄλλῳ δὲ οὐδενί· εἰ δὲ Πομπήιος οὔπω γενειῶν ἀκριβῶς θριαμβεύσει, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος ἔσται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν, ἀλλ' ἐννοεῖν ἔφη δεῖν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσι, δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αὔξεται, ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραίνεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς, δὶς ἐφεξῆς "θριαμβευσάτω" ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλίκων προσεδόκησαν, ὁ Πομπήιος ἀφήσειν ἔφη μᾶλλον τὸν θρίαμβον ἢ κολακεύσειν τοὺς στρατιώτας. πρὸς ὃ Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς τὸν θρίαμβον "νῦν," ἔφη, "Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ ἄξιος θριαμβεῦσαι."
Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον πρόεισι [344] δόξης καὶ δυνάμεως ὁ Πομπήιος, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε. Λέπιδος μέντοι σπουδῇ Πομπηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκείνου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ἔνοπλος ἦν, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείμματα. καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότος καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν διὰ Βρούτου κατέχοντος. τῶν μὲν οὖν ἄλλων ῥᾳδίως ἐκράτησεν ὁ Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. εἶτα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν, ἢ μεταβαλλόμενος ἢ προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, οὗπερ υἱὸς ἦν ὁ τὸν Καίσαρα ὕστερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς Ἰταλίας ἐκπεπτωκὼς νόσῳ ἀπέθανεν.
Ὁ μέντοι Σερτώριος τὴν Ἰβηρίαν ἔχων φοβερὸς ἦν. καὶ πρὸς τοῦτον οὖν ὁ Πομπήιος ἐστάλη, συμμαχήσων Ὀππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερτώριον. εἰς Ἰβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας ὑπὲρ μυρίους ἀπέκτεινεν· εἶτα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον ἔσχηκε τὸν ἀγῶνα. ἐπελθόντος δὲ Πομπηίῳ ὄντι ἱππότῃ ἀνδρὸς μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ' ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖνος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ τῷ Μετέλλῳ ἐτίμησε τὸν ἄνδρα καὶ ἐτιμήθη.
Ἀλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ' ὁ Πομπήιος ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων· καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν δὲ τὸν Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ [345] προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς Ἰταλίαν ἀπήγαγε τὸν στρατόν. ἦν δ' ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι' ὅπλων δὲ βαδιεῖται μοναρχίας κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. ἓν δ' ἔτι οἱ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, ὅτι τῷ δήμῳ μᾶλλον ἢ τῇ βουλῇ προσένεμεν ἑαυτόν· ὅπερ ἦν ἀληθές. οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ' ἀποδειχθέντες ὕπατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ἴσχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατηγίαν· καὶ ἔθους ὄντος τοῖς Ῥωμαίοις ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ἕκαστον ὑφ' οἷς ἐστρατεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ οὕτως ἀφίεσθαι, νεμομένης τιμῆς ἢ ἀτιμίας προσηκούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν οἱ τιμηταὶ καὶ οἱ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ὤφθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν ἄλλα παράσημα τῆς ἀρχῆς ἔχων, αὐτὸς δ' ἄγων τὸν ἵππον διὰ χειρός. ἦν δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. εἶτα ὁ εἷς τῶν τιμητῶν "πυνθάνομαί σου" εἶπεν "ὦ Πομπήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας." ὁ δὲ μεγάλῃ φωνῇ "ἐστράτευμαι" ἀπεκρίνατο, "καὶ πάσας ὑπ' ἐμαυτῷ αὐτοκράτορι." πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οἴκαδε.
[346] Ἤδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνετέθη πόλεμος. ὥρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασιλικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν· εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος οὖσα ἡ θάλασσα κατ' ὀλίγον αὐτοὺς ἐφειλκύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπετίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους παρεσπῶντο. ἐγένοντο δ' οὖν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ' αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν, ἐνύβριζον δὲ καὶ τοῖς Ῥωμαίοις. ὁπότε γάρ τις ἁλοὺς ἀνεβόησε Ῥωμαῖος εἶναι, ἐκπεπλῆχθαι προσποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον, οὕτω τε κατειρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· εἰ δὲ μὴ βούλοιτο, ὠθοῦντες αὐτὸν κατέδυον.
Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις οὔσης, σπάνις ἦν τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος εἷς τῶν Πομπηίου συνήθων ἔγραψε νόμον οὐ ναυαρχίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς Ἡρακλείων στηλῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν [347] ὅσα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἱ δὲ τῆς συγκλήτου περιφανέστεροι φόβου ἄξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος· οὗτος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν οὖν τὰ πελάγη καὶ διαστήματα τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ' ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἐκάθηρε τῶν λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα. εἶτα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς οὐ παρῆλθε τὰς Ἀθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, εὗρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ὧν ἡ μὲν ἐντὸς τῆς πύλης ἔλεγεν Ἐφ' ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός· ἡ δ' ἐκτὸς Προσεδοκῶμεν, προσεκυνοῦμεν, εἴδομεν, προπέμπομεν.
Κατελύθη μὲν οὖν ὁ πειρατικὸς πόλεμος καὶ τὰ πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν· τούτων δὲ εἰς Ῥώμην ἀπαγγελθέντων γράφει νόμον εἷς τῶν δημάρχων ὁ Μάλλιος, παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν ὅσης ὁ Λεύκολλος ἦρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης, ὡς ἤδη τοῦτο εἰλήφει· τοῦτο δὲ ἦν ἐφ' [348] ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν. τὸ μὲν οὖν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων, Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ' εἰρωνείαν οὐδ' οἱ πάνυ συνήθεις αὐτῷ ῥᾷον ἤνεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. ἐκείνου δ' ἐκλιπόντος ὄρος δύσμαχον ὡς ἄνυδρον, ἐν ᾧ ἐστρατοπεδεύετο, ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν ἦν ὕδατος τὸ στρατόπεδον. ἔπειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν Εὐφράτην ὁ Πομπήιος, ἵνα μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. ἦν οὖν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ' ἦν καταφερομένη, ὃ τοὺς βασιλικοὺς ἔσφηλεν· εἶχον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην Ῥωμαῖοι, ἤδη δὲ περὶ δύσιν οὔσης αἱ σκιαὶ τῶν σωμάτων πρόσθεν προϊοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς Ῥωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς ἀφέντες ἐφίκοντο οὐδενός· ὃ συνιδόντες Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας ἔκτεινον, ὡς πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθριδάτης μετὰ πλειόνων διέφυγε.
Πομπήιος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε, τοῦ νέου [349] Τιγράνου καλοῦντος αὐτόν· ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ὥρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καὶ καταβαλεῖν ἑαυτόν. ἀλλ' ὁ Πομπήιος τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ πλησίον ἱδρύσατο, τὸν δ' ἐκείνου υἱὸν ἐπὶ θάτερα, καὶ εἶπε τῶν μὲν ἄλλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ' ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν, Σωφηνήν, ἃ δὲ ἄχρις αὐτοῦ διατετήρηται ἕξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν. ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαῖον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο.
Καταλιπὼν δὲ Πομπήιος φρουρὸν Ἀρμενίας Ἀφράνιον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἐπὶ Μιθριδάτην ἐβάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν ἔθνη Ἀλβανοί τε καὶ Ἴβηρες, οἱ μὲν ἐπὶ τὰ Μεσχικὰ ὄρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δ' ἐπὶ τὴν ἕω καὶ τὴν Κασπίαν θάλασσαν. οὗτοι πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον ἔδοσαν, εἶτα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ἴβηρας μαχιμωτέρους ὄντας τῶν Ἀλβανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπείξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, Ἀλεξάνδρου ταχέως ἐκ τῆς Ὑρκανίας ἀπάραντος. [350] ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αὖθις δὲ Ἀλβανῶν ἀποστάντων ἤλαυνεν ἐπ' αὐτοὺς δι' ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, ὕδωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβαλὼν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. ὅτε καὶ Ἀμαζόνες λέγονται συμμαχῆσαι τοῖς Ἀλβανοῖς. μετὰ γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις Ἀμαζονικαῖς οἱ Ῥωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αὗται τὰ καθήκοντα πρὸς Ὑρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν Ἀλβανῶν καὶ αὐτῶν οἰκοῦσι Γέλλαι καὶ Λίγυες. οἷς ἔτους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμιλοῦσιν ἐπὶ δύο μῆνας· εἶτα καθ' ἑαυτὰς ἀπαλλαγεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν ἄρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε θήλεα τρέφουσι.
Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν πρὸς αὐτὸν οὐδεμίαν ἔγνω Πομπήιος. Στρατονίκη δέ, ἣ καὶ μέγιστον παρὰ Μιθριδάτῃ ἔσχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρούριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἔχειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν Ἰβήρων κλίνην καὶ τράπεζαν καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα [351] τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἑώρα φεύγοντα χαλεπώτερον ἢ μαχόμενον, τούτῳ μὲν εἶπεν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν στρατιᾷ. χειρωσάμενος δὲ δι' Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν ἐπαρχίαν καὶ κτῆμα Ῥωμαίων ἀπέφηνε, τὴν δὲ Ἰουδαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς Ἀριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς Ἰουδαϊκοῖς ἤδη ἱστόρηται. μέγα δ' ἦν ὄνομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν Ἀράβων βασιλεὺς δείσας ἔγραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μιθριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. εἰς Ἀμινσὸν οὖν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός.
Ἐπανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον ἔσχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδημίαν αὐτοῦ· καὶ πλησιάσας τῇ Ἰταλίᾳ ἔπεμψεν ἐκείνῃ τὴν ἄφεσιν. εἰς δὲ τὴν Ῥώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος ἦν ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς Ἰταλίας τε ἅμα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέλευσεν ἕκαστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αὖθις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ' οὕτω τῆς στρατιᾶς ἄνοπλον αἱ πόλεις ὁρῶσαι Πομπήιον καὶ μετ' ὀλίγων ἀπιόντα, ὑφ' ἡδονῆς ἐκχεόμεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν Ῥώμην μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ συγχωροῦντος [352] πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. Κάτωνος δ' ἐναντιωθέντος οὐκ ἔτυχε· διὸ καὶ οἰκειώσασθαι τὸν ἄνδρα ἠθέλησε. δυεῖν οὖν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ, τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτουμένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. Ἀφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετιόντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀναλίσκοντος, καὶ κακῶς ἐντεῦθεν ἀκούοντος ὡς ὤνιον τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας "τούτων" ἔφη "τῶν ὀνειδῶν κοινωνητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον."
Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ' ὧν ἐθριάμβευεν. ἦν δὲ ταῦτα, Πόντος, Ἀρμενία, Παφλαγονία, Καππαδοκία, Μηδία, Κόλχοι, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμημένον· ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττω, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τεσσαράκοντα. πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισχίλιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακοσίας Ῥωμαῖοι λαμβάνουσιν, ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀργυρίου [353] καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομπεύθησαν ἄνευ τῶν ἀρχιπειρατῶν υἱὸς Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασιλεὺς Ἰουδαίων Ἀριστόβουλος, καὶ συγγενεῖς Μιθριδάτου, ἄλλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ ὅτι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ τελευταῖον ἀπὸ τῆς Ἀσίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. ἦν δὲ τότε ἐτῶν τεσσαράκοντα.
Σιτοδείας δὲ μετὰ ταῦτα τὴν Ῥώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ Σαρδὼ καὶ Λιβύην ἤθροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αἴρειν ἐκέλευσε καὶ ἀνεβόησε "πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη." τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ὤνητο μὲν ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστεθεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ δυνάμεως ἐξάρας αὐτόν, ὑπ' ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο.
Ἵνα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ.
Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος [354] καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος δ' ἑαυτῷ τὴν ἐκ τοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἑώρα τινὰς ἐναντιουμένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνάμενον, τῇ Ῥώμῃ ἐξ Ἰβηρίας ἐπιδεδήμηκεν. ἣν πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων ἄχρι τῆς ἔξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ' ἐπὶ τῇ νίκῃ θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντινομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας ἔξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετιέναι θέλοντας ὑπατείαν δι' ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε.
Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ὤν, πρὸς ὃν ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολιτευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορᾶς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ' ἀμφοῖν ὥσπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ αὐτίκα νόμους εἰσέφερε δι' ὧν ᾠκειοῦτο τὸν δῆμον. ἔτι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσάπτων, τὴν οἰκείαν θυγατέρα Ἰουλίαν αὐτῷ κατηγγύησε. γήμας οὖν αὐτὴν ὁ Πομπήιος ὅπλων τὴν ἀγορὰν αὐτίκα ἐνέπλησε, καὶ τούς τε νόμους τῷ δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελτικὴν καὶ τὸ Ἰλλυρικὸν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο. [355] τῶν δ' ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περιυβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καίσαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν σφόδρα γερόντων ὡς φόβῳ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν οὐ συνέρχονται, "τί οὖν" ἔφη ὁ Καῖσαρ "οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;" ὁ δὲ "ὅτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας" εἶπε· "βράχιστος γὰρ ὁ βίος ὃς ἔτι μοι λείπεται."
Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος Ἑλβητίους μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερμανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ὅσοι τῶν ἐπιφανῶν ἦσαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην οὕτως ἀνάνδρως καὶ μαλακῶς ἔχοντας, αὐτὸς δὲ ἔφη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρβάρους πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ὢν στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενόμενοι πλήρεις ἅπαντες ἠκολούθουν, καὶ μαχεσάμενοι λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ὥστε νεκρῶν μυριάδας ὀκτὼ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς Ἀριόυστος φθάσας μετ' ὀλίγων διεπέρασε τὸν Ῥῆνον.
Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, ἔνθα διατρίβων ἐδημαγώγει πολλῶν ἀπὸ Ῥώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ ἄλλοις ἔθνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, αὖθις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέστρεψε, τοὺς περὶ τὴν Ῥώμην εὔνους ἑαυτῷ τιθέμενος χρήμασιν, ἃ τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορηγῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς ἀρχάς. [356] οἱ δὲ πᾶν ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν ἔπραττον. εἶτα καὶ ἕτερα Κελτικὰ νικήσας ἔθνη καὶ τὸν Ῥῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ' ἐπαναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, ἣ τῷ Πομπηίῳ συνῴκει μεμάθηκε, καὶ ὅτι τίκτουσα τέθνηκε, καὶ ὡς μετ' ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν οὖν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος ἔσχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ' ἀμφοῖν βαρέως τὸ πάθος ἤνεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν οἰκειότητος.
Ἤδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ὃς ἔφεδρος αὐτῷ τε καὶ Πομπηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖνος αὖθις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, ἀλλ' ὅπλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς Ῥώμης πολίτευμα, ὡς ἄλλως ἀνήκεστα σφίσιν εἶναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ' οἷς ἐποίει ἔσπευδε δικτάτωρ ἀναδειχθήσεσθαι. ἵνα γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, ὕπατον αὐτὸν μόνον ἡ γερουσία προυβάλετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν ἔφεσιν.
[357] Ἐκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπατείαν παρήγελλεν. ἐναντιουμένων δ' ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ' ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρονεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομπήιος ἀναφανδὸν δι' ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζόμενος· ὧν ἐκεῖνος οὐδ' ὅλως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε ἅμα καὶ τὸν Πομπήιον καταθεμένους τὰ ὅπλα ἰδιωτεῦσαι καὶ ἄμφω· εἰ δ' αὐτὸν μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ἕτερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καίσαρι, "ἀλλ' αὕτη" φάναι "δώσει," κρούσαντα τῇ χειρὶ τὴν τοῦ ξίφους λαβήν. εἶτα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ Καῖσαρ τὰ ὅπλα κατάθηται, ἡγεῖσθαι τὸν ἄνδρα πολέμιον. Ἀντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάντες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστολαὶ τῶν μὲν ἄλλων ἐξισταμένου, τὴν δ' ἐντὸς Ἄλπεων ἐπαρχίαν καὶ τὸ Ἰλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, τἄλλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἱ δ' ὑπατεύοντες καὶ τῆς βουλῆς ἐξήλασαν τὸν Ἀντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημφιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς Ῥώμης ἐξῄεσαν. ὃ τοὺς στρατιώτας παρώξυνεν, ἄνδρας ἐλλογίμους καὶ ἄρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν "ἐρρίφθω κύβος" ὥρμησε, καὶ τὸν ποταμὸν Ῥουβίκον διέβη, [358] καὶ τὸ Ἀρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελτικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ ὄναρ ἰδεῖν ἔκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μίξιν.
Ἐπεὶ δὲ τὸ Ἀρίμινον κατελήφθη, ὡς ὑπὸ πνευμάτων ἡ Ῥώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μικροῦ αὐτὴ ὑφ' ἑαυτῆς ἀνετέτραπτο. οἵ τε γὰρ ὕπατοι καὶ οἱ πλείους τῶν βουλευτῶν ἔφευγον, καὶ αὐτὸν δὲ Πομπήιον ἔκπληξις εἶχε, καὶ ἄλλος ἀλλαχόθεν τὸν ἄνδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ' ἑαυτοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς εἴα αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, ἕπεσθαι τὴν γερουσίαν κελεύσας. εἵποντο δ' οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. ὅτε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνηγωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ᾧ καὶ καταλιπόντι αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. Δομίτιος δὲ κατέχων Κορφίνιον ἐπελθόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ' ἑαυτὸν φάρμακον ἔπιεν ὡς θανούμενος· εἶτα θαυμαστῇ φιλανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καίσαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ' εἶναι τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοῦ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αὖθις διεξέπεσε πρὸς Πομπήιον.
Ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. [359] πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ ἤδη ἐπ' αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν Ῥώμην ἀνέστρεψε, καὶ πάσης τῆς Ἰταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέραις ἑξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῇ, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ' οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέροντος, ἔφη μὴ τὸν αὐτὸν ὅπλων καὶ νόμων εἶναι καιρόν· "σὺ δὲ νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. ὅταν δὲ τὰ ὅπλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα" ἔφη "λέγω τῶν ἑαυτοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ εἶ καὶ σὺ καὶ πάντες ὅσους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον." μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αὖθις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαινούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο, εἰπών "μειράκιον, ἀγνοεῖς ὅτι δυσκολώτερόν ἐστί μοι εἰπεῖν ἢ πρᾶξαι;"
Ἐστράτευσε δ' εἰς Ἰβηρίαν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ' ἑαυτὸν ποιησάμενος οὕτως ἐπὶ Πομπήιον ἤλαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ ἄλλων ἥψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ἕνδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας. καὶ διαβὰς τὸν Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ. ἐξ Ἀπολλωνίας δὲ κρύφα πάντων εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ [360] τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶνος δὲ ὄντος ὁ πλοῦς ἄπορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸ πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ τοῦ κυβερνήτου πρὸς τὴν ὄψιν ἐκπεπληγμένου "τόλμα καὶ μὴ δέδιθι" ἔφη, "Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην συμπλέουσαν."
Κατέπλευσε δὲ καὶ Ἀντώνιος τὰς δυνάμεις ἄγων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σποράδες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν μιᾶς, ἐν ᾗ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ μεγάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέλευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ὢν ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ ἔπληξεν ἄν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς τὸν ὦμον ἐκείνου φθάσας ἀπέκοψεν. οὕτω δ' ἀπέγνω τότε Καῖσαρ τὰ καθ' ἑαυτὸν ὥστε τοῦ Πομπηίου ἔργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀναχωρήσαντος, εἶπεν ὁ Καῖσαρ "σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο ἄν, εἰ τὸν νικῶντα εἶχον.
Ἐκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακεδονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας ἕπεσθαι. εὐλαβῶς δ' εἶχε πρὸς τοῦτο Πομπήιος, καὶ ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν πολιτῶν. ὅς γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς [361] εἰς χιλίους ὄντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ' ἄλλοι πάντες ἐκάκιζον φυγομαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ ἄκων εἰς μάχην ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αὖθις τῆς πρῴην εἴχετο γνώμης, φασμάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ' ὕπνον ὄψεώς τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ Ῥωμαίων κροτούμενον, οἱ δὲ περὶ αὐτὸν θρασεῖς ἦσαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες.
Ὁ δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ' ἑαυτοὺς αἱροῦνται μαχέσασθαι ἢ περιμένειν καὶ ἑτέρους ἤδη ὄντας ἐγγύς· οἱ δὲ μὴ περιμένειν ἐδέοντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, μεγάλην εἶπεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· "εἰ μὲν οὖν εὖ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, τὴν ἀμείνονα."
Τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς περιιόντος περὶ τὸ μεσονύκτιον Καίσαρος ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον ἔδοξε λαμπρὰν καὶ φλογώδη γενομένην εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. ἤδη δὲ διαλαμψάσης ἡμέρας οἱ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ὥρμησεν εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπεται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας οὐκέτι ἦν ὁ αὐτὸς οὐδ' ἐμέμνητο Πομπήιος [362] ὢν Μάγνος, ἀλλ' ὡς ὑπὸ θεοῦ βλαπτόμενος ᾤχετο ἄφθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοῦ χάρακος ἐπέβαινον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς ὑπεξῆλθεν.
Ὁ δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζωοὺς τοῖς ἑαυτοῦ κατέμιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν· ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς φορτηγοῦ καὶ παραπλεύσας ἐπ' Ἀμφιπόλεως εἰς Μιτυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνηλίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ ἦν θυγάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. ἦν δὲ ἡ κόρη καὶ τὴν ὥραν διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν, καὶ προσῆν τούτοις ἦθος περιεργίας καθαρόν. ἀκούσασα τοίνυν ἥκειν Πομπήιον μετὰ νηὸς μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγοντα, κατέπεσε χαμᾶζε καὶ ἄναυδος ἔκειτο. μόλις δ' οὖν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομπηίου καὶ ἐναγκαλισαμένου "ὁρῶ σε" εἶπεν "ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θάλασσαν. ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ' ἐκεῖνον, ὥσπερ ὥρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζόμην [363] δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμφορά." ὁ δὲ πρὸς ταῦτα "μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις" ἔφη "τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν ἀνθρώπους ὄντας, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον."
Ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο. καὶ εἰς Ἀττάλειαν ἐλθών, πόλιν τῆς Παμφυλίας, εὗρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώτας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνελέγησαν. πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αἴγυπτον. καὶ μαθὼν Πτολεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. Πτολεμαίου δὲ ὄντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου ἤθροισε βουλὴν τῶν παρ' αὐτῷ δυναμένων τὰ μέγιστα. καὶ οἱ μὲν ἀπελαύνειν Πομπήιον συνεβούλευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν ὅτι νεκρὸς οὐ δάκνει. ἐστάλησαν οὖν τινες τὸν ἄνδρα μετακαλούμενοι. ὡς δ' εἶδον οἱ μετ' αὐτοῦ οὐ βασιλικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ' ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπτευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν οὐδὲ πλώιμον εἶναι τριήρει τὴν θάλασσαν, ὑπόψαμμον οὖσαν. ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν [364] ἀπελευθέρων ἕνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα
ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται
κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ. ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος ἔχων ἐν βιβλίῳ μικρῷ λόγον ὑπ' αὐτοῦ γεγραμμένον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομπήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος, εἶτα καὶ Ἀχιλλᾶς καὶ ἕτεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μόνον στενάξας, μηδὲν δ' εἰπὼν ἀνάξιον ἑαυτοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα ἑνὸς δέοντα βεβιωκὼς ἔτη.
Οἱ δ' ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέαντες ἔφυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέμεινε δὲ αὐτῷ Φίλιππος ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς Ῥωμαίου γηραιοῦ ἤδη, τὰς δὲ πρώτας στρατείας ἔτι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπιλαβομένου αὐτῷ. ὃς ἐπιστὰς τῷ Φιλίππῳ εἶπε "τίς ὤν, ὦ ἄνθρωπε, θάπτειν διανοῇ Μάγνον Πομπήιον;" [365] ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, "ἀλλ' οὐ μόνῳ σοί" ἔφη "τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων."
10
ΕπεξεργασίαΟὕτω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ' ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον τὸν μὲν προσφέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος ἐδάκρυσεν, Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἔκτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αἴγυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ' αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. ὅσοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο.
Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖσαν ἤδη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. ἣ σὺν μόνῳ τῷ Σικελιώτῃ Ἀπολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασιλείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν.
[366] Ἑστιωμένων δ' ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ' Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Ποθεινὸν ἀνεῖλεν, Ἀχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατόπεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. ὅτε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλιοθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. ὅτε λέγεται καὶ βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ' ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ βασιλέως ἀφανοῦς γενομένου.
Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύτης τὸ τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς Ῥώμην ἔγραψε τρεῖς λέξεις "ἦλθον εἶδον ἐνίκησα." ἐντεῦθεν εἰς Ἰταλίαν ἀπελθὼν εἰς Ῥώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομένης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ἔτος ὕπατος ἀνεδείχθη.
Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις ἠθροικότων ἀξιολόγους, ἐπ' αὐτοὺς ὁ Καῖσαρ ἐστράτευσε· [367] καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατοπέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατηγικῶν ἀνδρῶν οἱ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Καῖσαρ ἔκτεινεν ἁλόντας. Κάτωνος δὲ ἑαυτὸν διεργασαμένου δῆλος ἦν δηχθείς· οὗ δ' ἕνεκα λελύπητο ἄδηλον· εἶπε δ' οὖν "ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας." ἀλλὰ γὰρ ἐπανελθὼν εἰς Ῥώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἱ πᾶσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέθησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος.
Εἶτα ὕπατος τὸ τέταρτον αἱρεθεὶς εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν ὄντας ἔτι, τόλμαν δ' ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν. ὅτε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ' αὐτῷ μεθ' ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε πόλεμον.
11
ΕπεξεργασίαἘπανελθὼν δ' εἰς Ῥώμην δικτάτωρ διὰ βίου ἐψήφιστο, ὃ τυραννὶς ἐτύγχανεν ἄντικρυς, τῷ ἀνυπευθύνῳ [368] τῆς μοναρχίας προσλαβοῦσα τὸ ἀδιάδοχον. οὕτω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς ἔδωκεν, ὧν ἦσαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃτήσατο "βέλτιόν ἐστιν" εἰπών "ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν." μειζόνων δ' ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην ἔσχε στρατεύειν ἐπὶ Πάρθους καὶ δι' Ὑρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν.
Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ' αὐτοῦ καὶ ἕτερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ἔρως εἰργάσατο, δι' ὃν οἱ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων φαίνοιτο μὴ ἄλλως ἔσεσθαι τὰ Πάρθων Ῥωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Ἄλβης δὲ πρὸς τὴν Ῥώμην ἰόντα τὸν Καίσαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖσαρ ἔφη καλεῖσθαι.
Ἐλέγετο δὲ Καῖσαρ, ὥς τινες οἴονται, οἷα δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι' ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀληθὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀνδρωθέντος. τὸ δ' ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ' αὐτῷ γέγονεν, ἀλλ' ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν ἔσχον οἱ ἐκείνου ἀπόγονοι.
Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, ὅτι μὴ ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν, [369] ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζομένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἱ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτελεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ' ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· Ἀντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδίδου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Καῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀνδριάντες αὐτοῦ διαδήμασιν ὤφθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσμωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρούτους ἐκάλει τοὺς ἄνδρας· Βροῦτος γὰρ ἦν, ὡς ἱστόρηται ἄνωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρχους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, ἅμα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς ἄνδρας.
Ἐντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ἕλκειν· καὶ πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον οἱ μεταβολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ' οὗ στρατηγῶν ἐχρημάτιζε, λέγοντα "καθεύδεις, ὦ Βροῦτε" καί "οὐκ εἶ Βροῦτος." καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν.
[370] Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέσθαι δηλοῦντα τὸν ὄλεθρον, ὧν ἓν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ᾔσθετο· ἐδόκει δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον. ἣ καὶ μεθ' ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὡς δὲ καὶ θύσαντες οἱ μάντεις δυσιερεῖν ἔλεγον, ἔγνω πέμψας Ἀντώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος καταφρονήσεως πρὸς τὴν σύγκλητον. ἥκειν γὰρ αὐτὴν ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους εἶναι ψηφίζεσθαι ὥστε τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν ἀναγορεύεσθαι βασιλέα καὶ τὴν ἄλλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ' ἅμα λέγων ὁ Βροῦτος ἦγε τὸν Καίσαρα λαβόμενος τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυτὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν ἔχειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τῷ Καίσαρι. σοφιστὴς δέ τις Ἀρτεμίδωρος Κνίδιος βιβλίον περὶ τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ "τοῦτο" ἔφη "Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα." ὃ δεξάμενος ἐκεῖνος ὥρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ παρῆλθεν οὕτω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν ὡς περί τινος [371] φυγάδος δεόμενοι. τὸν δὲ Ἀντώνιον πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν ἕκαστος τὸ ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος καὶ κεκραγώς, ὅτε δὲ καὶ Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον μηκέτι ἀπομαχόμενος. εἴκοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος ὄντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῷ φόνῳ τοῦ πολεμίου Πομπήιον.
12
ΕπεξεργασίαὉ μὲν οὖν Γάιος Ἰούλιος Καῖσαρ οὕτως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἱ γὰρ θωπεύοντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο ἄλλα ἐπ' ἄλλοις αὐτῷ ψηφιζόμενοι. ἦσαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφοροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς ναοῖς τε τῆς Ῥώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀνδριάντας αὐτοῦ ἵστασθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ' ὡς ἐκ πολιορκίας ῥυσαμένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ ἄμφω στεφάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτήριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ἵν' Ἰουλιανὸν [372] ἐπὶ τῷ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο εἶναι, ἔχειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ εἴ τις αὐτὸν ἔργῳ ἢ λόγῳ ὑβρίσειεν, ἱερὸν εἶναι ἐθέσπισαν καὶ τῷ ἄγει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν εἶναι νενόμιστο ἤδη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ ἔδοσαν καὶ στολὴν ᾗπερ οἱ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἱππέων καὶ ἐκ τῶν βουλευτῶν, εὔχεσθαί τε δημοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ τὰ πραχθησόμενα παρ' αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, Δία τε αὐτὸν Ἰούλιον προσηγόρευσαν, καὶ ἄλλα πλείονα, ἵνα μὴ τὸ καθ' ἕκαστον ἀπαριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψηφίσαντο. ἐξ ὧν ἐπίφθονος ἔδοξεν ἢ μᾶλλον νεμεσητός, καὶ καθ' ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις ἂν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος.
Καὶ ὁ μὲν οὕτω σφαγεὶς ἔκειτο, οἱ δὲ ἐκεῖ παρόντες ἅπαντες ἐταράττοντο, τὴν τῶν σφαγέων ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες ἔφευγον, καὶ τοὺς συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις οὕτω διέκειτο, οἱ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπίθηται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπιδος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἐδημηγόρει. Ἀντώνιος δὲ τοῦ Καίσαρος ἀναιρεθέντος φοβηθεὶς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα [373] μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον ὄντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμίλει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας ἔπεισε πάντας μὴ μνησικακεῖν ἀλλήλοις, ἀλλὰ κἄν τισιν ἡμάρτηταί τι, παρόψεσθαι τοῦτο, ἵνα μὴ ἐμφύλιος καὶ αὖθις γένηται πόλεμος καὶ τῶν πολιτῶν ὄλεθρος ὑπ' ἀλλήλων ὀλλυμένων, ὁμονοῆσαι δὲ ὁμοφύλους ὄντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα, εἴτε ἐν δωρεαῖς ἢ τιμαῖς εἶεν ἢ ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι ἢ ἀνατρέψαι. πεισθέντες οὖν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλίου μηδὲν τῶν τῷ Καίσαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ' ἀφαιρήσεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ οὕτως ἐς καταλλαγὰς ἧκον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπιτωλίῳ κατέβησαν ἢ τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ Ἀντωνίου ὁμήρους λαβεῖν.
Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀναγνωσθείσης μαθὼν ὁ δῆμος ὅτι υἱὸν πεποίηται τὸν Ὀκτάβιον, καὶ ὅτι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν Ὀκτάβιος γράφει, τριάκοντα, ὡς δ' ἕτεροι, πέντε καὶ ἑβδομήκοντα καταλέλοιπεν, ἐταράχθησαν. καὶ ὁ Ἀντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. εἶπε γὰρ πολλὰ μὲν πρὸς ἔπαινον τοῦ ἀνδρὸς καὶ πρὸς ἔλεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, εἶτα καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπήγαγεν "ἀλλ' οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεύς, ὁ ἄσυλος, ὁ ἥρως, ὁ θεὸς τέθνηκεν, οἴμοι, οὐ νόσῳ [374] βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ ἔξω που ἐν πολέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ' ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβουλευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδ' εἰς τὴν θάλασσαν ἐκπεσόντα κτεῖναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ' ἡ ἀσυλία, ποῦ δ' οἱ νόμοι; ἀλλὰ σὺ μὲν ὅπως μηδ' ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι' ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος, ἀφ' οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων· ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἵνα ἐν ταύτῃ σφαγῇς."
Ἐπὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφαγεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ ἔκαυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας ὥρμησαν, καὶ Ἕλβιον Κίνναν δημαρχοῦντα διεχειρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ οὗτος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ἔνθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος ἤγειρε τὸ πλῆθος, ἵν' ἐπ' αὐτοῦ θύοιεν ὡς θεῷ τῷ Καίσαρι. οἱ δ' ὕπατοι αὐτὸν ἀνέτρεψαν, καὶ νόμον εἰσήνεγκαν μηδένα αὖθις γενέσθαι δικτάτωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, εἴ τις εἰσηγήσεται [375] τοῦτο καὶ εἴ τίς που δέξεται. Ἀντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διάδοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα.
13
ΕπεξεργασίαὈκτάβιος δὲ Γάιος, ὃς Καιπίας ὠνόμαστο, ἀδελφῆς τοῦ Καίσαρος ἦν υἱὸς συνοικούσης Ὀκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε παρὰ τῷ Καίσαρι ἄπαιδι ὄντι. διὸ καὶ ἔστεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας εἶχεν ἐπ' αὐτῷ τὰς ἐλπίδας. ἥ τε γὰρ μήτηρ αὐτοῦ Ἀττία ἐγκυμονοῦσα αὐτὸν ἔδοξε κατ' ὄναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν ἐκτετάσθαι τὴν γῆν, καὶ ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν ἥλιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. ἄρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις ἄριστα πιστευόμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ Ὀκταβίου ἀπηντηκότος, ἤρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος ἔφη, ἀνεβόησεν ὅτι "δεσπότην ἡμῖν ἐγέννησας." τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον, καὶ μετεωρισθείς, αὖθις ἀπέδωκεν αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ ὄντος καὶ ἐν Ῥώμῃ διατρίβοντος, ἔδοξεν ὁ Κικέρων καθ' ὕπνους ὁρᾶν αὐτὸν ἁλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ Διὸς μαστιζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν ὕπνοις ἐδόκει τὸν Δία τῆς Ῥώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ Ὀκταβίου [376] παιδὸς ἔτι ὄντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ' αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ Ἑλληνίδι φωνῇ, καὶ ἤσκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν.
Οὗτος οὖν ὁ Ὀκτάβιος, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν Ἀπολλωνίᾳ ἔτυχεν ὤν, ἐπὶ παιδείᾳ σταλείς. ἔνθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ὄνομά τε τοῦ Καίσαρος ᾠκειώσατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων εἴχετο, ὀκτωκαιδεκέτης ὤν. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν Ῥώμην ἶρις πάντα τὸν ἥλιον ποικίλη καὶ πολλὴ περιέσχεν, ἣ προεδήλου τὴν μέλλουσαν ἔσεσθαι ταραχήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ' ἐκωλύθη ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον. ὁ δ' οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ' αὐτοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, ἄλλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ οὕτω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ ἄρκτου πρὸς ἑσπέραν, ὃν οἱ μὲν κομήτην ἔλεγον προσημαίνοντα οἷά που εἴωθεν, οἱ δὲ τῷ Καίσαρι αὐτὸν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρῴην μὲν Ὀκτάβιος, ἤδη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αὔγουστος, χάλκεον ἀνδριάντα τοῦ Καίσαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ Ἀφροδίσιον ἔστησεν. ὡς δὲ παρ' οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ ἄλλα τινὰ εἰς τιμὴν τοῦ Καίσαρος διεπράξατο.
[377] Ἀντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύβριζέ τε καὶ ἀδικῶν ἦν. δι' ἅ ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανάκτησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος εἰς λόγους ἦλθεν αὐτῷ· καὶ ἔδοξαν κατηλλάχθαι, ἀλλ' αὖθις ἐξ ὑποψίας τινὸς διηνέχθησαν. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ὅμιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύνατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ ἦσαν. ἐδόκει δὲ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα καὶ διὰ τὰς ὑποσχέσεις ἃς ἐποιεῖτο, τὸ δὲ μεῖζον, ὅτι πολὺ δυναμένῳ τῷ Ἀντωνίῳ ἤχθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο.
14
ΕπεξεργασίαἈντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ἵνα σφᾶς σφετερίσωνται, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνούμενος, καὶ σὺν αὐτοῖς εἰς τὴν Ῥώμην ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν Ἀντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ἔτυχε, καὶ αὖθις ἀπεδήμησε δύναμιν ἀθροίσων. Ἀντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· εἶτα πικρῶς αὐτοῖς προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, [378] ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καίσαρα.
Ἀντώνιος δὲ ἐκ τῆς Ῥώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ Καῖσαρ δ' ἐπηκολούθησεν. ἦρχε δὲ τότε τῆς Γαλατίας ὁ Βροῦτος ὁ Δέκιμος, εἷς ὢν τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ὃς μίσει τῷ πρὸς Ἀντώνιον οὐχ ὑπεῖξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦτον προσηταιρίσατο· οὔπω γὰρ ἑώρα καιρὸν τοῦ τιμωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῇ Ῥώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλεμον. καὶ πολλοὶ μὲν γνώμας ἄλλας καὶ ἄλλας εἰσήνεγκαν, Κικέρων δὲ πολέμιον δεῖν εἶπε ψηφίσασθαι τὸν Ἀντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον τὸν Δέκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ' οἷς ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους ἄμφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιντος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς ἅπαντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς καταθέσθαι τὰ ὅπλα καὶ ἐπ' αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαινέσαι, εἰ δ' ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον δὲ τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν οὖν εἶπε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν Ἀντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οἴκαδε ἀναχωρῆσαι ῥητῆς ἡμέρας ἐντός, ἢ γινώσκειν ὡς ἐν μοίρᾳ πολεμίων [379] αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ Ἀντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι.
Ταῦτα μαθὼν ὁ Ἀντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ' ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι' ὧν προετείνετο εἰς τοὺς κατ' αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἱ δ' ἐν τῇ Ῥώμῃ πολέμιον αὖθις τὸν Ἀντώνιον ἐψηφίσαντο καὶ τοὺς αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ, οὐ μέντοι λόγου τι κατώρθωσεν ἄξιον. ὁ Δέκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν Ἀντώνιον, ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ ἢ ἁλῴη ἢ ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ Ἱρτίῳ ἐπεστράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποταμὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ Δεκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ' οὐ συνίει, μολίβδου λεπτὸν ἄγαν ποιήσαντες ἔλασμα ἔγραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν ἔδωκαν· καὶ οὕτως ὁ Δέκιμος τὴν παρουσίαν αὐτῶν μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον.
Ὁ οὖν Ἀντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν Δέκιμον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ' ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ἵρτιον ὥρμησε. καὶ πρότερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ' ὕστερον ὁ Ἀντώνιος. καὶ τὸν Ἰούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ' αὐτόν, καὶ ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν [380] τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς ἄλλους ἐτράπετο. καί οἱ ὁ Ἵρτιος κἀκ τῆς πορείας καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαντήσας πολὺ ἐκράτησε. τὴν δ' ἧτταν τοῦ Ἀντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ἵρτιον καὶ τὸν Ἰούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν Ἰουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε φυλακῇ, τοῦ Ἱρτίου κατὰ τοῦ Ἀντωνίου ὁρμήσαντος.
15
ΕπεξεργασίαΟὕτω μὲν οὖν ὁ Ἀντώνιος ἥττητο· καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν Ἀντωνίου ὢν καὶ Ποντίῳ Ἀκύλᾳ τῷ Δεκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οἵ τε τοῦ Ἀντωνίου στρατιῶται οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρσησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς ἔφυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μαθοῦσα, τῇ μὲν ἥττῃ τοῦ Ἀντωνίου ἔχαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν δὲ Καίσαρα οὔτε τινὸς μεγάλου ἠξίωσαν καὶ καταλύειν προσεπεχείρησαν, πάντα ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. ἵνα δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψηφίσαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικὸν ἀναθέμενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, [381] Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς Δολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρατιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐτοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ' οὐδὲν ἐψηφίσαντο. ἀλλ' ἐκεῖνοι καὶ οὕτως ὡμονόουν, τοῦ Καίσαρος αὐτοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες οὖν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, ὕπατον μὲν αὐτὸν οὐδ' οὕτως ἀπέδειξαν, ἄλλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς δ' ἐν οὐδενὶ λόγῳ ταύτας ἔσχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἐψηφίσαντο.
Καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα ἐδόκουν μεταχειρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, ἅπερ καὶ διεθρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ὅτι παῖς ἤκουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ ὅπλα ἐτράπετο, καὶ πρός τε τὸν Ἀντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ' αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας ἔμαθον τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον, θεραπεύειν τὸν Καίσαρα ἤρξαντο, καὶ τὸν πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους οὓς ἐπεποιήκει πρὸς τὸν Ἀντώνιον. ὁ δὲ τὸν πόλεμον ὑπεδέξατο, ὕπατος δι' αὐτὸν ἀποδειχθῆναι πειρώμενος, πάνυ γὰρ ἦν αὐτῷ ἡ ὑπατεία δι' ἔρωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρεσκεύασεν ὀμόσαι δῆθεν ἀφ' ἑαυτῶν πρὸς μηδὲν τῶν στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ' ἦν μήτε πρὸς Ἀντώνιον μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐτοῖς [382] ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις οὖν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἐκπέπομφε· τοῦτο δὲ σκηνὴ μὲν ἦν πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς εἴσπραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα ὕπατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· εἷς δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, ἄοπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, εἶπεν "ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει." ὁ Καῖσαρ μέντοι, ὅτι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ ὅπλα, καὶ ὅτι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν ἢ πρὸς τοῦ Καίσαρος, ἔγκλημα ἐποιεῖτο, καὶ τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ' αὐτῶν τάχα ἐκβιασθείς, ὥρμησε. καί τινας τῶν ἱππέων ἀπέκτειναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν ἔφοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω πλησιάσασιν ἔπεμψαν καὶ ὕπατον τὸν Καίσαρα ἐψηφίσαντο. ἀλλ' οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς στρατηγοῖς τὴν φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ ἄστεος γενομένῳ τῶν τε βουλευτῶν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ οὕτω τὴν πόλιν ἀμαχεὶ κατασχὼν ὕπατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ' ἀπαντήσας εἰς τὴν συνάθροισιν, ἵνα μὴ δοκῇ βιάζεσθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος [383] ὁ Πέδιος, εἴγε οὕτω καλέσαι αὐτόν, ἀλλὰ μὴ ὕπαρχον δεῖ.
Οὕτω δ' ὕπατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρήματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οἴκοθεν, ἔργῳ δ' ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφίσθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ' ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς ἄλλοις καὶ εἰς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν εἴληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν εἶχε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. ἔκτοτε δὲ Γάιος Ἰούλιος Καῖσαρ Ὀκταβιανὸς ἐπεκλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν ἄλλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν.
16
ΕπεξεργασίαἘπεὶ οὖν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ἵνα καὶ τούτους ἐφ' ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμένους ἕξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν τραπόμενος. δικαστήρια μὲν οὖν ἐκάθισεν, ἵνα μὴ δοκῇ βιαίως τι πράττειν, καὶ ταῦτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, οὔτε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ οἱ αὐτόχειρες οὐδ' οἱ συνομόσαντες μόνον ἥλωσαν, [384] ἀλλὰ καὶ συχνοὶ ἕτεροι μὴ μετασχόντες τῆς ἐπιβουλῆς, τινὲς δὲ μηδ' ἐνδημοῦντες τότε τῇ πόλει, ὧν εἷς ἦν καὶ ὁ Πομπήιος Σέξτος· οἳ πυρός τε καὶ ὕδατος εἴρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν.
Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν· ἔργον δ' οὐδὲν ἔπραξεν, οὐχ ὅτι τῷ Ἀντωνίῳ κεκοινολόγητο καὶ δι' ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ' ὅτι ἰσχυροὺς αὐτοὺς ἑώρα καὶ ὁμογνώμονας, καὶ ἤλπισε δι' αὐτῶν τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα δυνηθέντας ἤδη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι' ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ ἄκων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ὅμιλον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευάσας. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου ἄκων προσεποιεῖτο τῇ πράξει συγκατατίθεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφισθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ὥρμησαν καὶ ἄμφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ βεβαίως ἐπίστευον αὐτῷ οὔτε δι' ἐκεῖνον ἤθελον δοκεῖν τὴν ἄδειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι' ἑαυτοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν ἤλπιζον ὧν ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ' αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολογήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ἵνα μὴ ὀλιγαρχίας [385] δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ἵνα μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε Ῥώμης τὴν φυλακὴν καὶ τῆς λοιπῆς Ἰταλίας ἀνέθεσαν, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρατεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ὅρκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγκαλέσαντες ἐδημηγόρησαν ὅσα ἐπὶ τούτοις εἰκός. οἱ δὲ τοῦ Ἀντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς Ἀντωνίου Φουλβίας, ἣν εἶχεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀκεῖνος οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμεμνηστευμένης.
Ἐντεῦθεν εἰς τὴν Ῥώμην ἠπείγοντο. σημεῖα δέ τινα τῷ τε Ἀντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβεβήκασι, τῷ Καίσαρι δὲ ἀετὸς ὑπὲρ τῆς σκηνῆς ἱδρυθεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ὃ τὴν νίκην κατ' ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν οὕτως εἰς τὴν Ῥώμην ἤλθοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα ἔπραττον· καὶ σφαγαὶ πολλῶν ἐποιήθησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν γὰρ ἐν ταῖς οἰκίαις, οἱ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἱ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ὄρνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνεβάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἱ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν συναραμένους ἢ συμπράξαντας ἐν πολεμίων μοίρᾳ [386] οἱ ἄλλοι ἐτίθεντο. καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις εἶναι, ὥστε ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου ὄντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ἕτερον φίλον ἑαυτοῦ νομιζόμενον, ἢ καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν ἔντιμος ἦν ἐξ ἀρετῆς ἢ γένους ἢ ἀξιώματος. καὶ τοὺς πλουσίους δέ, κἂν μηδὲν εἶχον αὐτοῖς ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεόμενοι, ἵνα τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλήσωσι.
17
ΕπεξεργασίαΤαῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ Ἀντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον ἄρξαντες καὶ ἡγεμονεύσαντες, καὶ πλείστους εἶχον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέκτεινε, φύσει τε οὐκ ὠμὸς ὢν καὶ τεθραμμένος τοῖς ἤθεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρήσατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο.
Ὁ δὲ Λέπιδος ἀπαραίτητος ἦν, καὶ ὁ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς ἔκτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνοσίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι' ἔχθραν καὶ διὰ [387] χρήματα ἐθανάτωσεν, ἔστι δ' οὓς οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατελήφθη καὶ ἐσφάγη, ὁ μὲν Ἀντώνιος πολλὰ αὐτὸν βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν' ὅθεν ἠκούετο δημηγορῶν κατ' αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιᾶς ὁρῷτο· οὕτως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ἔς τε τὰς χεῖρας αὐτὴν ἔλαβε, καὶ ἐμπικραναμένη καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα ἔθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αἷς εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατεκέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα.
Πολλοὶ μὲν οὖν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθησαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περιβαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ καὶ διώκεσθαι ἔγνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ' αὐτήν, τὴν δ' ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπιστεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖνον ἔσωσε, καὶ αὐτὸς ἐτιμήθη. Κύιντον δὲ Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς [388] τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἱ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς ὕστερον ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. εἶτα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· ὅθεν καὶ συχνοὶ πρὸς αὐτὸν ἦλθον.
Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῷ ἄστει οἰκιῶν καὶ τῶν ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ' ὁλόκληρον, ὧν δ' οἱ δεσπόται ᾤκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ ἥμισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπείρητο γὰρ μηδένα τῶν ἄλλων ἀπαντᾶν εἰς τὸ πρατήριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς ἔπρασσον, ὥστε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καίσαρος μοναρχίαν νομίζεσθαι.
18
ΕπεξεργασίαΤὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου τῷ ἐπιόντι ἔτει ὑπατευσάντων τέλη τε ἤδη [389] ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσκατέστησαν ἕτερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ὃ δὲ πλέον τῶν ἄλλων πάντας ἠνίασεν, ἦν τὸ παντὸς οὐσίαν δεκατευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ' ἑκάστου σφῶν εἰσεπράχθη, ἔργῳ μέντοι οὐδὲ τὸ δέκατον κατελείφθη τινί. καὶ ἕτερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκστάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τουτέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς ἂν τὸ τρίτον ἀπέλαβον; καὶ ἄλλα δὲ πλεῖστα τοῖς ἀνθρώποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενήνεκτο, μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν.
Οὕτως οἱ ἄνδρες οἱ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ ἅμα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν Ῥώμῃ τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν Ὀκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ὅμιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν Ἀθήναις ἐγένοντο. καὶ οἱ Ἀθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ' αὐτοῖς τυραννοκτόνους, τὸν Ἁρμόδιον λέγω καὶ τὸν Ἀριστογείτονα. εἶτα πυθόμενοι ἐπὶ μεῖζον τὸν Καίσαρα αἴρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ὥρμησε συνήθεις ὄντας αὐτῷ, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ [390] προσεῖχον αὐτῷ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ὅτι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας, προσλαβὼν εἶχε, καὶ χρήματα δέ οἱ ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα δηλῶν. οἱ δέ, ἔτυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα ἔχοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων ἄρχειν τῶν ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως ἔσχηκε τὸ ὑπήκοον. ἐπεὶ δ' ὁ Καῖσαρ ἐν τῇ Ῥώμῃ τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφαγεῖς φανερῶς, ἐσκόπει ὅπῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν ἄνω Μακεδονίαν ἀνεχώρησεν, ἔχων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἔπλευσεν, ἵνα μὴ τὰ ἐν τῇ Ῥώμῃ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόντες οἱ στρατιῶται μεταβάλωνται. εἶτ' αὖθις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ.
Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς τὴν Ἀσίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λαβὼν παρ' αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν Ἀσιανῶν, τοὺς Ταρσέας καὶ ἄκοντας εἰς τὸ συμμαχικὸν προσηγάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο. παραλαβὼν οὖν τὴν Συρίαν εἰς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν [391] τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι. ἐκείνους τε οὖν ἑτοίμως καὶ τοὺς Ἰουδαίους παρεστήσατο. οὕτω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ὅμοια τῷ Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν, εἰς δὲ τὴν Ἀσίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πᾶσαν τὴν Ἀσίαν κατέσχεν. οὕτω δὲ τῆς Ἀσίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρουροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς ὄντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν Ἀντιοχείας ἀπεκρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Ἄραδον ἀπελήλυθεν, ἔνθα μετ' ὀλίγων ἀπολειφθεὶς ἐκινδύνευε. διαφυγὼν οὖν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκασθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ὃ καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος Ὀκτάβιος ἔπραξε.
Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον, καθ' ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ ἔπραττον. καὶ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦντας [392] προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνήθροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ' ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς Ῥοδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ εἰς πολιορκίαν κατέστησε, καὶ εἷλεν αὐτὴν καὶ κατέπρησεν. εἶτα πρὸς Πάταρα ἦλθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ' οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς ὄντας ἔπεμψεν, ἐλπίζων δι' ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ' οὐδ' οὕτως ἐνέδοσαν. πωλήσας οὖν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν ἔχοντι προσέθεντο. τοῦτο δὲ καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ τἄλλα δὲ δι' ὀλίγου παρεστήσατο.
19
ΕπεξεργασίαἘντεῦθεν ἄμφω εἰς τὴν Ἀσίαν ἦλθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ Δεκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα παρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες δὲ τῷ πλήθει τῶν ἐναντίων τό τε ὄρος τὸ Σύμβολον [393] κατέλαβον καὶ τὰ ἐπιτήδεια ἔκ τε τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλμων, τὸν Καίσαρα δὲ καὶ τὸν Ἀντώνιον μετεπέμποντο. οἱ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλακὴν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώθησαν τὸν Ἰόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν Δυρραχίῳ κατέμεινεν, Ἀντώνιος δ' ἐπὶ Φιλίππους ἤλασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγωγοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ' ἑκάτερον δείσας, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν Ἀντώνιος, εἴτε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφ' ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ἔτι ἀρρωστῶν· καὶ οἱ περὶ τὸν Ἀντώνιον ἀνεθάρσησαν.
Ἀντικαθημένων δ' ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ' ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐδεμία ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ Ἀντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ' εἴ πως ἄνευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινόμενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ Ἀντώνιον, εἰς τὴν μάχην τε ὥρμησαν οἱ Βρούτου καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.
Μέγιστος δὲ Ῥωμαίοις διαφανῶς ὁ ἀγὼν οὗτος ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τῶν γεγονότων σημείων ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τεκμήραιτό τις. [394] ἐν γὰρ τῷ ἄστει ὁ ἥλιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμπάδες τε ἄλλοσέ πῃ καὶ ἄλλοσε ᾄττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ ὅπλων κτύποι καὶ βοαὶ στρατοπέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ Ἀντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε ἔτεκε τέρας· τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτά τε καὶ ἄλλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισσαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων χρυσῆν ὀλισθήσας ἔπεσε, καὶ γῦπες πολλοὶ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρατόπεδα ἔκλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς ἔδοξε τὴν Ἀθηνᾶν ἐν ὕπνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ἔτι κακῶς ἀρρωστοῦντα· ὃ καὶ περιέσωσεν αὐτόν, ὡς εἰρήσεται.
Τὴν μὲν οὖν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς ἕωθεν ἐξοπλισάμενοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. εἶτα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ οὔθ' ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ' αὐτοῦ ὥσπερ εἶχον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφόνευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτεταγμένος τοῖς περὶ τὸν Ἀντώνιον ἥττητο, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ ἔγνων μέντοι [395] οὔτε τὴν νίκην τῶν ἑτέρων οἱ ἡττημένοι οὔτε τὴν ἧτταν οἱ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος τάφρευμα καὶ τὸ τοῦ Ἀντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ὥστ' εἰ μὴ κατὰ τὸ ὄναρ τοῦ ἰατροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ ἂν καταληφθεὶς κεκινδύνευκεν.
Ὁ δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώρησεν ἔχοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, ἔπεμψεν ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς συναντήσας ἱππεῦσιν, οὓς ἀπεστάλκει ὁ Βροῦτος μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ' αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, ἔδοξεν ὁ Κάσσιος πολεμίους εἶναι τοὺς προσιόντας καὶ ὑπ' αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε.
Καὶ ὁ μὲν τοιοῦτον ἔσχε τέλος, καὶ ὁ ἑκατόνταρχος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν· ὁ δέ γε Βροῦτος τήν τε ἧτταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνατον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγὼν καὶ λόγοις καὶ δόσει χρημάτων παρεμυθήσατο. ἔπεσον δ' ἐν τῇ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ Ἀντώνιον πλείους ἢ διπλάσιοι. διὸ καὶ ἠθύμουν ἐκεῖνοι, πρὶν ἢ Δημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς Ἀντώνιον, τὰς χλαμύδας καὶ τὸ ξίφος ἐκείνου φέρων. ὧν κομισθέντων οὕτως [396] ἀνεθάρσησαν, ὥστε ἅμ' ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ' ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν. ἐπεὶ δ' ἔγνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι ἔγνω αὐτοῖς. πολλῶν δ' αἰχμαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντων, μὴ ἔχων ὅπως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ' ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων ἔσωζεν, ὁρῶν τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, καίτοι τῶν ἐναντίων τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτεινάντων.
20
ΕπεξεργασίαΚατὰ δὲ τὴν ἑσπέραν, ὅτε τῇ ἐπιούσῃ μαχέσασθαι ἔμελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ὃ καὶ πρῴην ἐξ Ἀσίας διαβαίνων νυκτὸς ἐθεάσατο· ἦν δὲ τοιοῦτον. νὺξ ἦν βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπανῆπτο· ὁ δ' ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. ἔδοξεν οὖν εἰσιέναι τινὰ τὴν σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος σιωπῇ παρεστῶτος αὐτῷ. ἐρόμενος δέ "τίς ποτ' ὢν ἢ τί βουλόμενος ἥκεις;" ἤκουσεν ἐξ ἐκείνου "ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, ὄψει δέ με περὶ Φιλίππους." καὶ ὁ Βροῦτος ἀπτοήτως "ὄψομαι" εἶπε. τοῦτο οὖν αὖθις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον [397] ὄψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ' οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον.
Συμβαλὼν οὖν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος οὐκ εἶξε καταπονούμενος οὐδὲ ἔφυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων ὅστις εἴη καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων ἔπεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.
Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς ἔφη Βροῦτος εἶναι καὶ ἄγειν ἐδεῖτο ἐπὶ τὸν Ἀντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ δὲ ἦγον τὸν ἄνδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ' ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος διηπόρει ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς "Μάρκον μὲν" εἶπε "Βροῦτον, Ἀντώνιε, οὐδεὶς ᾕρηκεν οὐδ' ἂν ἕλοι πολέμιος. μὴ τοσοῦτον κρατήσειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖνος ἤπου καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ." θαυμάσας δὲ ὁ Ἀντώνιος τοῖς αὐτὸν ἄγουσι στρατιώταις ἔφη "χαλεπῶς, ὦ συστρατιῶται, φέρετε τὴν ἀπάτην ἴσως· ἀλλ' ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες· πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν κομίζετε."
Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς [398] ἤδη σκότους ὄντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων ὄντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο
Ζεῦ, μὴ λάθῃ σε τῶνδ' ὃς αἴτιος κακῶν. τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀναγράφει· ὁ δέ γε Δίων ταῦθ' ἱστορεῖ τότε τὸν Βροῦτον εἰπεῖν "ὦ τλᾶμον ἀρετά, ἄλλως ἄρ' ἦσθα λόγος, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν, σὺ δ' αὖ ἐδούλευες τύχῃ." εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, "πάνυ μὲν οὖν" ἔφη "φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ διὰ τῶν ποδῶν." καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν Ἀντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε.
Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν ἀνελεῖν, ἄνθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ καταπιοῦσα ἀπέθανε. περὶ ἧς ὁ Πλούταρχος ἔγραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν ἄνδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί τι βούλευμα κατανοήσασα παρ' ἑαυτῷ θάλποντα δυσεξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν ἢ λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανικὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα ἔφη αὐτῷ "ἐγώ, Βροῦτε, οὐχ ὡς αἱ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μόνον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς εἶναι καὶ ἀγαθῶν καὶ ἀνιαρῶν. τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα, τῶν δὲ παρ' ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις εἰ [399] μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οἶδ' ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' ἔστι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς. ἐμοὶ δὲ τὸ Κάτωνος εἶναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δ' ἐμαυτὴν ἔγνωκα καὶ πρὸς πόνον ἀήττητον εἶναι." ταῦτ' εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ' ἐκπλαγεὶς ἐπηύξατο δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν ἄνδρα Πορκίας ἄξιον φανῆναι.
21
ΕπεξεργασίαΤῷ μὲν οὖν Βρούτῳ ὃν εἴρηται τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ' αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν ἢ ἁλόντες ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο.
Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος οὕτως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οἷς τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ Ἀντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδάσαντο· καὶ τῷ μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία προσεκεκλήρωτο, Ἀντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ Ἀφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἱ τῆς Ἀφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν Σέξτος κατεῖχε, τὰ δ' ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. καὶ ἐπὶ τούτοις Ἀντώνιος μὲν εἰς τὴν Ἀσίαν, καταστήσων τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολογήσων, ἀπῄει· Καῖσαρ δ' εἰς τὴν Ἰταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, ἄν τι παρακινῇ, καὶ τῷ Σέξτῳ ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον ἰὼν εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ [400] τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχασεν, ἡ δὲ τοῦ Ἀντωνίου γυνὴ Φουλβία καὶ ὁ Λούκιος Ἀντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμβάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν, ὥστε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα.
Καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὸν λιμόν, ὃς τότε τοὺς Ῥωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγένετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ Σέξτου κατείχετο, ὁ δ' Ἰόνιος κόλπος ὑπὸ Δομιτίου Γναίου, ὃς τῶν μὲν σφαγέων τοῦ Καίσαρος ἦν, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἔφθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι' αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ὅ τε δῆμος καὶ τὸ στρατιωτικόν, καὶ εἰς μάχας ἡ στάσις περιέστη, ὥστε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν ἄλλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν ἤνυεν, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ' οὐδὲν οὐδ' οὗτοι πρᾶξαι ἴσχυσαν, πρὸς τὸ στρατιωτικὸν αὖθις ἀπέκλινε. καὶ εἰς τὴν Ῥώμην οἱ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, τούτων μὲν οὐκ ἐφρόντισαν, ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας ἃς ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἔθεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν [401] καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ὧν διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖσαρ ἕτοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο, ἡ Φουλβία δὲ καὶ ὁ ὕπατος οὐ παρῆν, ὡς ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγκεκρότητο, καθ' ἣν ὑπερέσχεν ὁ Καῖσαρ, ὥστε πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν ὕπατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. ἡ δὲ Φουλβία πρὸς τὸν Ἀντώνιον μετὰ τῶν τέκνων ἀπέδρα.
Καῖσαρ δὲ τά τε ἐν τῇ Ἰταλίᾳ κατεργασάμενος καὶ τοῦ Ἰονίου κόλπου ἠλευθερωμένου, ὁ γὰρ Δομίτιος ἀπογνοὺς ἀπέπλευσε πρὸς Ἀντώνιον, παρεσκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ· καὶ τὸν Σέξτον προτιμήσας, ἅτε τοῦ Ἀντωνίου πιστότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μουκίαν αὐτῷ ἔπεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς ἧς εἶχεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτικοῦ ἀντεχόμενος, ἅτε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς ἤλπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ' ἔγνω καὶ ἐπ' αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον, ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησε. προχωρούντων [402] δ' αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν ἔπλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ἵνα μὴ τῷ Ἀντωνίῳ φιλιωθῇ, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον Ἀγρίππαν πολεμήσοντα ἔπεμψεν, αὐτὸς δ' ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν ὁ Σέξτος ταῦτα ἐς τὴν Ἰταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, τὸν μέντοι Λέπιδον ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν' ὡς παρ' αὐτοῦ ταύτην λαβών, καὶ οὐχὶ καὶ παρὰ τοῦ Ἀντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ.
22
ΕπεξεργασίαἈντώνιος δὲ Μάρκος εἰς τὴν Ἀσίαν ἐλθών, τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ἔρωτι τῆς γυναικὸς οὐκέτ' οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο, ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ ἄλλα τε διὰ τοῦτο ἔπραξεν ἄτοπα καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπέκτεινε· καὶ τέλος ἀπῆρεν εἰς Αἴγυπτον. ὅθεν οἱ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος· ὃς τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο, πεμφθεὶς δὲ παρ' ἐκείνων εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων ἧτταν ἔγνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. ὅθεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Πάρθων βασιλέως Ὀρώδου ἔλαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συναπεστάλη.
[403] καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τύρου, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις.
Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ὥσπερ δὴ καὶ τἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα, ὑπὸ δὲ τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν πολιτῶν οὔτε τῶν συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰγυπτίοις συνετρύφα, μέχρις οὗ παντελῶς κατελύθη. ὀψὲ δ' οὖν ποτε ἐξαναστὰς ἔπλευσεν εἰς Τύρον· τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς, καὶ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς εἰς τὴν Ἑλλάδα διῆλθεν. ἔνθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. εἶτα εἰς τὴν Ἰταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ' ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις ἤθροιζε. συνερρωγότων οὖν αὐτῶν ἐς τὸν πόλεμον ἥ τε ἄλλη Ἰταλία ἐταράσσετο καὶ ἡ Ῥώμη δὲ μάλιστα. ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύτησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε ὅπλα κατέθεντο ἄμφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δαλματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, Ἀντωνίῳ δὲ πάντα τὰ ἄλλα τὰ ὑπὲρ τὸν Ἰόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ Ῥωμαίοις ὄντα ἐπέλαχε· τὰ δ' ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχον.
Τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε καὶ στρατιωτικῶς, Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰγυπτίως.
[404] κατηλλαγμένων δ' αὐτῶν ὡς ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ' αὐτοῦ τὰ χρήματα ἃ ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι' ἃ καὶ ἐς τὴν Ἀσίαν, ὅπως πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφᾶς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου ἥπτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ Ῥώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦντος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασσομένων αὐτοῖς, δεινῶς ἤσχαλλον, καὶ οὐκέθ' ἡσύχαζον, ἀλλὰ παρεκάλουν σφᾶς σπείσασθαι τῷ Σέξτῳ. ὡς δ' οὐκ ἔπειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐξήλασαν ἐκ τῆς ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰκόνας κατέβαλον, καὶ ἐπ' αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ὥρμησαν. ὅθεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, ἔπειτα καὶ αὐτοὶ ἐς λόγους ἦλθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ὥστε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον ὕπατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι, μὴ αὐτομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα ἐν τῇ Ἰταλίᾳ ἔχοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα.
[405] Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παραθέμενοι, δεξιάς τε σφίσιν ἔδοσαν καὶ ἀλλήλους ἐφίλησαν· καὶ ἐπὶ τούτοις ἄπλετος ἠγέρθη βοὴ κἀκ τῆς ἠπείρου κἀκ τῶν νεῶν, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι. μετὰ ταῦτα μέντοι οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος ἄμφω σὺν ὀλίγοις ἐν τῷ σκάφει ὄντας κτανεῖν, ὡς καὶ ὁ ἐξελεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε.
23
ΕπεξεργασίαΚαὶ οὗτος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν Ἑλλάδα δὲ ὁ Ἀντώνιος ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι, καὶ ἄλλα δὲ πολλὰ ἐξεδιῃτήθη παρὰ τὰ πάτρια, καὶ Διόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν ἄλλων ὀνομάζεσθαι ἤθελε. καὶ τῶν Ἀθηναίων διὰ ταῦτα τὴν Ἀθηνᾶν αὐτῷ κατεγγυωμένων, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ' αὐτῶν.
Κἀκεῖνος μὲν περὶ ταῦτα εἶχε, τὸν δὲ Βεντίδιον τὸν Πούπλιον εἰς τὴν Ἀσίαν προέπεμψεν. ὃς τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐτὸν Ῥωμαίων καὶ τῶν Πάρθων παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Πάρθων παρὰ τῶν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ' [406] ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οἵ τε περιλειφθέντες εἰς Κιλικίαν ἔφυγον. ὁ Λαβιηνὸς δὲ αὖθις ἡτοιμάζετο ἥξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω, ὃς τοῦ προτέρου Καίσαρος ἐξελεύθερος ὤν, τότε παρὰ τοῦ Ἀντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ' ἱππέων εἰς τὸν Ἀμανὸν προέπεμψεν, ὄρος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλικίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν ἔχον τὴν δίοδον· ἔνθα καὶ ἐκινδύνευσεν ἂν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ οὕτω τήν τε Συρίαν, πλὴν τῶν Ἀραδίων, παρέλαβεν, εἶτα καὶ τὴν Παλαιστίνην κατέσχεν.
Ἀππίου δὲ Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπατευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὑπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ᾔεσαν.
Ὁ δὲ Καῖσαρ τὴν Λιβίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιβίου Δρούσου, ὃς ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ ἧτταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρωνος, καὶ ἔγκυος ἦν ἐξ ἐκείνου μῆνα ἕκτον. διστάζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν ἐν γαστρὶ ἔχουσαν, οἱ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον εἴη τοῦτο, ἐρωτηθέντες εἶπον ὡς εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ὑπερτεθῆναι τὸν γάμον [407] ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν οὕτως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ εὗρον, οὕτως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ὥσπερ τις πατήρ. συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα, καὶ αὐτὸν ὁ Καῖσαρ τῷ πατρὶ ἔπεμψεν· ὃς τελευτῶν πολλῷ ὕστερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν.
Ἐν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέμησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ' ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι οὐδ' ἐνέμειναν ταύτῃ. ἔμελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσασθαι. τέως δ' οὖν καί τινες αὐτοῖς αἰτίαι λαβὰς τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ὢν τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι' ἄλλα τε καὶ ὅτι τῷ Καίσαρι ἐκεκοινολόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ὧν διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπέκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικὸν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν ἀπελευθέρων, ἀλλ' οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱππέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος ἔχων τοῦτο ἐπέτρεψε. τοῦτον οὖν τοῦ Σέξτου ἐκδοθῆναί οἱ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέδωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ συγκείμενα καὶ ἕτερ' ἄττα. ὁ δὲ δὴ Σέξτος διά τε [408] τὸν Μηνᾶν καὶ δι' ἄλλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖσαρ τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐκ τῆς Ἑλλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δείσας ὅτι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας ἔφθειρεν, εἰς τὴν Ἑλλάδα πάλιν ἀνέπλευσε, προφασισάμενος τὰ τῶν Πάρθων ὡς κατεπείγοντα.
Ὁ δὲ Σέξτος προθυμότερον εἴχετο τῶν πραγμάτων, καὶ τῇ Ἰταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγονυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρεισῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυνευσασῶν, ὥστε τὸν Καίσαρα βουλόμενον εἰς Σικελίαν ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παραθαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπητῶς. ὁ Σέξτος δ' ἔτι μᾶλλον ἤρθη, καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν Ἀπολλοφάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἱππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ διέταττε, τῷ δ' Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ὃς τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ' ἐπ' ἰκρίων ἐρέττειν ἤσκει.
Οἱ δ' ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν [409] ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, ἔθραττον δὲ αὐτοὺς καὶ σημεῖα ἄλλα τε καὶ ὅτι λευκὴν ὄρνιν κλώνιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ὃ οὐ μικρὸν σημεῖον ἐδόκει. ἡ δὲ τῆς τε ὄρνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλεν.
24
ΕπεξεργασίαἘν δὲ τούτῳ τῷ χρόνῳ ἦλθε μὲν ὁ Ἀντώνιος ἐκ τῆς Συρίας εἰς Ἰταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμβεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολέμου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείληφεν, αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἀπιέναι αὐτὸν ᾐτιάσαντο ἀλλήλους· εἶτα καὶ διηλλάγησαν, τῆς Ὀκταβίας τὰς διαλλαγὰς πραττούσης. ἡ δὲ Ὀκταβία τοῦ Καίσαρος ἦν ἀδελφή, ἣ μετὰ θάνατον τῆς Φουλβίας τῷ Ἀντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ᾧ συνῴκει πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ οὔπω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ἵνα πλείων αὐτοῖς ἐκ συγγενείας σύνδεσμος γένοιτο, Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύησεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης ἔπαυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς ἄλλην πενταετίαν ἐπέτρεψαν· ἡ γὰρ προτέρα ἤδη ἐξεμετρήθη.
[410] Καὶ Ἀντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνᾶς πρὸς τὸν Σέξτον αὖθις ἀπηυτομόλησεν, ἄπιστος ὢν καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖσαρ δὲ τοῦ ἔαρος ἐπιστάντος ὥρμησε κατὰ τῆς Σικελίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οἷς ἔφερον, ἵν' ἐξ αὐτῶν ὡς ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν ἔκαυσε, τὰς δ' ἀνεδήσατο. εἰ δὲ μὴ αὖθις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν οὗ ἦρχε προέδωκεν, εἰς κενὸν ἂν καὶ τότε τῷ Καίσαρι ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ' ὁ Μηνᾶς πρὸς ἅπαν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ' οὐδ' ὁ Καῖσαρ ἔτι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τὸν στόλον ὁ Καῖσαρ αὖθις ἀνεκτήσατο, εἰς τὴν ἤπειρον ἀνεκομίσθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, ὅτε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ' Ἀγρίππᾳ εἰς Λιπάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καίσαρος Δημόχαριν ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον, τέλος δὲ ὁ Ἀγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατασκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς οὔτε πάντας κατεῖδεν οὔτ' ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ' αὐτὰ καὶ τῷ Δημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε ἤδη ὑπέλαμπε καὶ ἄμφω τὰ ναυτικὰ ἐπ' ἄλληλα ἔπλεον καὶ τῆς [411] ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχωμάλως ἠγωνίσαντο, ὀψὲ δ' οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξαν.
Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. ἤδη δὲ τῆς ναυμαχίας παυθείσης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ' οὖν εἰς τὴν ἤπειρον διασέσωστο. ἤχθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν ἕως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θαλάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ ἔπεσε· τοῦτο γὰρ οἱ μάντεις δηλοῦν ἐξηγήσαντο ὅτι δουλώσεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ ἦν, ὁ ταύτης ἄρχων Κορνουφίκιος τά τε σκάφη ὅσα ἐκ τῆς ναυμαχίας περισέσωστο ἔκαυσε καὶ αὐτὸς πρὸς τὰς Μύλας ἀπῆγε τὴν στρατιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς ἔν τε τῇ ἄλλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέρας ἔπασχον οὕτως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐτοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξτου. καὶ πάντες ἂν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ ἄκοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ Ἀγρίππας νικήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν ἔπεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν Ἀγρίππαν ἥξειν ἐκεῖ προσδοκήσας καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ὥστε σκεύη τινὰ [412] καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ὧν τραφέντες οἱ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν Ἀγρίππαν ἀπῄεσαν· οὓς ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο.
25
ΕπεξεργασίαΜετὰ τοῦτο δ' ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καίσαρι περὶ τὸ Ἀρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύσατο. ἀντικαθημένων δ' ἀλλήλοις καὶ ἀκροβολιζομένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ἴσου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν ἅπασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι' ἀπορρήτων αὐτῷ. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἔσπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρῆσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πεζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυμαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ πεζὰ καὶ ἄμφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ' οἱ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἱ δ' ὠλοφύροντο. καὶ οἱ μὲν τοῦ Σέξτου πεζοὶ πρὸς τὴν Μεσσήνην ἐχώρουν ἅτε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡττωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν ὅσα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν Δημόχαρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ' Ἀπολλόδωρος τῷ Καίσαρι προσεχώρησε. τοῦτο δὲ ἄλλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἱ σὺν αὐτῷ πάντες καί τινες τῶν πεζῶν πεποιήκασιν.
[413] Ὁ Σέξτος δ' ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγατέρα καὶ ἄλλους παραλαβὼν τά τε χρήματα καὶ τῶν ἄλλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ' ἐπεδίωξέ τις αὐτόν, ὅτι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ' ἥρπαζεν· εἶτα φοβηθεὶς ἐπελθόντα τὸν Καίσαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, πάντα τε ὅσα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν καταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, ἔχων ἅς τ' ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς ὅπλοις θαρρῶν εὐθὺς ἐπ' αὐτὸν μετ' ὀλίγων τινῶν ὥρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ' οὐδὲν πρὸς τὴν καταλλαγὴν ἔλεγε, παρωξύνθησαν οἱ τοῦ Λεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτο αὖθις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες οὖν τὴν ἅλωσιν ἀθρόοι μὲν αἰδούμενοι τὸν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ' ὀλίγους δὲ προσεχώρουν αὐτῷ. καὶ οὕτω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ Ἰταλίᾳ δίαιταν ἐπεποίητο ἔμφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πραξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ' ἀφῆκε· καὶ τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας [414] αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ' ἀντιστάσας αὐτῷ ἐδικαίωσεν.
Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ᾔτουν ἕκαστος ὃ ἐπόθει. τοῦ δὲ Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ' οὐδὲν ἤνυον, τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λήψεσθαι γὰρ ἤλπισαν ἃ ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ ἀνάγκης τὸν ἄρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, εὔλογά τε αὐτοὺς ἀξιοῦν ἔφη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ἔτος στρατευσαμένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ἔτ' αὐτῶν οὐδ' ἂν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ὃ ἀκούσαντες οὐδὲν ἔτι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ ἤρξαντο.
Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ οἱ ἐν τῇ Ῥώμῃ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι ἢ καὶ προδοθῆναι ὑπὸ τῶν συνόντων, προεῖπε μὲν διὰ τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ὃν αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ἔνθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο. συγκαλέσας οὖν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσάμενος ἔνδυμα ἄλλα τε εἶπε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν διάφευξιν. κἀκ τούτου ἄλλων ἄλλοσε ἀποχωρησάντων αὐτὸς ἐς τὴν Ἀσίαν ἐπεραιώθη, γνώμης ὢν ὁρμῆσαι [415] πρὸς τὸν Ἀντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ Ἀντωνίου τὰ πραττόμενα ὑπ' αὐτοῦ γνόντος, ἄδειάν τε αὐτῷ καὶ εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου, κατένευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ καὶ τῶν πραγμάτων ὡς πρῴην εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ Ἀντώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ' αὐτὸν ἔπεμψε. καὶ ὃς φοβηθεὶς διεπρεσβεύσατο πρὸς Ἀντώνιον. ὡς δ' ἐκεῖνος οὐκ ἔφη σπείσασθαι, εἰ μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβαλὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ὥρμησε. καὶ οἱ τοῦ Ἀντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ὃ μαθὼν ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπ' ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, ὕστερον δὲ μεταμεληθεὶς ἔγραψε σωθῆναι αὐτόν. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ ἢ νομίσας ὄντως δεύτερα εἶναι ἢ ἄγνοιαν τοῦ ὄντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε.
26
ΕπεξεργασίαΚαὶ τῷ μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, Ἀντώνιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ὅ τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ ἔπεσε καὶ οἱ βάρβαροι οἱ μὲν ἐκτάνθησαν ἐν τῇ [416] μάχῃ, οἱ δὲ ἔφυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. εἶτα κατὰ τοῦ Ἀντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐνταῦθα δὲ ὄντι ἀθρόον ὁ Ἀντώνιος ἐπιστὰς οὐ μόνον ἐπὶ τοῖς κατορθώμασιν οὐχ ἥσθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ' οὐδὲν ἤνυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν Ἰταλίαν ἀφώρμησεν.
Ὀρώδης μέντοι ὁ τῶν Πάρθων βασιλεὺς ὑπέργηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βασιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολοφόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι' ἐκείνους ἀπέκτεινε, καὶ τῶν ἄλλων τοὺς ἀρίστους διέφθειρεν.
Ἀντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμάζετο, ἵνα ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμαχίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιᾶς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ἵν' ἕποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μήδων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆδος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ' αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ Ἀντωνίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερίσαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ὃς οὐ πολλῷ ὕστερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο μὲν αὐτούς, οὐ μέντοι μέγα τι ἔβλαψε. πολιορκῶν [417] δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐτὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς.
Ἐν τούτοις ὄντος τοῦ Ἀντωνίου ὁ Φραάτης ὑποβαλών τινας ἔπεισε δι' ἐκείνων αὐτὸν ἐπικηρυκεύσασθαι συμβάσεων ἕνεκεν· καὶ ὁ Πάρθος τοὺς πεμφθέντας ἐξονειδίσας πολλὰ μὴ ἄλλως σπείσασθαι εἶπεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ Ἀντώνιος ἀπανέστη. προσδεχομένου δ' αὐτοῦ τὰς σπονδὰς οἱ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρθοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργάσαντο. ὡς οὖν ἔγνω ὅτι ἠπάτηται, ἐς τὴν Ἀρμενίαν ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώστων, πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ κἂν ἀπώλοντο οἱ μετ' αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπεσόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες.
Ἡ δὲ χελώνη γίνεται οὕτως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ' ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι ταῖς κοίλαις χρώμενοι περὶ τὰ ἔσχατα τάσσονται καὶ τοὺς ἄλλους τὰ ὅπλα περιβεβλημένοι ἔξω τε βλέποντες περιέχουσιν, οἱ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας ἄνω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ὥστε μηδὲν ἕτερον ἢ ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας εἶναι αὐτοὺς ἐκ τῆς πυκνότητος τῆς συντάξεως. οὕτω γάρ τοι πεπύκνωται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. τὸ μὲν οὖν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι, [418] καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ἔλαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται καὶ τειχομαχοῦσιν, ἢ ὑπὸ τοξοτῶν περιστοιχισθέντες ποτὲ κυπτάζουσιν οὕτω πάντες ὡς δοκεῖν ὅτι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφᾶς ἐκπλήττουσι καὶ ταράττουσιν. ὃ καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς εἴρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπισμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν ἤρεισαν τὰ εὐώνυμα. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι ὑπὸ τῶν τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκόψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἱ Ῥωμαῖοι καὶ αὐτοῖς προσπεσόντες, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι κατέκοψαν.
Ἀντώνιος μὲν οὖν ὑπὸ τῶν πολεμίων οὐκέτι δεινὸν οὐδὲν ἔπαθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. χειμὼν γὰρ ἦν, καὶ τῆς Ἀρμενίας τὰ πρόσορα, δι' ὧν ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· ὅθεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν Ἀρμένιον καὶ ἐθώπευσε, καίτοι δι' ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρατιᾶς ἀπῆρεν εἰς Αἴγυπτον πρὸς τὴν Κλεοπάτραν. δι' ἣν μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, ὅτι τε παῖδας ἐξ αὐτῆς ἔσχε καὶ ὅτι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. οὕτως γὰρ τῷ ἔρωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ὀκταβίαν πρὸς αὐτὸν ἐκ Ῥώμης ἀφικνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσελθεῖν.
27
Επεξεργασία[419] Ὁ δὲ Καῖσαρ ἦλθε μὲν εἰς τὴν Σικελίαν, χρονίσας δ' ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ὥς τινα τῶν ἐθνῶν τῶν Ῥωμαίοις ὑποκειμένων διὰ τὴν ἀποδημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ' ἐκείνους παρεσκευάζετο, καὶ τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ δι' ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. εἶτα καὶ ἐπὶ Παννονίους ἐστράτευσεν, οἳ νέμονται μὲν πρὸς τῇ Δαλματίᾳ παρ' αὐτὸν τὸν Ἴστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν ὄντες, ἅτε μὴ γῆς μηδ' ἀέρων εὖ ἥκοντες, οὐκ οἶνον γεωργοῦντες, οὐκ ἔλαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ' οὖν ἀνδρειότατοι. οὓς καί τινες τῶν Ἑλλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· πρὸς γὰρ τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τὸ τῶν Παιόνων ἔθνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἱ ἄλλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο ὕστερον.
Ἀντώνιος δὲ τὸν Ἀρμένιον τιμωρήσασθαι μηχανώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς παροιμίας, ἕως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ εἶχε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια ἔνθα ἐκείνῳ οἱ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐτοὺς λαβεῖν. ὡς δ' οὐδὲν ἤνυεν, οἱ γὰρ Ἀρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθείλοντο τὸν Ἀρτάξην, ἔδησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ [420] πᾶσαν τὴν Ἀρμενίαν κατέσχε, τοῦ Ἀρτάξου πρὸς τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μαχόμενος.
Ἀντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς Ἀρμενίαν κατέλιπεν, αὐτὸς δ' ἀνεκομίσθη πρὸς Αἴγυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἄγων ἐκεῖ τὸν Ἀρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυσέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ οὔθ' ἱκέτευσαν αὐτὴν οὔτε μὴν προσεκύνησαν, ἀλλ' ὀνομαστὶ προσηγόρευσαν.
Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν Ἀντώνιος βασιλίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ προτέρου Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ἵνα τὸν Καίσαρα τὸν Ὀκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνήσιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ἔνειμε. τοῖς δ' οἰκείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ Ἀλεξάνδρῳ, ἑτέρας πολλὰς προσκεκλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ ὅτι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ' αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ οὕτω φρονῶν, ἀλλ' ὅπως ταῖς παρ' αὐτοῦ ἐλπίσιν ἢ ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ ὅπλα ἢ μισήσωσιν ἀπειθήσαντα.
Ἄχρι δὲ τοῦ Ἀράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρθους στρατεύων, ἠρκέσθη τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Πάρθων, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς Ἀρμενίας τῆς νεοκτήτου ἐξ Ἀντωνίου εἰλήφει τινά, Ἀντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην, ὡς [421] τῷ Ἀλεξάνδρῳ τῷ υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ πολέμῳ τοῦ Καίσαρος ὥρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς Ῥωμαίοις ἐπελθόντας αὐτῷ τοὺς Πάρθους καὶ τὸν Ἀρτάξην ἐνίκησε. τοῦ δ' Ἀντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ' ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ οὕτως ἡ Ἀρμενία μετὰ τῆς Μηδίας ἀπώλετο.
Οἱ μέντοι Ῥωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλισθον, ἕως ὅ τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα ἔθνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ' ἀλλήλους ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου αἵδε σφίσιν ἐσκήπτοντο. Ἀντώνιος μὲν Καίσαρι ἐνεκάλει ὅτι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετερίσατο, καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρατιωτῶν οὓς ἐκ τῆς ἀνηκούσης αὐτῷ Ἰταλίας ἐστράτευσεν· ὁ δὲ Καῖσαρ ἐκείνῳ ὅτι τὴν Αἴγυπτον καὶ ἄλλα μὴ λαχὼν εἶχε, καὶ ὅτι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ἔλεγε, καὶ ὅτι τὸν Ἀρμένιον ἀπάτῃ συνειληφὼς ἔδησε κἀκ τούτου Ῥωμαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῷ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρηθέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ' ᾐτιᾶτο ὅτι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ Καίσαρος.
28
ΕπεξεργασίαΤαῦτ' οὖν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ [422] ἀναφανδὸν κατ' ἀλλήλων ὡπλίζοντο, ἕως Δομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώθησαν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ ἐπῄνεσε τὸν Ἀντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καίσαρος. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρησεν, αἰτίαν ἄλλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπανελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ Ἀντωνίου καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ ἀδικοῦντα τὸν Ἀντώνιον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἱ οὖν ὕπατοι μήτ' ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αὖθις ἕτεροι τὸν Ἀντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρησαν, ὅτι τήν τε τῆς Ὀκταβίας συνοίκησιν ἀπείπατο καὶ ὅτι τῇ Κλεοπάτρᾳ ἤχθοντο. ἐξ ὧν μαθὼν ὁ Καῖσαρ τά τε ἄλλα τοῦ Ἀντωνίου καὶ τὰς διαθήκας αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ἔλαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ὥστε τήν τε ὑπατείαν καὶ τὴν ἄλλην ἅπασαν ἐξουσίαν ἀφείλοντο, καὶ τοῖς συνοῦσιν αὐτῷ ἄδειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ἐπήγγειλαν ἄντικρυς, ὃς μᾶλλον πρὸς τὸν Ἀντώνιον ἔτεινεν· ᾔδεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκείνης πάντα ὑποίσοντα. οὕτω γὰρ αὐτὸν ἐδουλώσατο ὥστε βασιλίς τε καὶ δέσποινα ὑπ' ἐκείνου καλεῖσθαι, στρατιώτας τε Ῥωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς ἔχειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ὄνομα αὐτῆς ἐπιγράφεσθαι.
[423] καὶ εἰς τὴν ἀγορὰν δὲ μετ' αὐτοῦ εἰσεφοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ' Ἀντώνιος πεζῇ μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Ὄσιρις καὶ Διόνυσος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ἶσις. ὅθεν ἔκφρων ὑπ' αὐτῆς ἐκ μαγγανείας ἔδοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ' αὐτῷ δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν Ῥωμαίων ἄρξειν, εὐχήν τε ποιεῖσθαι μεγίστην καὶ ὅρκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ Ἀντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια.
Τούτῳ μὲν οὖν ὑπάτῳ ὄντι καὶ στρατηγῷ Ῥωμαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ ἔξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς Ῥωμαίων πῶς ἄν τις ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυμένους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ κεχρημένους ἐσθῆτι βαρβαρικῇ;
Οὕτω μὲν οὖν τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, ἕκαστος πολλοὺς συμμάχους προσειληφώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ἔνδον συνέχεε, καὶ παῖδες ἐν τῇ Ῥώμῃ πολλοὶ ἀθροισθέντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ Ἀντωνίου μαχόμενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ Ἀντωνίου ὄνομα φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αἷμα ἀνῆκε, καὶ πῦρ τό τε Δημήτριον καὶ ναὸν ἕτερον Ἐλπίδος διέφθειρε, [424] καὶ ἄλλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ' ὁ μὲν Ἀντώνιος ὥρμησεν ὡς ἐν τῇ Ἰταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοῦ Βρεντεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησεν.
29
ΕπεξεργασίαἨργμένου δὲ ἔαρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν ὄντες οἱ τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ' αὐτοῦ οὔτ' ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάττωντο, καὶ ὁ Ἀγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἱππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως αὐτῷ τι συμπράξωσι, τοὺς δ' ὅπως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ἵν' ἐνδείξηται ὅτι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν Ῥωμαίων ὁμόγνωμον κέκτηται. καὶ σὺν αὐτοῖς τὸν Ἰόνιον διαβέβηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κατῆρε, καλεῖται δὲ οὕτως ὅτι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ἄκτιον ἔπλει. ὡς δ' οὐδεὶς οὔτε ἀντέπλει οὔτε ἐς λόγους ᾔει αὐτῷ ἢ πρὸς μάχην ἢ πρὸς ὁμολογίαν [425] ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφήδρευε τῷ Ἀκτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ἄκτιον οἱ τοῦ Ἀντωνίου προκατελάβοντο καὶ πύργοις ὠχύρωσαν ἑκατέρωθεν.
Ἐπεὶ δὲ τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο ὁ Ἀντώνιος, ἠπείχθη μετὰ τῶν περὶ αὐτὸν εἰς τὸ Ἄκτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνάγοντος, ἀκροβολισμοῖς δ' ἐπὶ πλείους ἡμέρας ἐχρήσατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖσαρ εἰς τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψε στρατιάν, ὅπως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ ἄκοντα τὸν Ἀντώνιον. καὶ ὁ Ἀγρίππας τῆς τε Λευκάδος καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας εἷλε καὶ τὴν Κόρινθον παρεστήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στατίλιος τὸ ἱππικὸν τοῦ Ἀντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο· καὶ ὁ Δομίτιος ὁ Γναῖος καὶ ἄλλοι τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος μὴ ὅσοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ' αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ὥρμησε πρὸς αὐτούς.
Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ Ἀντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους ὄντας, τοῦ δὲ Ἀγρίππου, ᾧ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἱ τοῦ Ἀντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ Ἀντώνιος ἱππομαχίᾳ τινὶ πρὸς τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ [426] τὰ ἐπιτήδεια αὐτὸν ἤρξαντο ἐπιλείπειν, βουλὴν ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσουσιν ἢ μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ ἄλλοι μὲν ἄλλα συνεβούλευσαν, ἡ δέ γε Κλεοπάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς συναπᾶραι αὐτοῖς εἰς τὴν Αἴγυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην ἦλθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δείσασα. καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ἵνα μὴ εἰς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἀλλ' ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ ἄριστα τῶν σκαφῶν ἐκλεξάμενοι, ὅτι ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάττωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ἕτοιμα εἰς ἔκπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ Ἀντώνιος. καὶ οὕτως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ἵνα μή τι νεωτερίσωσιν ὡς ὁ Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλίγας εἶχεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις ἦσαν αὐτῷ.
Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ ἄλλων τε κἀκ τοῦ Δελλίου, συνήγαγε τὸ στράτευμα καὶ εἰς μάχην δι' ὧν εἴρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολλῆς εἰς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ἐμπεσούσης ἀνεθάρσησεν [427] ὁ Καῖσαρ καὶ τὸν ἔκπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ Ἀντωνίου, οὐ μέντοι προῄεσαν, ὥρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμίξων ἢ καὶ ἀναχωρῆσαι ποιήσων, ὡς δ' οὔτ' ἐξώρμησαν οὔτ' ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, εἶτα συμπεσόντες ἐναυμάχουν.
Ἀγχωμάλου δὲ τῆς ναυμαχίας οὔσης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθήματος παρ' αὐτῆς δοθέντος πρὸς ἀπόπλουν ἤρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ὥρμησαν. ὁ δ' Ἀντώνιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάντων ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ἔτι προσαπολέσουσαν. ἐκείνη δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀναληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας οὕτως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἱ συνήθεις γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ Ἀντωνίου ναυτικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ὥρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κελεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι.
30
ΕπεξεργασίαΤοιοῦτον μὲν οὖν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος ἅπαν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζεσθαι. πόλιν δ' ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴκισε, [428] Νικόπολιν καλέσας αὐτήν. ἔστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ' ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς ἄνθρωπος συναντῆσαι ὄνον ἐλαύνων, πυθομένῳ δὲ τοὔνομα εἰπεῖν "ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δ' ὄνῳ Νίκων." αἱ στῆλαι δ' αὗται ὕστερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον ἔστησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ.
Ἡ δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ Ἀντωνίου μετὰ τὴν ἐκείνου φυγὴν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν Ῥωμαίων ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, οἱ δέ γε σύμμαχοι οἴκαδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν Ἰταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ' ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· ἥ τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι συνῆλθον ἐκεῖ. ἔνθα τὰ αὐτῷ δοκοῦντα καταπραξάμενος ἐς τὴν Ἑλλάδα αὖθις ἀπῆρε. καὶ διὰ τοῦ Ἰσθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν Ἀσίαν ἀνεκομίσθη.
Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αἴγυπτον ἔσπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα ἤθροιζέ τε δυνάμεις. Ἀντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ ὅπερ εἶχεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ, ὥρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κεκώλυτο, [429] καὶ ἀνεκομίσθη εἰς Ἀλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, ἔστειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κομίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ Κλεοπάτρα κρύφα τοῦ Ἀντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ὅμοιον καὶ δίφρον βασίλειον ἔπεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι' αὐτῶν διδοῦσα. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, Κλεοπάτρᾳ δὲ ὅτι ἀποκτεινάσῃ τὸν Ἀντώνιον ἢ ἐκβαλούσῃ ἄδειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ ναυπηγηθείσας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἱ Ἀράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαντες ἀπηρνήσαντο. Ἀντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλμένα ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτὸν διαχειρίσασθαι ἐπηγγέλλετο, ἂν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε Ἀντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ ὄντα διαφθείρῃ ἡ Κλεοπάτρα, ἃ εἰς τὸ μνημεῖον, ὃ ἐν τοῖς βασιλείοις κατεσκεύασεν, ἤθροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ' ἑαυτῆς εἰ ὧν βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον ἔπεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ ὅτι ἔρωτα τρέφει ὁ Καῖσαρ αὐτῆς. ὅθεν καὶ τὸ Πηλούσιον κατέσχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖνον ἀκούσασα, καὶ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ [430] προήκατο τὸ Πηλούσιον. ὁ δ' οὖν Ἀντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι προϋπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ ὅτι τοξεύμασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια ἔπεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλόμενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικὸν καὶ ὡς ναυμαχήσων παρεσκευάζετο ἢ πρὸς Ἰβηρίαν πλευσούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν Ἀντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ' αὐτῆς. δύο δὲ ἦσαν ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος εἷς. εἰσελθοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν Ἀντώνιον τοὺς ἀπαγγελοῦντας ἔπεμψεν ὅτι τέθνηκεν. πιστεύσας δ' ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ' ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, "εὖγε" εἶπεν "ὦ Ἔρως" τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνθρώπῳ "ὅτι με τί χρὴ ποιεῖν διδάσκεις," καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. θορύβου δὲ γενομένου ᾔσθετο ἡ Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἄνωθεν δὲ προκύψασα, οὔπω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείργαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ἔτι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ' αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αἵματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους [431] περιερρήξατο ἐπ' αὐτῷ καὶ τὰ στέρνα ἔτυπτε καὶ κατεσπάραττε ταῖς χερσίν. ὁ δὲ οἶνον πιεῖν ᾔτησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖσαρ δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ Ἀντωνίου ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα· αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου.
31
ΕπεξεργασίαΕἰς δὲ τὴν Κλεοπάτραν ἔπεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ὃς ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης "τάλαινα Κλεοπάτρα, ζωγρῇ," ὥρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ἔπεμψε δὲ Καῖσαρ Ἐπαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ Ἀντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ἥλκωτο, τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ [432] τῶν τέκνων προσέβαλεν, οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ἧκε δὲ μετ' ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει αὐτῷ, ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ἥδετο, καὶ εἰπὼν ὅτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ᾤετο, μᾶλλον δ' αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζῇ διὰ Συρίας ἔγνωκεν ἀπιέναι, αὐτὴν δ' ἐς τὴν Ῥώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ὅπως ἐπενέγκῃ τῷ Ἀντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, εἶτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα ἄριστον ἠρίστα λαμπρόν. καί τις ἧκεν ἀπ' ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι ἔστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ Ἀντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον ἔπεμψεν. οἳ δρόμῳ καταλαβόντες εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ἤδη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν [433] ἐκείνης διάδημα. εἰπόντος δέ τινος "καλὰ ταῦτα, Χαρμόνιον," "κάλλιστα μὲν οὖν" ἔφη "καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων." καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ἔπεσε καὶ αὐτή.
Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἱ δ' ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν ἔχειν ἐν κνήστιδι κοίλῃ, καὶ τὴν κνήστιδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν εἶναί φησιν, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ἔχοντι, ἂν αἵματος ἅψηται, ὡς τάχιστα καὶ ἀλυπότατα φθείρειν. ἡ μὲν οὖν ἀπώλετο, τὸ δ' ἀληθὲς οὐκ ἐγνώσθη, ἢ ὅτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ὤφθησαν λεπταί τε καὶ ἀμυδραί, οὔτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν οὔτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. εἴκασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, ὅτι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, ὀδυνηρὸν δ' ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ' εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν.
Ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγκεν.
[434] οἱ δὲ ψύλλοι ἄνδρες εἰσί, γυνὴ γὰρ τὴν δύναμιν ταύτην ἔχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον ἢ τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἢ μετὰ ὄφεων ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· οὔτε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν.
Ὁ μὲν οὖν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ Ἀντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ἔτυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων Ἀντωνίῳ συνάρξασα· Ἀντώνιον δὲ οἱ μὲν ἕξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ Ἀντωνίου υἱὸν Ἄντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ.
Ἀντώνιος μὲν οὖν καὶ Κλεοπάτρα οὕτως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ Ἀλεξάνδρου τοῦ βασιλέως νεκρὸν εἶδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν Ἀλεξανδρέων δεῖξαί οἱ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι "βασιλέα, ἀλλ' οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα." οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἐπείσθη, λέγων ὅτι "θεούς, ἀλλ' οὐχὶ βοῦς προσκυνεῖν εἴθισμαι." τὴν δ' Αἴγυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα εὗρε καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν Ἀσίαν διὰ τῆς Συρίας ἀπῆλθε [435] καὶ ἐκεῖ παρεχείμασεν. οἱ δὲ Ῥωμαῖοι καὶ τότε καὶ πρότερον, ὅτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτῷ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ἔθυσαν οἱ Ῥωμαῖοι καὶ ὁ ὕπατος ἐβουθύτησεν, ὃ μήπω πρότερον ἐπ' ἄλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἱ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ὥστε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ἔχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ὅ τε Ἀλέξανδρος ὁ καὶ Ἥλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ' ἅπασι δ' ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο.
32
ΕπεξεργασίαΚαὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν Ἑλλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ἔθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ' ἔθνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν νεμόμενοι, προϊόντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ ἄλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ' ὅσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ἴστρον ἐμβάλλων ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ὄνομα. καὶ ἐν αὐτοῖς ἄλλα τε πολλά εἰσιν ἔθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οἵ τε κεκλημένοι Δαρδάνιοι.
[436] Ταῦτα μὲν οὖν ἔν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσιν ἔπραξάν τε Ῥωμαῖοι καὶ ἔπαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος τά τε ὅπλα καταθέσθαι βουλευομένου καὶ τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ Ἀγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οἷς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν Ἀγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας εὕρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν ἅπαν, εἰπὼν ἤδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον εἶναι δυεῖν θάτερον, ἢ μεῖναι ἐπὶ τῶν αὐτῶν ἢ ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ ἅπαξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι εἶναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ὅπως ἀσφαλῶς τε καὶ δικαίως ἄρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πᾶσι δὲ ταῦτα ἐπήγαγεν "εἰ ὅσα ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράττεις, οὔτε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, ἥδιστά τε καὶ ἀκινδυνότατα ζήσεις."
Οἱ μὲν οὖν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ ἄμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, εἵλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ οὔτε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ' ἑξῆς ἔτει ἕκτον ὑπάτευσεν, Ἀγρίππα οἱ συνάρχοντος, ὃν ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν Ὀκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ [437] νενόμιστο, ἄλλα τε πολλὰ πεποίηκεν εἰς τιμὴν τῆς Ῥώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ ὅσα ἐπὶ Λεπίδου καὶ Ἀντωνίου ἀδίκως ἐγένοντο, δι' ἑνὸς προγράμματος κατέλυσεν ἅπαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ἵνα μᾶλλον τιμηθείη, καὶ παρ' ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων ἄρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν εἰσῆλθεν ἕβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ' ὑποπτεύοντες, οἱ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἱ δ' ἐδεδοίκεσαν. ὅθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν οὕτως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ' ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ' ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν αὐτός, δοκήσει μὲν ὅπως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ' οἱ πόνοι ἐπίκεινται, τῇ δ' ἀληθείᾳ ἵνα ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. ἵνα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ἕτερα πέντε ἔτη, εἶτ' αὖθις πέντε [438] καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα πάλιν, πεντάκις αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἱ μετ' αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αὖθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι.
Πολλὰ δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αὔγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ Ῥωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ' ὀνόματι ἤχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αὔγουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πως, ὥσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅτι ἔν τε τῷ Παλατίῳ λεγομένῳ ὄρει, ἐν ᾧ Φαυστοῦλος ᾤκει ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. πᾶσα δὲ ἐξουσία, ἥ τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ' ἔστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης εἶναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι.
33
Επεξεργασία[439] Ὅτε δὲ Αὔγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς Ῥώμης κατέλαβεν ὥστε πλεῖσθαι. καὶ οἱ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσει καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς ἐθελόντων ἄρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ' ἔστιν ἃ καὶ ἐς τὸ δημόσιον προετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ, ἐπανορθώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ εἴ τίς τι ἄμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ' ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι' αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ἔστι δ' ὅτε καὶ ἐδίκαζε μετ' αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ὅ τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ὃ μὴ ἐκείνῳ ἤρεσκε. καὶ τοὺς ἄρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ὥστε μήτ' ἀνεπιτήδειοι μήτ' ἐκ παρακελεύσεως ἢ καὶ ἐκ δεκασμοῦ ἀποδείκνυνται. καὶ ἔθνη τὰ μὲν δι' ἑαυτοῦ, τὰ δὲ δι' ἑτέρων τῇ Ῥωμαίων ἡγεμονίᾳ ὑπέταξεν.
Ὁ δὲ τῆς Αἰγύπτου ἄρχων Αἴλιος Γάλλος ἐπὶ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σάβος ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ἔστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα [440] φύσιν ἄτοπον ἔχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιᾶς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ σκέλη κατῄει, ἅπαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ἴαμά τε οὐδὲν ἦν ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ἦν· ἥ τε γὰρ χώρα οὐδέτερον αὐτῶν φέρει, κἀκείνοις οὐκ ἄφθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τά τε χωρία ἃ πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν.
Ὁ δ' Αὔγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ὥστε μηδ' ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δ' Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. Ἀντώνιος δέ τις Μούσας οὕτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ' αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ἔλαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ὤν, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς οὖσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. οὕτω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις.
Λιμοῦ δὲ τῷ ἑξῆς ἔτει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῇ Ἰταλίᾳ, νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως ταῦτα συμβεβηκέναι ἢ ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν [441] προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ὃς τὴν μὲν τοῦ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ' ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος ἔπειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τοὺς δικτάτωρας ἔχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ' αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην ἥλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ' ὕστερον ἀπεσφάγησαν.
34
ΕπεξεργασίαΜετὰ ταῦτα δ' εἰς Σικελίαν ἦλθε. κἀκεῖ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὕτω γὰρ ἐθορύβησαν καὶ ἅπαντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε ἀεὶ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ' αὖ ἄναρχον αὐτὴν καταλείπειν τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μεῖζον αὐτῷ περιθεῖναι ἀξίωμα, ἵνα ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ Ἰουλίᾳ, καὶ ἐς τὴν Ῥώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ἔπεμψε, διά τε τἄλλα καὶ ὅτι Μαικήνας εἶπε τῷ Καίσαρι ὡς "τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμβρόν [442] σου γενέσθαι χρῆναι ἢ φονευθῆναι." Ἀγρίππας οὖν οἰδοῦντα εὑρὼν ἐν τῇ Ῥώμῃ τὰ πράγματα κατεστήσατο. ὁ δ' Αὔγουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν Ἑλλάδα ἐπεραιώθη, καὶ τὸ Ἑλληνικὸν διαγαγὼν εἰς τὴν Σάμον ἔπλευσε, κἀκεῖ χειμάσας εἰς τὴν Ἀσίαν ἐν τῷ ἔαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, ὅτι Ῥωμαίους τινὰς μαστιγώσαντες ἔκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίᾳ γενόμενος. ἡ Ἰουλία δὲ τὸν Γάιον ἔτεκε. καὶ ὁ Αὔγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αὖθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ Ἰνδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας. αὖθίς τε στάσις ἐν τῇ Ῥώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν οὖν ταῦθ' ὁ Καῖσαρ, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν Ῥώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν ὕπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ὃ καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ ἄστεος καὶ ἐπανιών, ἵνα μηδενὶ ὀχληρὸς εἴη. εἶτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ τῶν ὑπάτων τιμὴν διὰ βίου ἔλαβε. τινῶν δ' αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ Ἀγρίππᾳ, ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι' ἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ' ἄλλοτε ἄλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ἔθετό τε καὶ ἄλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ [443] ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἴργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ἔταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν βουλευτῶν ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ' ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ' ἣν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ' ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ἔτη εἰς τὴν τοῦ γάμου ὥραν πλήρη νομίζεται. ὁ δὲ Ἀγρίππας καὶ ἕτερον υἱὸν ἐκ τῆς Ἰουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ὃν Αὔγουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ἵν' ἧττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ἔτρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ' οὐκ ἔπειθε τὸν Πωλίωνα, "φέρε" φησίν "ὅσα τοιαῦτα ἔχεις ἐκπώματα ἢ καὶ ἕτερα ἔντιμα, ἵν' αὐτοῖς χρήσωμαι." κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ἵνα μὴ διὰ ταῦτα οὕτως κολάζοιντο ἄνθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, ὅτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αὔγουστος, καὶ ἄκων ἡσύχασεν.
[444] Ἀγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· οὗ ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν Ῥώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ' αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψεν. ὁ δὲ τοῦ Ἀγρίππου θάνατος κοινόν τι τοῖς Ῥωμαίοις πένθος ἐγένετο. τά τε γὰρ ἄλλα ἄριστος τῶν καθ' ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πᾶσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ' ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν· ὅθεν οὔτ' αὐτῷ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο, τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ τοῦ Ἀγρίππου υἱοί, ἔγγονοι δ' αὐτοῦ, ἐν παισὶν ἔτι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα οὖσαν Ἀγρίππου ἐξ ἄλλης γαμετῆς, τὴν Ἰουλίαν αὐτῷ ἐνεγύησεν. εἶτα διά τε τούτου καὶ διὰ τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ἔστησεν, Ὑγιείας δὲ δημοσίας καὶ Ὁμονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ' ἧττον ἐδίδοσαν, καὶ ὃς προστιθεὶς ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ Ὀκταβία, καὶ αὐτός τε ἐπ' αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον εἶπε καὶ ὁ Δροῦσος· καὶ οἱ βουλευταὶ [445] πενθήρεις χιτῶνας ἔλαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες.
35
ΕπεξεργασίαΤῷ δ' ἐχομένῳ ἔτει ὁ Δροῦσος ὑπατεύσας κατ' ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι ἢ κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, ἥ "ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε" λέγειν αὐτῷ ἔδοξεν· "οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ' ἄπιθι· ἤδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ἔργων πάρεστι τελευτή." ὑποστρέφοντι δ' ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ἧς ἐτελεύτησε. πυθόμενος δ' ὁ αὐτοκράτωρ ὅτι νοσεῖ, τὸν Τιβέριον κατὰ τάχος ἔπεμψεν· ὃς ἔμπνουν τε αὐτὸν εὗρε καὶ θανόντα ἐς τὴν Ῥώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν.
Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ὅπως, εἰ μή τι ἀρέσκει ἢ ἄμεινόν τι νοήσουσιν, εἴπωσιν. οὕτω γὰρ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ' αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ἔπεμψεν, ὡς αὐτὸς οὐκ ἄγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ἔφη "ἐγὼ δ' ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ ἄλλον ἀντ' ἐμαυτοῦ ἔπεμψα, ἀλλ' αὐτός σου προεκινδύνευσα," εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, οὔτ' ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· οὔτε γὰρ κολάσαι τινὰς διὰ τοῦτο οὔτε συγγνῶναι ἐλεγχθεῖσιν [446] ἠθέλησε. τὴν δ' ἡγεμονίαν καίπερ, ὡς ἔλεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ἔτη παρῆλθον, ἄκων δῆθεν αὖθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οἴκοι κατέμεινεν, ἐπ' ἐκείνους δὲ τὸν Τιβέριον ἔπεμψεν. ὃν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ ὕπατον αὖθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν. αὐτὸς δὲ τὸν Σεξτίλιον καλούμενον μῆνα Αὔγουστον ἀντωνόμασε.
Τοῦ δὲ Μαικήνου τελευτήσαντος ἤλγησε· πολλὰ μὲν γὰρ καὶ ἄλλα ὑπ' αὐτοῦ ὤνητο, μάλιστα δὲ τῆς ὀργῆς, ὅτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐν χάρτῃ μικρῷ "ἀνάστα, δήμιε," καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ἔρριψεν· ὃ ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ἃς τηνικαῦτα ἦν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ἔχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ὅτι τῷ τε Αὐγούστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, καὶ ὅτι πλεῖστον παρ' αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν.
Ὁρῶν δὲ ὁ Αὔγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, οὓς καὶ υἱοθετήσατο, μὴ τὰ ἤθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς αὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ἔτη τὴν δημαρχικὴν ἐξουσίαν ἀπένειμε [447] καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ' ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ἤχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ' εἰς Ἀρμενίαν ἀπεληλύθει, ἀλλ' εἰς Ῥόδον ἀφίκετο. τῷ δ' ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἅμα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ' ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ἥσθησαν ἅπαντες. τὴν δὲ θυγατέρα Ἰουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ᾗ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν Ἰούλιον Ἀντώνιον ἔκτεινεν ἄλλους τέ τινας ἐπιφανεῖς ἄνδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε.
36
ΕπεξεργασίαΤῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔγουστος ἠπόρει τί ἂν πράξῃ. οὔτε γὰρ αὐτὸς στρατεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, μετέστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ [448] ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον ἄπειροι. ἀνάγκης δ' ἐπικειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ἔδωκεν, ἵνα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομιζόμενος, καὶ ὁ Τιβέριος δ' ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Ἄδδων γάρ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ὥς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ἔτρωσεν. ὁ μὲν οὖν πολιορκηθεὶς ἥλω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ ἄλλως μέντοι μὴ ὢν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ὥστε τὸν Αὔγουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν Ἰταλίαν ἐλθόντι πράττειν ὃ βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ἔνθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. ἥ τε οὖν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς Ῥόδου πρὸς τὴν Ῥώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῶν ἄστρων μαντικῆς ἐμπειρότατος ἦν καὶ Θράσυλλον εἶχεν ἄνδρα τὴν ἀστρολογίαν ἀκρότατον· ὅθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν ὅτι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ὡς μόνον συνειδότα ὅσαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, ἤρετο δι' ὅ,τι συννένοφε· τοῦ δὲ [449] κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέλησεν.
Ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δὲ Αὔγουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ' ἔτη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ Ῥωμαίοις αἱ εἴκοσι καὶ πέντε δραχμαὶ χρυσοῦν νόμισμα ἕν, παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα.
Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ἔχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἷός τε ὤν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ' ὑπὸ τῆς Ἰουλίας ἀναπεισθείς, ἤδη γὰρ καὶ αὕτη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα ἄλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ' οὖν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἑώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ' ἀπολῦσαι θαρρῶν, ἵνα μὴ καὶ ἄλλους ἐκ τούτου ἐφ' ἑαυτὸν ἐπισπάσηται, οὔθ' ἡμέρας ἀφροντιστεῖν οὔτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ' ἡ Λιβία [450] ὁρῶσα ἤρετο αὐτὸν τί ὅτι οὐ καθεύδει. ὁ δέ "τίς ἄν" εἶπεν "ὦ γύναι, κἂν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους ἔχων ἐχθροὺς καὶ οὕτω συνεχῶς ἐπιβουλευόμενος;" ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλέχθη αὐτῷ, τελευταῖον δὲ γνώμην ἔδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτοὺς σωφρονίζειν, ὥστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. "οὐ γὰρ πείθειν ἢ ἀναγκάζειν" ἔφη "φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ὅτι ἐδικαιώθησαν ἕτεροι, ἀλλ' ἀπεχθάνονται μᾶλλον ὅτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται." τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ ὕπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθείς, ὃν καὶ Ἀγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη.
37
ΕπεξεργασίαὉ δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν Ῥώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ ἄλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς ἀνέστρεψεν ἐκ τῆς Κελτικῆς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αὔγουστος ἐκεῖ ἔπεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ἵν' ἐν τοῖς ὅπλοις εἴη διὰ τὸν [451] πόλεμον. ἔπεμψε δὲ τὸν Γερμανικόν, ὅτι ὁ Ἀγρίππας ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἱ Ῥωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο, τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ αὖθις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων· οὓς μόλις μὲν καὶ σὺν κινδύνοις, τέως δ' οὖν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους.
Καὶ ὁ μὲν πόλεμος οὗτος τοῦτο ἔσχηκε τέλος, ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια τοὺς ἐν τῇ Ῥώμῃ ἐκώλυσεν. ἐν γὰρ τῇ Κελτικῇ εἶχον αὐτῆς τινα οἱ Ῥωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ἔτυχε χειρωθέντα. καὶ στρατιῶται ἦσαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο, καὶ οἱ βάρβαροι πρὸς ἔθη Ῥωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. ἕως μὲν οὖν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ἤχθοντο τῇ τοῦ βίου μεταβολῇ· ἐπεὶ δ' ὁ Οὔαρος ὁ Κυντίλιος τὴν ἡγεμονίαν τῆς Γερμανίας λαβὼν ἔσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι, καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ἔπραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Οὔαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ Ῥήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας οὔτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ ἄλλους ἀλλαχοῦ ἔπεμπε. θαρροῦντος οὖν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται, καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας ἐπῆλθον αὐτῷ ἐν ὕλαις δυσεκβάτοις ὄντι μετὰ τῆς περὶ αὐτὸν [452] στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ἔμπειροι τούτων ὄντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν μὲν Ῥωμαίων ἀποβαλόντων πολλούς, τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων, ῥᾷον οἱ Ῥωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ὥστε καὶ τὸν Οὔαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οἳ φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἱ λοιποί, οἱ μὲν τὸν ἄρχοντα ἐμιμήσαντο, οἱ δὲ τὰ ὅπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο οὖν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ' ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ' οὐδ' ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ' ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἱ δ' ἐντὸς ὄντες Ῥωμαῖοι, ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον, βοήθειαν προσδεχόμενοι· ὡς δ' οὔτε τις ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον φυλακτήριον [453] τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες ἂν ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· εἶτα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν Ῥῆνον οὐκ ἔκρινεν, ἀλλ' ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ' οὐδ' ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν οὔτε ἔθνος τι ὑπηγάγοντο, ὅτι μηδ' ᾔει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ' αὐτοὶ τοῦ Ῥήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αὖθις σφαλῶσιν, ἀλλ' αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον.
38
ΕπεξεργασίαὉ Αὔγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ἤδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ Ἰουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ὃ πάντας ἐτάραξεν ὡς εἰς τὸν Αὔγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ἔδοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν· βουλῆς [454] τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν' εὐχὰς ποιήσωνται, κεκλεισμένον εὕρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν οὖν ζῶντος ἔτι αὐτοῦ προεφάνη· ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας ἓξ ἔτη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν, μοναρχήσας δὲ ἀφ' οὗ πρὸς τῷ Ἀκτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ὅτι πρὸς τὸν Ἀγρίππαν ὁ Αὔγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτι ὄντα, ἐξ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ μὲν τὰ ἀφάρμακτα ἤσθιεν, ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. εἶτ' οὖν οὕτως εἴτ' ἄλλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ ἃ ἠβούλετο τούτοις διαλεχθεὶς τέλος ἔφη ὅτι "τὴν Ῥώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω," τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου διάγοντος, ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν Ῥώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τῶν ἀειπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε, καὶ τὰς [455] σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ' εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ὧν τὸ μὲν ἓν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ' ἕτερον τὰς πράξεις ἃς εἴργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ' ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ τοῦ Τιβερίου· εἶτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, ὕστερον δὲ πάντες ἔσχον, μεμνημένοι ὅτι τε πᾶσιν εὐπρόσοδος ἦν καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα, καὶ ὅτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ' οἷς ἐσφάλλετο· ὥσπερ καὶ τῷ Ἀθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ.
Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ἦν, καί οἱ γυναῖκες ἐκομίζοντο ἃς ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ οὕτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ἔπεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ Ἀθηνόδωρος, τῷ τῆς γυναικὸς ἐκείνης ἀνδρὶ συνήθης ὤν, ἔτυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν ἔφη πρὸς τὸν Αὔγουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ Ἀθηνόδωρος, καὶ ξίφος [456] λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας οὕτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών "εἶτα οὐ φοβῇ μή τίς σε οὕτως εἰσελθὼν ἀποκτείνῃ;" ὁ δ' Αὔγουστος οὐ μόνον οὐκ ὠργίσθη οὐδ' ἐκάκισε τὸν Ἀθηνόδωρον, ἀλλὰ καὶ χάριν ἔγνω αὐτῷ καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ ἄλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ ὅτι τοῦ Τιβερίου μετ' αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν.
Ἐν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ὃς ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ἔτη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν ἄλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ἔτη. γίνεται δὲ ἡ διαφωνία ἐντεῦθεν, ὅτι οἱ μὲν ἄλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν Ἀντώνιον ἐν Ἀκτίῳ, ὅτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν Ῥωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ὃν συνῆρξε τῷ Ἀντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ὅσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ἔρωτι, δι' ὃν καὶ ἀπώλετο. οὕτως οὖν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς [457] μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ἔτος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ἔνατον ἔτος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ Ἰωάννης ἐβάπτισε· τριάκοντα δ' ἦν ἐτῶν ὅτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ὥστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα εἶναι καὶ εἴκοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μαρίας τῆς θεοτόκου τὸν κύριον.