Επιτομή Ιστοριών
Συγγραφέας:
Βιβλίο 1
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 1., pp. 14−100


ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ
ΑΡΧΟΜΕΝΟΥ ΑΠ' ΑΡΧΗΣ ΤΗΣ ΚΟΣΜΟΠΟΙΙΑΣ.

Κεφάλαιο 1

Επεξεργασία
Πηγές: Iosephi Antiquit. Iud. 1,1. Genesis 1.

   Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἰς κατάληψιν, οὔτε τῆς παρ' ἑτέρων δεομένη δόξης οὔθ' ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἃ ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεολόγον Γρηγόριον. οὕτω δ' ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ' ἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὁρώμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἦν καὶ ὕδωρ αὐτῆ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ [13] φαύσει τῆς ἡμέρας ὄνομα ἔθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία.

   Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ, ἀλλ' ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ λόγῳ συντίθεμαι.

   Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ' ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ' ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· ὃ καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνεδόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις διαταξάμενος, [14] ἵνα τε φωτίζοιτο δι' αὐτῶν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι' αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον καταστοχαζομένοις αὐτῶν, ἢ ὡς ἂν εἴποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων ἅπαντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ' αὖθις τῶν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ὧν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς ὕδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ἕρποντα ὥσπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν ἕκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ἵν' οὕτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν ἄλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ οὖσα εἰκότως ἂν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή "ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ," τὸ δ' αἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον.

Κεφάλαιο 2

Επεξεργασία
Iosephi Ant. 1,1. Genesis 2 et 3.

   Ἡ δ' ἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προϋποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμασται, [15] καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ὥσπερ βασίλεια προετοιμάσας, αὐτὸν οὕτω παράγει τὸν ἄνθρωπον οἷά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς ἄλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τἄλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενέσεως, τὸν ἄνθρωπον ἔπλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι' ἣν καὶ κατ' εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ ἄνθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ ἄφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. οὔτε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ οὔτε μὴν ὁρατή, καὶ ἄφθαρτος δ' ἐστὶ καὶ ἀθάνατος. καὶ ἕτερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. Ἀδὰμ δὲ τὸν πλασθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν Ἑβραΐδα διάλεκτον, ὥς φησιν Ἰώσηπος, ὅτι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. οὕτω δ' ἐν ἓξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς Ἑβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν ἄπρακτος εἶναι νενόμισται, ὅθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν Ἑβραίων γλῶττα λέγει ἀνάπαυσιν.

   Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὃν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς [16] φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ' εἶναι προεῖπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. ἄρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ' Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. ὁ δ' ἐπὶ τούτῳ Τίγρις ἐστίν, ὃν καὶ Διγλὰθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἢ ἄνθος ἢ σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἰς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστῳ γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται ἡ γυνή, κἀκείνη Εὔα ὠνόμαστο. ἦν μὲν οὖν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ὄφεως ἢ μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρώσει πείθει καὶ τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν [17] ἀπὸ τοῦ θεοῦ ὁ Ἀδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ Ἀδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ' ἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. ὁ δὲ θεὸς τῷ ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ' ἦν ἡ πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον.

Κεφάλαιο 3

Επεξεργασία
Iosephi Ant. 1,2. Genesis 4 et 5.

   Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ πρῶτος ἦν, κτῆσιν σημαίνει τὸ ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ' ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι' αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τοῦ Κάϊν οὐ προσέσχε προσαγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ [18] τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῇ Ναῒδ ᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνὼς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἳ Ἀδὰ καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομήκοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ.

   Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ' ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγατέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ' ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνὼς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν [19] ἔτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπ' ἔτεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τῷ κυρίῳ Ἐνὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἑξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἑξήκοντα καὶ ἐννέα. Νῶε δ' ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς τρισί.

Κεφάλαιο 4

Επεξεργασία
Iosephi Ant. 1,3. Genesis 6−9.

   τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σήμ, Χάμ, Ἰάφεθ.

   Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ Ἰώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ' οἱ ἄνθρωποι πρὸς κακίαν ἀπέκλιναν· οἷς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἷς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν.

[20] Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι' ἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀνθρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κατεσκεύασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ᾗ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ' ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ' ἦν ὁ Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ' ἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότερα. λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθ' ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ἡ λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώκειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ μεθ' ἡμέρας ἀφῆκε περιστεράν, ἣ πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, ἡ δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν γυναιξὶ καὶ τὰ ζῷα ὅσα ἦν μετ' αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς Ἀρμενίας φησὶν ὁ Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν [21] τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλδαῖόν τε Βηρωσὸν καὶ Ἱερώνυμον τὸν Αἰγύπτιον, ὃς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμασκοῦ Μνασέαν. ὁ δὲ θεὸς μηκέτι ἐπαγαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετείλατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αἵματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀνθρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατακλύσαι τὴν γῆν ἐν ὄμβρῳ τὸ τόξον ἔθετο τὸ ἐν τῇ νεφέλῃ, τὴν ἶριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ τὸν κατακλυσμὸν βιώσας ἔτη τριακόσια καὶ πεντήκοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντήκοντα.

   Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. "μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ μέγας ἐνιαυτός."

Κεφάλαιο 5

Επεξεργασία
Iosephi Ant. 1, 4−6. Genesis 9−11.

   Οἱ δὲ Νῶε παῖδες, Σήμ, Χάμ, Ἰάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χὰμ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οἷον ἐπεγγελῶν τῷ [22] πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηράσατο. τὸ δὲ πεδίον, ὃ κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστῳ παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ὃς πρῶτος γίγας ὤφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν ἄλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. οὕτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ' ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· Ἑβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ἤπειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν.

   Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ἔθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ Ἰάφεθ ἐγέννησεν, οἳ ἀπὸ Ταύρου καὶ Ἀμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων· ὧν τοῖς ὀνόμασι καὶ ἔθνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ Ἰωβὰν Ἴωνες καὶ πάντες Ἕλληνες ἐπεκλήθησαν, ἐκ Μαδαῒ δὲ Μαδαῖοι, οἳ Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θοβήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· οὗτοι δ' εἰσὶν Ἴβηρες.

[23] ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τῶν Μεσχηνῶν· Καππαδόκαι δ' οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες μετωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ Ἀσχανάξαι μὲν οἱ κληθέντες Ῥηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, Ῥιφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ Ῥιφὰθ τὸ γένος ἕλκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ὅθεν καὶ ἡ τῶν παρ' αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αὕτη ἐστί, παρ' Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ' αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν.

   Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χουσαῖοι· Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὺτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετεβλήθη [24] δ' ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλαξεν ἡ ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἕλληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ' ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφάνειαν μετωνόμασαν.

   Σὴμ δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ' Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, ἀπ' Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ' αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ' ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ὁ ἕτερος. τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ' ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ Ῥαγαῦ, ὁ δὲ Ῥαγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ' ἔτεκε τὸν Ναχώρ, [25] ἐκ Ναχὼρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ πατὴρ Ἀβραάμ.

Κεφάλαιο 6

Επεξεργασία
Iosephi Ant. 1,7−8. Genesis 12−25.

   Τοῦ δὲ τῶν Ἑβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταῦτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ' ἐπελθόντων τοῖς Σοδομίταις, οἷς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἰκέταις αὐτοῦ καὶ φίλοις τρισὶ κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ' ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ· σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερουσαλήμ· [26] οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καὶ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ περιτμηθῆναι τὰ αἰδοῖα καὶ αὐτὸν καὶ τοὺς ὑπ' αὐτὸν ἐκέλευσεν ἄρρενας, ἵν' εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν.

   Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαρᾶς. τεχθέντα δὲ τὸν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ [27] τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἓν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, ὁ δ' Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἕξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ' ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθ' Ἑβραίους δηλοῖ.

Κεφάλαιο 7

Επεξεργασία
Iosephi Ant. 1,18 et 19. Genesis 27−30.

[28]  Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, προσέκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηρᾶσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, "ἵνα" φησί "φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν." καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τὸν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἷα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι υἱόν, ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τῷ πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί "ἐλθών" ἔφη "ὁ ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου." τοῦ δ' ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ' αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρμησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ' ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ' εὐλογίας ἐτυποῦτο αὐτῷ τῷ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ [29] ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ' ὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἧς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ' Ἕλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς Λάβαν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας ὁμαίμονα, καὶ ξενίας παρ' ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ' ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο. εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ' ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθ' ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθ' ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται.

   Τῇ μὲν οὖν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ῥουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ' ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν [30] γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· κοινωνίας τοὔνομα σημαίνει βεβαιωτήν. μεθ' ὃν Ἰούδας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ δι' ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ ἡ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἷον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγείνατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ' ἦν ὁ Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ Λείᾳ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ' ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τὸν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζαβουλών, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ' ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.

Κεφάλαιο 8

Επεξεργασία
Iosephi Ant. 1,19−22. Genesis 31−35.

   Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰακώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν [31] καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ' ἵν' ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ Λάβαν καθ' ἑβδόμην ἡμέραν καταλαβόντος, κατ' ὄναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθ' ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεῶν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. ἡ Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ Λάβαν μὴ ἄν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ' Ἰακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ' ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοῖραν ἕξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείῳ ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτ' ἔστι θεοῦ πρόσωπον. γενομένου δ' ἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι' ἐκεῖνον καὶ τῷ ἐκείνου γένει [32] παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα ὁ μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δ' ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι' ἁρπαγῆς. ἔπειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συζεῦξαι τὴν Δεῖναν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πᾶν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεῖναν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡς "εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ," καὶ ὅτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἅπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖλον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. ᾧ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προϊὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ' αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ' εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι ζῶντα, ἡ δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ [33] βραχὺ καὶ ὁ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῷ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν.

   Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώραν ἀφ' ἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τὸν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ' ὅρκων αὐτῷ διὰ τὸν λιμόν· ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρ' Ἑβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται.

Κεφάλαιο 9

Επεξεργασία
Iosephi Ant. 2,1−5. Genesis 25 et 36−45.

   Ἰακὼβ δὲ τὸν ἐκ τῆς Ῥαχὴλ Ἰωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν ἄλλων παίδων ἠγάπα. ἥ τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ὄνειροι οὓς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ' ὀνειράτων τὸ μὲν ἦν τοιοῦτον. ἐν ὥρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ὄψεις τῷ πατρὶ διηγούμενος, παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐζήτει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ἥξειν καθ' ὃν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ Ἰωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων [34] τοῦ Ἰακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν Ἰωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ὥρμησαν ἀνελεῖν. Ῥουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ' εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ἵν' ἀποθάνῃ ἐκεῖ, καὶ οὕτω μετριώτερον ἔσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ Ῥουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. Ἰούδας δὲ ἐμπόρους ἰδὼν Ἄραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν Ἰωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εἴκοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. Ῥουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ἵν' ἐξενέγκῃ τὸν Ἰωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ εὗρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν φρασάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αἵματι τράγου μολύναντες ἧκον πρὸς τὸν πατέρα καὶ εἶπον τὸν μὲν Ἰωσὴφ μήτ' ἰδεῖν μήθ' ὅπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. Ἰακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν Ἰωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ εἶχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μίξεως προσαγούσης, παρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ἔρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ἤθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ Ἰωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ὅτ' ἐπεχείρει [35] βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν Ἰωσήφ, ἐν ᾗ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ' ὀργὴν ἐνεκέκλειστο καὶ ὁ ἀρχισιτοποιός. οἷς συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. ὁ μὲν γὰρ οἰνοχόος ἄμπελον ὁρᾶν ἔδοξεν, ἐξ ἧς τρία ἐφύοντο κλήματα, ὧν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ' ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν προσηνῶς. ἀγαθὰ οὖν αὐτῷ σημαίνειν τὸν ὄνειρον ἐξηγεῖτο ὁ Ἰωσήφ· ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἰς τὸ πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ ἔφη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν ἄρτων πλήρη, τὸ δὲ ἕτερον ὄψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. ἔφη δὲ καὶ τούτῳ ὁ Ἰωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν εἶναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις ἔσεσθαι βορὰν πετεινοῖς. γέγονε δ' ἐπ' ἀμφοῖν ὡς Ἰωσὴφ ἐξηγήσατο.

Κεφάλαιο 10

Επεξεργασία
Iosephi Ant. 2,5 et 6. Genesis 25 et 36−45.

   Εἶτα τῷ Φαραὼ ὁ θεὸς ὄψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν ὄψεων ἐμιμνήσκετο, τῶν δ' ἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ' ἐκείνων ὠργίζετο. ὁ δ' οἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρὸς μνήμην ἧκε τοῦ Ἰωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. ἄγεται τοίνυν αὐτίκα. ὁ δέ "φράσον μοι" φησί, [36] "νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ὧνπερ τεθέαμαι. ἔδοξα βόας εὐτραφεῖς ἑπτὰ προϊόντας τοῦ ποταμοῦ πρὸς τὸ ἕλος χωρεῖν· ἑτέρους δ' ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ἕλους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ἔτ' αὐτοὺς ὁμοίως ἰσχνούς. αὖθις δ' ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ' αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ὅρασιν ἀηδεῖς, οἳ καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους." ὁ δ' Ἰωσήφ "κἂν διττά" φησίν, "ὦ βασιλεῦ, τὰ ἐνύπνιά εἰσιν, ἀλλὰ μίαν ἔχουσι τῶν μελλόντων τὴν δήλωσιν. οἵ τε γὰρ βόες, ζῷον ἐπ' ἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν δαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ἔτη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν ἔπειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα." Φαραὼ δὲ τὴν τοῦ Ἰωσὴφ ἐκπλαγεὶς σοφίαν διά τε τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν "αὐτὸς ὁ τούτων" ἔφη "κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ἔσῃ τῶν βουλευθέντων." καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ὥστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ' ἅρματος. ἦν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς Ἰωσήφ. προσηγόρευσε δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ὄνομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα Ἀσενὲθ κεκλημένην, θυγατέρα τοῦ ἐν Ἡλίου [37] πόλει ἱερέων πρωτεύοντος. ἐξ ἧς αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ὧν ὁ πρεσβύτερος ἦν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ὅτι λήθην εὕρατο τῶν ἀτυχημάτων· Ἐφραῒμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν ἧκεν ὁ τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ' ἣν κατῴκει ὁ Ἰακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αἴγυπτον σῖτον ὠνησομένους, μόνον παρ' ἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν οὖν προσῆλθον τῷ Ἰωσήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ἔλεγεν ἥκειν αὐτούς. οἱ δὲ ὅθεν τε ἥκοιεν ἔλεγον, καὶ ὡς ἑνὸς εἶεν πατρὸς ἔτι ζῶντος, καὶ ὡς ἕτερος νεώτερος ἀδελφὸς ἔστι παρὰ τῷ πατρί. πληροφορίαν δ' ἔλεγεν Ἰωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν οὖν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ὅμηρον. ἐπανῆλθον πρὸς τὸν Ἰακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αἴγυπτον οὐ κατένευεν. ἤδη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ ἄλλως ἐξῆν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ Ἰωσὴφ δωρεάς. ὡς δ' ἦλθον εἰς Αἴγυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ἵνα μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη. εἶτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, [38] καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες εὗρον τὸν σκύφον παρὰ τῷ φορτίῳ Βενιαμίν. οἱ μὲν οὖν ἱππεῖς ἦγον πρὸς τὸν Ἰωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες ἔκλαιον καὶ συνείποντο. Ἰωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δ' ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. Ἰούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ἔλεον δημηγορήσας ἐπαγωγά, εἰς ἔλεγχον ἤγαγε τοῦ πάθους τὸν Ἰωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. "ἄπιτε οὖν" φησί "καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοικίζεσθε· ἔτι γὰρ ἐπὶ πενταετίαν ἔσται λιμός." ταῦτ' εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται.

Κεφάλαιο 11

Επεξεργασία
Iosephi Ant. 2,7 et 8. Genesis 25 et 46−50.

   Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ' Ἰακὼβ μαθὼν τὰ περὶ Ἰωσήφ, ὥρμησεν εὐθὺς πρὸς αὐτόν, πάντας τοὺς μετ' αὐτοῦ ἐπαγόμενος· ἦσαν δὲ ἑβδομήκοντα πέντε. ἤδη δὲ τῆς Αἰγύπτου πλησίον ὄντι αὐτῷ προσυπαντᾷ Ἰωσήφ. ὁ δ' ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν Ἰακὼβ καὶ τοὺς μετ' αὐτοῦ πρὸς Αἴγυπτον [39] ἀκούσας Φαραώ, χαίρων ἦν, καὶ παραγενόμενον τὸν Ἰακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας εἶναι τοὺς μετ' αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν Ἡλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ Ἰωσήφ. τούτων δ' ἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, εἶτα καὶ τῆς γῆς παρεχώρουν, ἵνα τραφεῖεν. οὕτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν, ὡς ἤδη ἐλώφησεν ὁ λιμός, συλλέγων τοὺς Αἰγυπτίους Ἰωσὴφ ἕκαστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. Ἰακὼβ δὲ ἑπτακαίδεκα ἔτη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν ἄλλοις τῶν υἱῶν κτῆσιν ἀγαθῶν ἐπευξάμενος, τοῦ Ἰωσὴφ δ' ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, προσέταξε τοῖς υἱοῖς ἵνα τοὺς παῖδας τοῦ Ἰωσὴφ Ἐφραῒμ καὶ Μανασσῆν συναριθμήσωσιν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ Ἰωσὴφ παραστήσας τῷ Ἰακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ἔστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ Ἰωσὴφ μὴ οὕτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν. οὐ γάρ, ὡς ὑπείληφεν Ἰωσήφ, οὐκ ᾔδει ὃ ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, [40] ἀλλ' ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῷ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ Ἰουδαϊκοῦ. τελευτᾷ δὲ Ἰακὼβ βιώσας ἔτη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. Ἰωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος ἄπεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ἵνα μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ οὗτος, ἔτη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ὅτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν.

Κεφάλαιο 12

Επεξεργασία
Iosephi Ant. 2,9−11. Exodi 1 et 2.

   Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς Ἰσραηλίτας ὁρῶντες καὶ τοῦ Ἰωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας κατ' αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα δι' αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέτρυχον. χρόνον μὲν οὖν συχνὸν ἐπ' αὐταῖς διήνυσαν ταῖς κακώσεσιν. εἶτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας οὖν Φαραὼ κελεύει πᾶν ἄρσεν γεννώμενον τοῖς Ἑβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ οὕτω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν [41] Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν.

   Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν εὖ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθ' ὕπνους προσέταξεν αὐτῷ ὁ θεός. "ὅ τε γὰρ παῖς, ὃν ὑφορῶνται Αἰγύπτιοι, σός" ἔλεγεν "ἔσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ' Αἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός." τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον ἄρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρὰ τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τὸ δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσα "βασίλισσα" εἶπεν, "εἰ Ἑβραῒς κληθείη γυνή, ἴσως προσήσεται θηλὴν τὸ βρέφος ὁμογενοῦς." ἡ δέ "κάλεσον" ἔφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ἔμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τὸ γὰρ ὕδωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ ὕδατος· ἄμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς [42] τοῦ βρέφους ἐχρήσατο. ἦν δ' ἐξ Ἀβραὰμ ἕβδομος Μωυσῆς· Ἀμαρὰμ μὲν γὰρ αὐτὸς ἦν παῖς, Καὰθ δὲ τῷ Ἀμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευί, καὶ τοῦ Ἰακὼβ ὁ Λευί, Ἰακὼβ δὲ ἐτέχθη τῷ Ἰσαάκ, Ἰσαὰκ δ' ἐξέφυ τῷ Ἀβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις οὖν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ὅπερ ὁ ἱερογραμματεὺς θεασάμενος, ὃς ἐκ τῶν Ἑβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών "οὗτος" εἶπεν "ἐκεῖνος ὁ παῖς, ὃν ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε," ἔφθη δ' αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός.

   Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύτης λαβῆς οἷος τὴν ἀρετὴν ἦν φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι ὄντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ' Αἰγύπτιοι στρατεύουσιν ἐπ' αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν ἅπασαν κατέτρυχον Αἴγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ ἤδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. ἡ δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ ἄγει ἐπὶ τοὺς πολεμίους τὴν στρατιάν, ἀλλὰ δι' ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβόλων· [43] ἔνθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ἴβεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αἴγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἱ δὲ ἴβεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ἔπεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ἦν δὲ ἡ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ἔρωτα ὤλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ἔργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ' ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τὸν Φαραὼ κατ' αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν Ἑβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ Ἰώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν ἄπεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ὃς καὶ διώνυμος ὢν Ῥαγουὴλ ἐκαλεῖτο καὶ Ἰοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων.

Κεφάλαιο 13

Επεξεργασία
Iosephi Ant. 2,12−14. Exodi 3−13.

   Νέμων δ' ἐπὶ τὸ Σίναιον ὄρος ὁ Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ἣν ἔφλεγε πῦρ, [44] οὐ μέντοι κατέκαιεν. εἶτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, ἣ μὴ προβαίνειν ἐπέταττεν, ἅτε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αἴγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυσῆς. ὁ δ' ἠπόρει πῶς ἢ τοὺς οἰκείους πείσειεν ἢ βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ἔξοδον. καὶ ὁ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, εἶτ' ἐπιλαβομένου πάλιν βάκτρον ἦν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, εἶτα καὶ εἰς τὸ πρότερον εἶδος ἀποκατέστη. καὶ τοῦ πλησίον ὕδατος λαβεῖν κελευσθεὶς καὶ καταχέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν οὖν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν οὖν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, ὃ σημαίνει ὅτι εἰς τὴν ξένην, καὶ Ἐλεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ὥρμησεν εἰς Αἴγυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν Ἀαρών. παραγίνονται οὖν ἄμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ' ἐκείνου, ἔργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος ὄφις ῥιφεῖσα ἐγένετο. τὸ δ' αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αὖθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ὄφιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αἳ δράκοντες ἐδόκουν, κατέφαγεν· εἶτα εἰς τὸ ἑαυτῆς σχῆμα μεταπεσοῦσαν [45] αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αἷμα τὰ ὕδατα μετεβέβλητο. εἶτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν οὖν ἄλλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. εἶπον οὖν πρὸς Φαραὼ ὅτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ' ἔτι ἀνένδοτος ἦν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ἔπειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ἕλκη καὶ φλυκτίδες ἔν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αὖθις χάλαζα ὕσθη, καὶ μετ' αὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ' ἐπήνεκτο τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὃς παρὰ μὲν Ἑβραίοις Νισὰν καλεῖται, παρ' Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ' Ἕλλησιν Ἀπρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης ἅπαντες ἔθυον καὶ τῷ τοῦ θύματος αἵματι τὰς φλιὰς τῶν οἰκιῶν ἔχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ἔκαυσαν. ὅθεν ἔκτοτε ἑορτὴν ἄγουσιν Ἑβραῖοι κατὰ τὸν καιρὸν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα ἄλλοι μὲν διάβασιν σημαίνειν φασίν, Ἰώσηπος δὲ ὑπερβασίαν, ὅτι κατ' ἐκείνην τὴν νύκτα τοὺς Ἑβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ὅθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς Ἑβραίους· ὁ δὲ ἀπιέναι προσέταξεν. οἱ δ' ἐξῄεσαν. ἦν δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ἔχον μόνον μυριάδες [46] ἑξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ἔτη τετρακόσια τριάκοντα τοῦ τὸν Ἀβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς Ἰακὼβ εἰς Αἴγυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. ἦν δὲ Μωυσῇ τότε τῆς ζωῆς ἔτος ὀγδοηκοστόν, Ἀαρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός.

Κεφάλαιο 14

Επεξεργασία
Iosephi Ant. 2,15−3,2. Exodi 14−17. 27 'Ιώσηπος] Ant. 2,16,4.

   Οἱ μὲν οὖν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες ὅπλα ἐδίωκον. ἑξακόσια δ' ἦσαν αὐτοῖς ἅρματα, ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριάδες εἴκοσιν ὁπλιτῶν. Ἑβραίους δ' εἰς ἀπόγνωσιν ἦγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ἔμελλον. ὁ δὲ παρεκάλει αὐτῷ ἕπεσθαι, καὶ ἦγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ' αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς Ἑβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ἵππον ἐδίωκον. ἤδη δ' ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν Ἑβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αὖθις τὸ ὕδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο οὖν οἱ ἐν τοῖς ὕδασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἱ μὲν Ἑβραῖοι ἐν ὕμνοις ἦσαν καὶ ἔχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ὥς φησιν Ἰώσηπος. τὰ δ' ὅπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λαβόντες [47] Ἑβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ἦγεν αὐτοὺς ὁ Μωυσῆς εἰς τὸ ὄρος Σινᾶ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ' ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ ὕδατος ἔνδεια. καὶ οὕτως ἔχοντες εἰς τόπον ἀφικνοῦνται ἐν ᾧ φρέαρ ἦν, οὗ τὸ ὕδωρ διὰ πικρίαν ἄποτον. καὶ τὸ ὄνομα τοῦ τόπου ἡ μὲν τῆς Ἐξόδου βίβλος Μερρὰν ὀνομάζει, ὁ δ' Ἰώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν Ἑβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς Ἑβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ ὕδωρ ἐγλύκανεν. ὁ δὲ Ἰώσηπος ἔοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ ὕδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει ὅτι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ ὕδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δ' ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. τὴν δὲ τῶν τροφῶν ἔνδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι' ὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν Ἑβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, οὓς συλλαμβάνοντες ἤσθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα ὗσεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ὅμοιον, μάννα δὲ παρ' ἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο ἂν εἴη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. οὕτω καὶ ταῦτα Ἰώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ἕκαστον ἐκ τούτου καθ' ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αὔριον ἄβρωτον ἦν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ἵνα μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ [48] τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ἔτεσιν, ἐφ' ὅσον ἦσαν ἐν τῇ ἐρήμῳ. αὖθις οὖν εἰς ἄνυδρον ἦλθον τόπον καλούμενον Ῥαφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ἧς αὐτίκα ὕδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ Ἀμαληκῖται κατὰ τῶν Ἑβραίων ἐχώρουν, τοὺς περιοίκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν ἄλλων ἀποδιελών, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιᾶς καταλιπὼν εἰς τὴν τοῦ ὕδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ὄρος, Ἰησοῦ δ' ἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ἤδη οὖν ὁ πόλεμος συνερρήγνυτο· καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας εἶχεν ὑψοῦ, τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς Ἑβραίους συνέβαινεν. ἑκατέρωθεν οὖν τὸν ἀδελφὸν Ἀαρὼν καὶ Ὢρ τὸν ἄνδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ οὕτω τοὺς Ἀμαληκίτας νικῶντες Ἑβραῖοι πάντας ἀπώλεσαν ἄν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτούς. Ἑβραίων δὲ τέθνηκεν οὐδὲ εἷς.

Κεφάλαιο 15

Επεξεργασία
Cap. 15 et 16. Iosephi Ant. 3,3−12. Exodi 18 seq. Leviticus. Numer. 1−9.

   Ἐκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ὄρος Σινᾶ, καὶ ἔθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ὅπου καὶ Ῥαγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ὄχλῳ πραγμάτων ὄντα, πάντων ἐπ' αὐτὸν βαδιζόντων, συνεβούλευε [49] τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους ἄρχοντας ἀποδεικνύειν, εἶτα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εἴκοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ Ῥαγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. εἶτα πλησίον μετασκηνῶσαι τοῦ ὄρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ὄρος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ἕωθεν νεφέλη περιεκύκλου τὸ τῶν Ἑβραίων στρατόπεδον, ἀστραπαί τε ἦσαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, ἃ τοὺς Ἑβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς ἔμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν ἃ ὁ θεὸς ἐνετείλατο καὶ ὅσα φυλάξουσι νόμιμα, καὶ προσάγει τὸν λαὸν ἅμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ. καὶ ἤκουον φωνῆς ὑψόθεν γινομένης. εἶτ' αὖθις ἄνεισιν εἰς τὸ ὄρος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς Ἀαρὼν λέγων "ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οἴδαμεν τί γέγονεν." Ἀαρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ἕκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ὃν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ δι' αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ἔθυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ὄρους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ' ἀμφοτέρων τῶν μερῶν, ὡς ἤγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, [50] καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς ὕδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ὄρος λέγων "κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου." καὶ εἶπεν αὐτῷ κύριος "κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι." καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αὖθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ὄψιν αὐτοῦ, καὶ οὕτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς ἃ ἐνετείλατο ὁ θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ὥστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οἵας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ὃν ἰωβηλαῖον καλοῦσι· καὶ ὅτι ἐπέταξεν ὁ θεὸς σκηνὴν γενέσθαι εἰς ἣν ἂν παραγίνοιτο συνεπαγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς ἔδειξεν αὐτῷ καὶ σχῆμα καθ' ὃ ἂν κατασκευασθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ἔρια. ἀρχιτέκτονας δ' ἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν [51] τὸν Βεσελεὴλ καὶ τὸν Ἐλιφάτζ.

Κεφάλαιο 16

Επεξεργασία
Cap. 15 et 16. Iosephi Ant. 3,3−12. Exodi 18 seq. Leviticus. Numer. 1−9.

   ἤδη δὲ τῆς σκηνῆς εἰργασμένης ἔστησε ταύτην Μωυσῆς. εἴργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, ἃ πανταχόθεν χρυσίον περιεκάλυπτεν, ᾗ τὰς δύο πλάκας ἐνέθεντο αἳ τοὺς δέκα λόγους εἶχον ἐγγεγραμμένους. ὧν ὁ πρῶτος μὲν ἕνα θεὸν εἶναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ ἔργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ ἕκτος φόνου ἀπέχεσθαι, ὁ ἕβδομος μὴ μοιχεύειν, ὁ ὄγδοος μὴ κλέπτειν, ὁ ἔνατος μὴ ψευδομαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην οὖν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ ἄδυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ ἄρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, ἔξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, οὗ ἄντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυΐσκοις ἐτίθεντο, καὶ ἄλλα σκεύη ἃ πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν Ἀαρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς "ἄνδρες" ἔφη, "τὸ μὲν ἔργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν Ἀαρὼν ἀξιοῖ." προσέταξε δὲ Μωυσῆς εἰσφέρειν ἕκαστον σίκλου τὸ ἥμισυ, ἵν' εἰς τὰς περὶ τὴν σκηνὴν χρείας εἴη ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ἐστὶν Ἀττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τῶν εἰσφερόντων ἦν μυριάδες ἑξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ' εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν [52] ὑπερβάντες ἐνιαυτὸν ἄχρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. ἔδειξε δὲ ὁ θεὸς κατὰ γνώμην αὐτοῦ τὸ ἔργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. οὕτω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, οὔτε βαθεῖα καὶ συμπεπιλημένη καὶ νέφεσιν ἐμφερής, οὔτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι' αὐτῆς διικνεῖσθαι τὴν ὅρασιν· ἡδεῖα δὲ ἀπ' αὐτῆς ἔρρει δρόσος. Μωυσῆς δὲ ἔθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ' ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσάρων υἱῶν Ἀαρών, Ναδὰβ καὶ Ἀβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ὧν τὰ σώματα ἔξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν ἄλλων διακρίνας ἥγνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ἵνα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ὅπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. οὗτοι δ' ἦσαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ ἄχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ Ἰωσήφ, τὸν Μανασσῆν καὶ τὸν Ἐφραΐμ, κατὰ τὴν διαταγὴν τοῦ προπάτορος Ἰακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα.

Κεφάλαιο 17

Επεξεργασία
Iosephi Antiq. 3,13−4,4. Numer 10-18 (et Leviticus)

   Εἶτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμενον [53] ὅτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον οὖσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ἕνα λαβὼν κατασκοπήσοντας ἔστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἱ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς οὔσης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι' ὀργῆς εἶχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν Ἀαρὼν καὶ ὑποστρέψαι εἰς Αἴγυπτον. μόνοι δὲ τῶν κατασκόπων Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ Ἀαρὼν ἱκέτευον τὸν θεὸν ὅπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρῆν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ἔφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ' ἐπὶ τῆς ἐρημίας ἐπ' ἔτη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. εἶτα συμμίξαι τοῖς Χαναναίοις ἤθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ἔπεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι.

[54]    Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτατος, φθόνον ἔσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. "τίνι γὰρ λόγῳ" ἔλεγεν "Ἀαρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ἔχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ' ἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ Ῥουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ Ἀβειρών." ταῦτα ἐκεῖνος μὲν κακοήθως ἔλεγεν, ἦσαν δὲ αὐτῷ συντεταγμένοι ἄνδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς εἶπεν "ἐμοί, ὦ Κορέ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ἕκαστος τιμῆς ἄξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ Ἀαρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αὖθις κρινεῖ ὃν ἱερᾶσθαι βούλεται. ἕωθεν οὖν, ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε, ἕκαστος κομίζων θυμιατήριον οἴκοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ' ὁμοίως παρίτω καὶ Ἀαρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, οὗτος ἔσται ὑμῖν ἱερεύς." ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ Ἀβειρὼν ἐνετέλλετο ἥκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν "ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ὅτι [55] οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ Ἀαρών, χάνοι περὶ Δαθάν τε καὶ Ἀβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ' ἣν ἑστήκασι γῆν· εἰ δ' ἀληθεύοιεν κατ' ἐμοῦ, οἷς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι." ταῦτα εἶπε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος ἤχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ οὕτως αὖθις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις ἔφριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ἄνδρες τῶν ἐπισήμων καὶ Ἀαρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον ἃ ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, οἷον ἂν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ' οὗ οἵ τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ Ἀαρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ἵν' ὑπόμνησις ὦσι τῶν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ἥκειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης οὗπερ ἂν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν οὖν οἵ τε ἄλλοι καὶ Ἀαρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ἃς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ' ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἱ μὲν ἄλλαι οἷαίπερ ἐτύγχανον ἔμενον, ἡ δὲ Ἀαρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, [56] ἀμύγδαλα δὲ Ἰώσηπος. ἐξεπλάγησαν οὖν πάντες, τρὶς τὸν Ἀαρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ἵνα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ ἄλλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ὧν τὸ καθ' ἕκαστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύξας εὑρήσει.

Κεφάλαιο 18

Επεξεργασία
Iosephi Antiq. 4,4−10. Numer 20-31

   Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν Ἰδουμαίαν ἦλθε μετὰ τῆς στρατιᾶς καὶ ἠξίου παρελθεῖν δι' αὐτῆς. τῆς χώρας δ' ὁ βασιλεὺς προϋπήντα μετὰ ἐνόπλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ὃς διὰ τῆς ἐρήμου ἐχώρει, μὴ ἄρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως ἡ σύγγονος, μετὰ τεσσαρακοστὸν ἔτος τῆς ἐξ Αἰγύπτου ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας· ἔνθα καὶ Ἀαρὼν ἐτελεύτησεν εἰς ὄρος ἀνελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παραδοὺς τῷ υἱῷ Ἐλεάζαρ, τοῦ πλήθους ὁρῶντος, ἔτη βιοὺς ἑκατὸν πρὸς εἴκοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυσῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ Ἀμορραίων χώραν τῷ στρατῷ δίοδον ᾔτει. Σηὼν δὲ τῆς χώρας ὁ βασιλεὺς διαβαίνειν τοὺς Ἑβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ σημήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας ἀναλαβόντες Ἑβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπονται [57] δ' αὐτίκα οἱ Ἀμορραῖοι καὶ ἅπαντες διεφθάρησαν, πέπτωκε δὲ καὶ Σηὼν ὁ βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις εἷλον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς Ἰσραηλίταις καὶ Ὢγ ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν ἤδη ἀπολωλότι. αὐτός τε οὖν θνήσκει κατὰ τὴν μάχην καὶ ὁ στρατὸς αὐτοῦ διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο.

   Ἐκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα πεδίον ἄγει καὶ στρατοπεδεύει Ἱεριχοῦντος ἔναντι. πόλις δ' ἐστὶν εὐδαίμων αὕτη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ ὁ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, ὅπως ἐπ' ὀλέθρῳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. καὶ ὁ μὲν ἀπῄει, κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ἡ ὄνος, ᾗ ὁ Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δ' ἀνθρωπίνως κατὰ θείαν βούλησιν, ἄδικον ἐκάλει τὸν δεσπότην πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα ὅτι ἐκ θεοῦ οἷς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. ταραττομένου δ' αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ὁ ἄγγελος αὐτὸς τὴν ὁδὸν ἔλεγε κωλύειν τῷ κτήνει· βουλόμενον δ' ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρμησεν, καὶ ὃ ἂν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ ὁ μὲν ἥκει πρὸς τὸν Βαλάκ, καὶ εἰς ὄρος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς εἶδε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύξατο τῶν Ἑβραίων, ἀλλ' ἐπιθειάσας αὐτούς τε καὶ τὸ γένος ἅπαν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις ἔφη ὁ Βαλαὰμ "οὐκ ἐφ' ἡμῖν περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν [58] ἐστίν, ὦ βασιλεῦ, ἀλλ' ὅτε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, ἃς ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι' ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αὖθις ἑτοιμαστέον καὶ θύματα." θύει τοίνυν καὶ πάλιν, καὶ πεσὼν ἐπὶ στόμα προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται πάθη καὶ ὅσα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀποπέμπει τὸν Βαλαάμ. εἶτα τὰς παρθένους ἐπιπέμπει τοῖς Ἰσραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αἷς οἱ τῶν Ἑβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄεσαν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν, ἔρωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγαγὼν τὸν λαόν, οὐκ ἄξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πατέρων τοὺς νέους ἔλεγε, καὶ ἐπειρᾶτο τούτους ἐπανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ὢν φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περιμανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ ἄν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. ὁ Φινεὲς δὲ τοῦ ἀρχιερέως ὢν παῖς Ἐλεάζαρ περιαλγήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν ἕως καὶ ἄμφω ἀπέκτεινεν. ὃν καὶ ἄλλοι νέοι, οἷς ἀρετῆς ἔμελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομήσαντας. ἀπόλλυνται οὖν ἄνδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων. ἐντεῦθεν παροξυνθεὶς Μωυσῆς κατὰ τῶν Μαδιανιτῶν ἐξέπεμψε στρατιάν, στρατάρχην αὐτῆς ἀποδείξας τὸν Φινεές. καὶ μάχης συστάσης οἵ τε βασιλεῖς αὐτῶν πίπτουσιν, ὄντες πέντε, καὶ πλῆθος ἄγαν πολύ. οἱ δὲ Ἑβραῖοι τὴν χώραν αὐτῶν διηρπάκασι, καὶ τοὺς οἰκήτορας σὺν γυναιξὶ διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον εἰς τρισμυρίας [59] καὶ δισχιλίας ἀριθμουμένας, ἃς τοῖς ἱερεῦσί τε καὶ Λευίταις καὶ τῷ λαῷ διένειμε Μωυσῆς. γηραιὸς δὲ τυγχάνων διάδοχον ἑαυτοῦ κατέστησε τὸν τοῦ Ναυῆ Ἰησοῦν, κελεύσαντος τοῦ θεοῦ.

Κεφάλαιο 19

Επεξεργασία
Iosephi Antiq. 4,7−5,1. Numer 32-6. Deuteron. 1−34. Iosue 1−3.

   Αἱ φυλαὶ δὲ Γάδ τε καὶ Ῥουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν Ἀμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. ὁ δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χαναναίους μάχης κοινωνῆσαι τοῖς ὁμοφύλοις. ἀπελογοῦντο δ' ἐκεῖνοι μὴ τοῦτο εἶναι, ἀλλὰ πλήθει βοσκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπόδων τροφήν, ἵν' εἶεν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες εὔζωνοι. ἐπῄνεσε ταῦτα Μωυσῆς καὶ τὴν Ἀμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις.

   Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ὁ ἐκείνου κλῆρος ἔσοιτο, ἀπεκρίνατο "εἰ μέν τισι τῶν φυλετῶν συνοικήσουσιν αἱ παρθένοι, μετὰ τοῦ κλήρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ," καὶ οὕτω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο.

   Ἤδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ Ἰσραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἑκατὸν εἴκοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν [60] βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν Ἀμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ὅρκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν Ἰησοῦν παραθήξας ἐπὶ τοὺς Χαναναίους στρατεῦσαι, "ἰδού" φησίν, "πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ἔδειξεν ὁ θεός." τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ ἦν ὁ θρῆνος αὐτῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς καὶ αὐτὸν Μωυσῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ' ὅπου ἔμελλεν ἀφανὴς ἔσεσθαι εἵποντο πάντες κοπτόμενοι. ὁ δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ' ἡ γερουσία προέπεμπεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ καὶ ὁ στρατηγὸς Ἰησοῦς, ἕως ἐπὶ τὸ ὄρος ἦλθε Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστι κατὰ πρόσωπον Ἱεριχώ· ὅθεν ἔδειξεν αὐτῷ ὁ κύριος τὴν γῆν, ἣν ἔμελλον κληρονομῆσαι οἱ υἱοὶ Ἰσραήλ, εἰπὼν αὐτῷ "ἴδε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δ' οὐκ εἰσελεύσῃ." ἐπὶ δὲ τὸ ὄρος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γερουσίαν ἀπέπεμψε, τὸν δ' Ἐλεάζαρ καὶ Ἰησοῦν ἐπήγετο. καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλαβόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ' αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ἵνα μὴ δι' ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ὅλην ζωὴν ἐνιαυτοὺς ἑκατὸν εἴκοσιν, ὧν ἦρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριάκοντα. ταῦτα μέν φησιν Ἰώσηπος, ἡ δὲ τοῦ Δευτερονομίου βίβλος πρὸς τῷ τέλει οὕτω περιέχει πρὸς [61] ῥῆμα "καὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οἶδεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης."

   Ἤδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατασκόπους εἰς Ἱεριχοῦντα ὁ Ἰησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ Ῥουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεντακισμυρίοις ὁπλίταις ἐπὶ τὸν Ἰορδάνην προσῄει. οἱ δὲ πεμφθέντες κατάσκοποι εἰς Ἱεριχοῦντα παραγενόμενοι τὴν πόλιν ἅπασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· ὁ δ' εὐθὺς αὐτοὺς συλληφθῆναι ἐκέλευσεν. ὡς δ' ἔγνω τὴν ἔφοδον τῶν ζητούντων τοὺς ἄνδρας ἡ γυνὴ παρ' ᾗ προσπεφεύγασι, Ῥαὰβ καλουμένη, τοὺς μὲν κατέκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ἔλεγεν ὡς οἱ ἀγνῶτες ἄνδρες ἐκεῖνοι πρὶν δῦναι τὸν ἥλιον παρ' αὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δ' οὕτως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ὥρμησαν ἄλλος ἀλλαχοῦ τοὺς ἄνδρας διώκοντες. ἡ δὲ Ῥαὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς ἄνδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπικρατήσαντας. οἱ δὲ καὶ χάριν ἔχειν ὡμολόγουν, καὶ ἡνίκα ἂν ἡ πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλλοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ἵν' εἴη γνώριμος ἡ οἰκία καὶ διαφυλαχθῇ. καὶ οἱ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ ἃ ἔπραξαν ἐδήλουν. τοῦ Ἰορδάνου δὲ πολλοῦ ῥέοντος, οὕτω τοὺς Ἑβραίους ὁ Ἰησοῦς ἐπ' αὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αἴροντες, εἶτα οἱ Λευῖται κομίζοντες τὴν σκηνήν, εἵποντο δὲ τούτοις ὁ λαός. [62] ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. ἔστησαν δ' ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος· εἶτα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος στρατοπεδεύονται.

Κεφάλαιο 20

Επεξεργασία
Iosephi Antiq. 5,1. Iosue 4−11.

καὶ βωμὸν ἐκ τῶν λίθων ὁ Ἰησοῦς ἱδρυσάμενος, οὓς ἕκαστος τῶν φυλάρχων κατ' ἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ Ἰορδάνου ἀνείλετο, ἔθυεν ἐπ' αὐτοῦ καὶ τὴν ἑορτὴν τοῦ πάσχα ἑώρταζε. τότε δ' αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ἔτη· ἤδη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ὧνπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς Ἱεριχοῦντος ὁ Ἰησοῦς ἐπεχείρησεν, οὕτω ταύτην διατιθέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ ἡ γερουσία παρείπετο· εἶθ' ὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ἓξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος κατέπεσε, καὶ ὁ λαὸς εἰσελθὼν πάντας ἔκτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ Ῥαὰβ μόνην σὺν τοῖς οἰκείοις ἔσωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ Ἰησοῦς ἀγροὺς αὐτῇ ἐδωρήσατο καὶ ἦγε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αὖθις βουλησομένων τὴν πόλιν ἀρὰς ἔθετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ ἅπαν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρθωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ [63] τούτου τι σφετερίσασθαι. Ἄχαρ δέ τις ἐκ τῆς Ἰούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυσοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κατορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος τρέπονται οἱ Ἑβραῖοι καὶ πίπτουσιν αὐτῶν ἄνδρες ἓξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματισθεὶς δὲ κλοπὴν γενέσθαι τῶν καθιερωμένων χρημάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν Ἄχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖνος καὶ παράγει τὰ φώρια. καὶ ὁ μὲν λίθοις ἀναιρεῖται σὺν τοῖς αὐτοῦ, Ἰησοῦς δὲ πολιορκεῖ τὴν Ναῒν καὶ ταύτην αἱρεῖ.

   Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χαναναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς Ἱεριχουντίοις καὶ τοῖς περὶ Ναῒν τὰ ὅμοια πείσονται, πρεσβείαν στέλλουσι πρὸς τὸν Ἰησοῦν, πορρωτάτω λέγοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χαναναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες τοὺς Ἰσραηλίτας καὶ συνθήκας φιλίας. Ἰησοῦς οὖν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δ' ἔπειτα τούτους τοῦ γένους τῶν Χαναναίων ὄντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης ἔφασαν τοῦτο πρᾶξαι, δεδιότες τὸν ὄλεθρον. καὶ Ἰησοῦς, ἵνα μὴ παραβαίη τὸν ὅρκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. οὕτως Ἰώσηπος· ἡ δὲ βίβλος τοῦ Ἰησοῦ περιέχει ὅτι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθεμένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν Ἱεροσολύμων διὰ τὰς πρὸς τοὺς Ἑβραίους σπονδάς, ὁ [64] Ἰησοῦς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. ὅτε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡ ἡμέρα ηὔξητο, τὸν δρόμον τῷ ἡλίῳ στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ Ἰησοῦ, ἵνα μὴ νυκτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμβάνονται δὲ καὶ οἱ βασιλεῖς ἔν τινι σπηλαίῳ κρυπτόμενοι, καὶ κτείνονται πάντες. Ἰησοῦς δ' ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις ἦλθε στρατόπεδον. ἐκλήθη δ' ὁ τόπος τοῦ στρατοπέδου Γάλγαλα, ὡς ἤδη ἑαυτοὺς ἐλευθέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ἔρημον ταλαιπωρίας γνόντων τῶν Ἰσραηλιτῶν· γάλγαλα γὰρ Ἑβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ' ἐπ' αὐτοὺς οἱ περὶ Λίβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. ἦν δ' ὁ στρατὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ' ἱππεῖς καὶ τρισμύρια ἅρματα. νίκην δὲ τοῦ θεοῦ ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν.

Κεφάλαιο 21

Επεξεργασία
Iosephi Antiq. 5,2. Iosue 12 sq. Iudicum

   Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτι οὐδεὶς ὑπολέλειπτο. Ἰησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ἕως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ὅσαι τῶν ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἑνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ἔτι πόλεις πολυχρονίου δεῖσθαι [65] πολιορκίας δι' ὀχυρότητα ἔλεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους ὄντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἱ δὲ διαβάντες τὸν Ἰορδάνην βωμὸν ἐπὶ τῇ ὄχθῃ ἱδρύονται. ὃ θόρυβον καὶ τῷ πλήθει τῶν Ἰσραηλιτῶν ἐνεποίησε. πέμπουσιν οὖν ἐπ' αὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν ἔλεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμᾶς οἰκειότητος· ἕνα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς Ἑβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν Ἰησοῦν ὑπενόστησαν. Ἰησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν ἤδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆθος, καὶ ἐτελεύτησε βιοὺς ἔτη ἑκατὸν δέκα, ὧν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ εἴκοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῷ υἱῷ λιπών.

   Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν Ἑβραίων γένους θανόντος Ἰησοῦ, κατ' αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ὄνομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοῦ Ἰούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν Ἀδωνιβεζὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. εἷλον δὲ καὶ πόλεις πολλὰς καὶ τῶν Ἱεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ' ἄνω δυσχερὴς [66] ἦν ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν ἅπαντας διεχειρίσαντο, καὶ ἔδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ Ἰοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν οὖσι Μωυσέως γῆν προσεκλήρωσαν, ὅτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν Ἑβραίων λαῷ. αἱ δὲ ἐξ Ἰούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ὅπλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ Ἐφραῒμ οὐδὲν ἤνυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας εἶχον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς Ἱεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ' ἐποίουν καὶ αἱ ἄλλαι φυλαί.

Κεφάλαιο 22

Επεξεργασία
Iosephi Antiq. 5,2-4. Iudicum 19-21

   Ἤδη δ' εὐθηνουμένους τοὺς ἐξ Ἰσραὴλ διέφθειρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. ὅθεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ οὖσαν οἴκαδε ἀπῄει. ἤδη δ' ὀψίας οὔσης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύναιον θεασάμενοι ἧκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ἵνα μή τι [67] βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δ' ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι' ὅλης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν ἄνδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν οὖν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ' ἐπεστράτευον ἐπ' αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ Ἰσραηλῖται. εἶτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται τοῦ θεοῦ, καὶ οὕτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν ἑξακοσίων πεσεῖν, οἳ πρὸς τὰ πλησίον ὄρη κατέφυγον. οἱ δὲ Ἰσραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς ἄλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ὅμοια. καὶ Ἰαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ὅτι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ἃς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ἵνα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δ' ὅπως καὶ οἱ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν· ὅρκους γὰρ ἔθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ἔδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ὅρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν οὕτως ἔδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς ἔργον τὰ δόξαντα ἤγαγον.

[68]    Ἤδη δὲ πρὸ μακροῦ τῶν Ἰσραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἱ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ὄρος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δ' Ἰσραηλίτας μεταλαβόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας δι' ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ' αὐτοὺς ὁ τῶν Ἀσσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οἷς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. εἶτα δραστήριός τις ἀνὴρ ἐκ τῆς Ἰούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ' αὐτοῖς τῶν Ἀσσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς Ἀσσυρίους νικήσας ἀπώσατο, καὶ ἄρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ὃς ἐπὶ πεντήκοντα ἔτη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. ἄναρχοι δὲ ὄντες οἱ Ἰσραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ὃς ἐν Ἱεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης Ἀὼθ τοὔνομα, Ἰώσηπος δὲ Ἰούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παρ' αὐτὸν ἐφοίτα θωπεύων τὸν ἄνδρα καὶ ὑπερχόμενος. οὗτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ἔφερεν ἀφανῶς. καὶ τῆς ἡμέρας ἤδη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑρὼν αὐτόν, εἴσεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, [69] πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς Ἱεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἱ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ οὕτως Ἑβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τῷ δὲ Ἀὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ὃς ἐπ' ἔτεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἱὸς Δινὰχ ἄρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς.

Κεφάλαιο 23

Επεξεργασία
Iosephi Antiq. 5,5-7. Iudicum 4-12

   Τοῦ δὲ λαοῦ τῶν Ἑβραίων τοὺς θείους παραβαίνοντος νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ Ἰαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθὼν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ εἶχον οὕτως ἐπὶ ἐνιαυτοὺς εἴκοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ὄνομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν Ἑβραίων διάλεκτον. ἦν δ' ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ νέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ὄμβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ὄψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, [70] κατακρύψαι αὐτὸν ἀξιῶν· Ἰαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δὲ δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ὃς πιὼν ὕπνωσεν. κοιμωμένῳ δ' αὐτῷ ἐπέθετο Ἰαήλ, καὶ ἧλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεκρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ Ἰαβεὶν βασιλέα Χαναὰν ὁ Βαρὰκ αὐτόν τε ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ἔτη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. εἶτα Μαδιανῖται σὺν τοῖς Ἀμαληκίταις καὶ Ἄραψι μάχῃ τοὺς Ἰσραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ἔτη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ἦν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεὼν δὲ φυλῆς ὢν Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν ἔκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν εἴδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ' εἰρωνευόμενος τεκμήριον ἔλεγεν εἶναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ ἅλωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλετῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ ἄγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. εἶτα ᾔτησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αὖθις δρόσον ᾔτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι, ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν οὕτως. πείθεται οὖν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. εἶτα ἐντολῇ τοῦ θεοῦ ἄγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περιφόβους [71] πιόντας, τριακόσιοι δὲ ἦσαν οὗτοι, ἔχων μεθ' ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ἕνα τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ἔδοξεν ὁρᾶν καθ' ὕπνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, ἣ τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ὄλεθρον τὸ ἐνύπνιον ἔκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ὅπλοις εἶναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν ἕκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ἤδη πλησίον ὄντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ' ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ὥρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπ' ἀλλήλων οὔσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν ἅπαντες ὤλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν Ὠρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ' αὐτοῦ, καὶ πεπτώκασιν ἅπαντες. ἔσχηκε δὲ τὴν ἀρχὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ἔτεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ἕνα δ' ἐκ παλλακῆς Ἀβιμέλεχ καλούμενον. ὃς τοὺς ἀδελφοὺς κτείνας ἅπαντας ἄνευ ἑνὸς Ἰωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς [72] ἐπαναστάντες κατὰ τοῦ Ἀβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τῶν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ' ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. ἤλαυνε δ' ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ εἷλεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ἕνα πύργον μέγαν συνέδραμον, ὄντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν Ἀβιμέλεχ θραύσματι μύλης γύναιον ἄνωθεν κατὰ τῆς κεφαλῆς ἔβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν Ἑβραίων ἡγεμονίαν Ἰαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εἴκοσιν οὗτος ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. Ἀμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν Ἀμμανιτῶν, ἡγεμόνα τὸν Ἰεφθάε οἱ ἐπιχώριοι εἵλοντο. ὃς συμμίξαι μέλλων τοῖς πολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ὃ πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ' ὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ὂν αὐτῷ καὶ ἔτι παρθενευόμενον. ὁ δ' ἀνῴμωξεν, ἵνα δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, ἔθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς Ἐφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ὅτι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Ἀμμανιτῶν πόλεμον, ἐπεὶ μὴ ἔπειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ἓξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν Ἀμεσὰ ἐκ τῆς Ἰούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν Ἰσραὴλ τετελεύτηκε. καὶ μετ' ἐκεῖνον Λαβδὼν τῆς Ἐφραῒμ προελθὼν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιὸς ἄρξας ἔτη ὀκτώ.

Κεφάλαιο 24

Επεξεργασία
Iosephi Antiq. 5,8. Iudicum 13-13

[73]    Εἶτα Παλαιστηνοὶ κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ ὑποφόρους ἔσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ' εἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ᾔτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ὤφθη γοῦν ποτε μόνῃ οὔσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτῇ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οἶνον ἢ μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ἔλεγεν εἶναι τῷ κυρίῳ τὸν παῖδα, ἅγιον δηλαδή, καὶ τὸν Ἰσραὴλ σωθήσεσθαι δι' αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ὃς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αὖθις οὖν ἦλθε πρὸς τὴν γυναῖκα ὁ ἄγγελος· ἀπῆν δὲ αὖθις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν ἄγγελον τί ἂν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. ὁ δέ "οἶνον" ἔφη "οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται." καὶ ὁ Μανωὲ τὸ ὄνομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυμαστὸν εἶναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ ἔριφον ἐνεγκὼν ἔθυσε καὶ ἄρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς ἄρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ ἅπτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ ἄγγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τίκτεται [74] οὖν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ' ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς ἄμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ἔρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ' ἡμέρας αὖθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος εὕρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ἔφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμισεν. ἀπελθὼν δ' εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ εὕροιεν ἐφ' ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ' ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών "ἐξ ἔσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ." οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ' ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν εἶπον ἐκεῖνοι τῷ Σαμψών "τί γλυκύτερον μέλιτος ἢ τί λέοντος ἰσχυρότερον;" ὠργίσθη οὖν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ἔδωκεν ἃ ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ ἔδωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. παροξυνθεὶς [75] δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ οὕτω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δ' ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τῶν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν Ἰσραηλιτῶν ἐξεστράτευσαν λέγοντες "εἰ βούλεσθε ἀναίτιοι εἶναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον." καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, κἀκεῖνοι δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρρήξας τὰ δεσμὰ καὶ ὄνου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ' ἄλλους ἐτρέψατο. ὅθεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. εἶτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ἔκλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ θεὸς πηγὴν ὕδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ὃ τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ἵνα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως ἔκλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ὄρους ἀνήνεγκε κορυφὴν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ' ἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ. καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αἴτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως μετῄει τὸν ἄνδρα ζητοῦσα γνῶναι ὅθεν αὐτῷ ἡ τοσαύτη [76] ἰσχύς, ἐκεῖνος δὲ ἄλλοτε ἄλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ἔλεγε. καὶ ἡ γυνὴ πειρωμένη τῶν λόγων ἀπάτας αὐτοὺς εὕρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ' ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐτοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ὄμματα τοῦ ἀνδρός, καὶ ὁ πρὶν φοβερὸς εἰς παίγνιον κατέστη αὐτοῖς. προϊόντος δὲ τοῦ καιροῦ ηὔξετο αὖθις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ὄντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οἴκῳ κίοσιν ἀνεχομένῳ, ἤχθη καὶ ὁ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οἶκον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ἵν' ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν "ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς ἂν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι." δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῷ τὸν οἶκον, καὶ αὐτός τε καὶ οἱ ἐν τῷ οἴκῳ πάντες ἀπώλοντο. καὶ τῷ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εἴκοσιν ἔτη κρίναντι τὸν τῶν Ἑβραίων λαόν.

Κεφάλαιο 25

Επεξεργασία
Iosephi Antiq. Ruth 1-4. Regum 1,1-3.

   Οὐκέτι δὲ κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ' ὁ ἀρχιερεὺς Ἠλεὶ προέστη αὐτῶν· ἐφ' οὗ λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ Ἀβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν [77] μεταναστεύει. ἄγεται οὖν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ὅ τε Ἀβιμέλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι ἥ τε Νοεμὶν ἡ συνοικοῦσα τῷ Ἀβιμέλεχ καὶ αἱ γυναῖκες ἄμφω τῶν παίδων αὐτοῦ, Ὀρφά τε καὶ Ῥούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν Ὀρφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ἔμεινε παρὰ Μωαβίταις, ἡ δὲ Ῥοὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ἤδη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει Βοόζ, Ἀβιμέλεχ ὢν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή "μή με Νοεμίν" ἔλεγεν "ἀλλὰ Μάραν καλεῖτε," Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· "πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα." ἀμήτου δὲ ὄντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη ἡ Ῥοὺθ εἰς τὸν ἀγρὸν τοῦ Βοόζ. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ὃ δύναιτο καὶ ἔχειν ἐπέτρεψεν, ἄριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ ἄλφιτα παρ' αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ἃς συνέλεξε, καὶ τὰ παρὰ τοῦ Βοὸζ αὐτῇ διηγήσατο. καὶ αὖθις ἀπῄει σὺν ταῖς θεραπαινίσι Βοόζ. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν Ῥοὺθ ἐβουλεύσατο, καὶ πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ ἅλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν οὕτω πεποίηκεν, αἰσθόμενος δ' ὁ Βοὸζ περὶ μέσην νύκτα ἤρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ἕωθεν δ' ἐξεγείρας τὴν Ῥοὺθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· "αὐτὸς δ'" εἶπε "τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς [78] τὸν ἄνδρα, παρατουμένου δὲ νομίμως συνοικήσεις ἐμοί." ἀπῆλθεν οὖν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε Βοὸζ παρὰ τῇ γερουσίᾳ τήν τε Ῥοὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ εἶπεν αὐτῷ "Ἀβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;" συνθεμένου δ' ἔχειν ἐκείνου κατὰ τοὺς νόμους δι' ἀγχιστείαν, "οὐκοῦν οὐκ ἐξ ἡμισείας" ἔφη "μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πᾶσι δὲ ποιεῖν κατ' αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλὼν γύναιον υἱοῦ Ἀβιμέλεχ γῆμαί σε χρή, ἵνα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ." ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ Ῥοὺθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ἔπτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ οὕτως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ἔτεκεν ἐξ αὐτοῦ τὸν Ὠβήδ· ἑλληνιστὶ δ' ἑρμηνεύεται δουλεύων. ἐξ Ὠβὴδ δὲ γίνεται Ἰεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ὃς τῶν ἐξ Ἰσραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εἴκοσι γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν.

   Ἠλεὶ δὲ τοῦ ἀρχιερέως, ὡς ἤδη ἱστόρηται, τὸν λαὸν ἄγοντος, οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν ἅπασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ἔτι παιδὸς ὄντος δεδήλωκε τῷ Ἠλεὶ ἅπερ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οἶκος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ Ἐλκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ᾧ συνῴκουν διτταὶ γαμεταί, ὧν τῇ μὲν Ἄννα, τῇ δὲ Φεννάνα ἦν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ἦσαν ἐξ Ἐλκανᾶ, ἡ δὲ Ἄννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ [79] καὶ θύσαντος, ἐπεὶ καιρὸς ἦν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεκάθηντο, ὅτι ἡ Ἄννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δ' ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς Ἠλεὶ καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ "οὐκ οἶνον" ἔφη "πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος οὖσα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα." καὶ ὁ ἱερεύς "πορεύου" εἶπεν αὐτῇ, "καὶ δῴη σοι τὸ αἴτημα ὁ θεός." ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οἴκαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουήλ· θεαίτητον ἄν τις εἴποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ Ἠλεὶ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ ὕδατι κεχρημένον εἰς πόσιν. ἤδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ' ἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. Ἠλεὶ δὲ συνεὶς θεόθεν εἶναι τὴν κλῆσιν, ἔφη τῷ Σαμουήλ "εἰ ἔτι κληθῇς, εἰπέ, ἰδοὺ ἐγὼ κύριε." οὕτω δὲ ποιήσαντος τοῦ παιδός, ἔφη αὐτῷ ὁ καλῶν συμφορὰν ἔσεσθαι τοῖς Ἰσραηλίταις βαρεῖαν, καὶ τοὺς Ἠλεὶ παῖδας ἅμα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οἶκον τοῦ Ἐλεάζαρ μεταπεσεῖν. οὐκ ἤθελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ὅρκοις δ' ἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν.

Κεφάλαιο 26

Επεξεργασία
Iosephi Antiq. 6,1-2. Regum 1,4-7.

   Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. [80] ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ' ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ' ὑψηλοῦ καθῆστο δίφρου, καὶ μαθὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ἔπειτα δ' ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν ὁ Ἰώσηπος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκάλωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ' ἕτερα συνεβούλευον.

[81] καὶ τέλος ἔδοξε πᾶσιν ἕδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἁμάξῃ τὴν κιβωτόν, τὰς βόας δ' ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἵν' ἐπ' αὐταῖς εἴη ἀπιέναι καθ' ἣν ὁρμήσουσι· καὶ εἰ μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ' ἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπ' αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μήκοθεν ἑπόμενοι καὶ αὐτοί, ἵν' ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ' εὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κώμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ' αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἁμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἷς ἡ ἅμαξα εἴργαστο αὐτὰς ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ' ἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μῆνας τέσσαρας.

   Σαμουὴλ δὲ ὁ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντιποιήσασθαι. ὃ μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, [82] ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἰ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγγυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σεισμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις ὁ Σαμουήλ. ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ.

Κεφάλαιο 27

Επεξεργασία
Iosephi Antiq. 6,3-5. Regum 1,8-11.

   Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἳ οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ' ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαὸς διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς "ἐπεὶ μὴ οἷός τε εἶ" ἔφασαν "σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται." λυπουμένου δ' ἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν ὁ θεός "οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ' ἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἂν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν." συναθροίσας δὲ τοὺς Ἑβραίους ὁ Σαμουὴλ κατέθετο [83] χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης "ἄπιτε νῦν" εἶπεν, "ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμᾶς."

   Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἑνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον εἶναι ὃν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτηθεὶς οὖν περὶ τῶν ὄνων ὁ Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τὸν Σαοὺλ προέπεμψεν ἕωθεν, καὶ ἔξω τοῦ ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν "κέχρικέ σε κύριος ἄρχοντα" ἔφη "ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι." καὶ ἄλλα δὲ σημεῖα τοῦ ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ' αὐτοῦ. συνήθροισε δ' ἔπειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἵν' ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων ἔσται. ἔπεσεν οὖν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. κατ' ἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τὸν [84] Σαοὺλ ὁ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἦν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ἔφησεν ὁ προφήτης "τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ᾧ οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμῖν." ὁ δὲ λαὸς ἐπευφήμησε καὶ εἶπεν "ζήτω ὁ βασιλεύς." οὕτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον.

   Μετὰ δὲ μῆνα Νάας ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τὸν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι' ὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι [85] γοῦν ἠδόξει παρά τισιν, ἀλλ' ἐπ' ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν οὖν ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπ' ἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσέπειτα δ' ἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες.

Κεφάλαιο 28

Επεξεργασία
Iosephi Antiq. 6,5-7. Regum 1,12-4.

   Τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο "ἴστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι." καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν τὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι.

   Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἑβραίους καταστρεφόντων καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ' ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ' ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθ' ἡμέρας ἓξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἵν' οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ [86] ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σαμουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ "τί τοῦτο ἐποίησας" ἔφη "παραβάς μου τὴν ἐντολήν; ἴσθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ." καὶ ἀνεχώρησε Σαμουήλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἰς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Ἀχιὰ ὁ ἀρχιερεὺς ἀφ' ὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι' ὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. ὁ δ' Ἰωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ "προσβάλλωμεν" ἔφη "τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμῖν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ' ἀνάβητε πρὸς ἡμᾶς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν." καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι "ἀνάβητε" ἔλεγον "πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα." τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀποστὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπ' ἀλλήλων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἅμα τῷ  ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἱ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ [87] φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν ᾧ μελισσὼν ἦν, καὶ λαβὼν ὁ Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν· οὐ γὰρ ἦν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αἴτιον, καί "ὄμνυμι" ἔφη "αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη ὁ παῖς ὁ ἐμός." καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν ὁ κλῆρος ἔπεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ἣ ὅτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ἓξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων.

Κεφάλαιο 29

Επεξεργασία
Iosephi Antiq. 6,7-9. Regum 1,15-7.

   ἦσαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, Ἰωνάθαν καὶ Ἰσουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ εἶχε τὸν Ἀβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ.

   Ἔφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν Ἀμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ὄνομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ ὁ Σαοὺλ τῷ Ἀμαλὴκ συμβαλὼν κατὰ κράτος [88] νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Ἄγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν ἄλλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ὅτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ' εὐχαριστεῖν ἔλεγε τῷ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιῆσαι. καὶ ὁ προφήτης "βοῆς" εἶπεν "ἀκούω ὑποζυγίων καὶ βοσκημάτων ἄλλων. πόθεν ταῦτα;" Σαοὺλ δὲ τὸν λαὸν εἶπεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ Ἀμαληκίτας πάντας ἐξαφανισθῆναι ἄτερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα ὁ Σαμουήλ "ἐπεὶ τὰ κεκελευσμένα σοι" ἔφη "πρὸς θεοῦ παραβέβηκας, ἴσθι ὅτι τὴν βασιλείαν ἀφαιρεθήσῃ," ὁ δὲ κατετίθετο ἁμαρτῆσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ὃς ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοΐδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης "οὕτως ἡ βασιλεία σου" ἔφη "διαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ." δεομένου δ' ἔτι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Ἄγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς Ἀρμαθαῒμ ὑποχωρεῖ.

   Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς Ἰεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ἕνα τῶν ἐκείνου υἱῶν, ὃν ἂν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ' αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός "μὴ ἐπιβλέψῃς" εἶπεν "ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδ' εἰς τὸ [89] τοῦ σώματος μέγεθος· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον ὄψεται, ὁ δὲ θεὸς εἰς καρδίαν." παρελθόντων δὲ καὶ τῶν ἄλλων παίδων τοῦ Ἰεσσαί, ἐπ' οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ εἶπε Σαμουήλ "οὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ ἔστιν ἔτι λοιπός, παρελθέτω." καὶ Ἰεσσαί "μικρὸς ἔτι περιλέλειπται" ἔφη "ποιμαίνων." κληθῆναι οὖν αὐτὸν ὁ προφήτης ἐκέλευσεν. ὡς δ' ἧκε κληθεὶς ὁ Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τἄλλα καλός, τοῦτον εἶναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς Ἀρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν ἄνδρα. ἔδοξεν οὖν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ἵν' ὅτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο.

   Οἱ δ' ἀλλόφυλοι κατὰ τῶν Ἰσραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ Ἰσραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ὄνομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ἓξ καὶ σπιθαμῆς τὸ ὕψος αὐτῷ, καὶ ὁ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων εἷλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ δόρατος σίκλων ἑξακοσίων, οὗτος ἐν μέσῳ στὰς ἀνεβόησε [90] πρὸς τοὺς υἱοὺς Ἰσραήλ "καταβήτω τις ἐξ ὑμῶν καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους." καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τὸν Δαβὶδ πρὸς Ἰεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ἔσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ἦσάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ἔθος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς Ἑβραίους ὠνείδιζεν ὅτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων ὁ Δαβὶδ ἠγανάκτησε καὶ εἶπε πρὸς τοὺς παρόντας "ἐγὼ μονομαχήσω αὐτῷ." ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ Δαβίδ "οὐ δυνήσῃ" ἔφη "διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον· παῖς γὰρ σὺ ἔτι." καὶ ὁ Δαβὶδ θαρρεῖν ἔλεγεν ἐπὶ τῷ θεῷ, ὃς αὐτὸν κατὰ τῆς ἄρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, οὓς διῶξαι εἶπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ἔφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ. ὁ μὲν οὖν εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ὅπλα αὐτῷ. καὶ ἦσαν ἄχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, ἄρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ὥρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ ὁ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρίνατο.

[91] ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ὥρμησεν ἐπ' αὐτόν. ταχύνας δὲ ὁ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε τὸν πολέμιον. καὶ ἦν ἡ πληγὴ κραταιά, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τῷ Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν.

Κεφάλαιο 30

Επεξεργασία
Iosephi Antiq. 6,10-11. Regum 1,19.

   Ἐπανιούσης δὲ τῆς στρατιᾶς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι· ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα "καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία;" καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε κατ' αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ ἦν μετ' αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ἵν' εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ὁ ἔρως τῷ βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. [92] ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ' αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβούλευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὖν υἱῷ Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πραότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ ὁ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἦν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ' εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ' αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθ' ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ [93] αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἕωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ αἰγὸς νεοσφαγοῦς, ὡς ἂν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκφυγὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δ' ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ' ὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἱ ἐκεῖ παρόντες ἐφθέγξαντο τό "εἰ καὶ Σαοὺλ ἐν προφήταις;" ἐλθὼν δὲ ὅπου ἦν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμνὸς ἔκειτο δι' ὅλης ἡμέρας τε καὶ νυκτός.

Κεφάλαιο 31

Επεξεργασία
Iosephi Antiq. 6,11-13. Regum 1,20-24.

   Ὁ δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν κατ' αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν· ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγαγὼν [94] οὖν λόγους ὁ Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι' ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ' εἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, "καὶ ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε." ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ὁ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους ἢ τοὺς ἁγίους, καί "εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε." ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ὁ ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο εἰ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δ' ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δ' ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ' αὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ κατ' αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ [95] μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ὁ ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι' αὐτοῦ τὸν θεὸν καὶ ἐπισιτισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλίταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ' ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τριακοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιάθαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα.

   Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Κεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρεθάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλήθους [96] πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ἦν τι σπήλαιον ἐκεῖ, ἐν ᾧ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ' αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε "μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε." καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί "δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ" ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδ "δίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου." καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ' ἀλλήλων.

Κεφάλαιο 32

Επεξεργασία
Iosephi Antiq. 6,13-14. Regum 1,25-31.

   Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἠλεὶ μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. [97] καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ' αὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς "τίς ὁ Δαβίδ;" εἰπών "καὶ τίς ὁ υἱὸς Ἰεσσαί;" καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὖσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοῖ· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί, ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα ὁ Δαβίδ.

   Ὁ δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βουνὸν [98] Ἐχελάτ, ὅπου διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν ὁ Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννήρ "τί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος." ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. ὁ δέ "κύριος" ἔφη "δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ." καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ ὁ Ἀγχούς "συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;" κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀναχθῆναι [99] δοξάσῃ εἶπε Σαούλ "θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατ' ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ' ἐμοῦ." τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς "πεποίηκέ σοι ὁ κύριος ὅσα προμεμήνυκεν δι' ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αὔριον πεσεῖσθε." καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι "μή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ," καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτῶν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ' ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύτην [100] ἔκρινεν ὁ Δαβίδ, καὶ ἐπ' ἴσης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ὃ καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λάφυρα κατὰ τὸ ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ἵνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιῆσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ' ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμψαν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, ἣ μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι' ὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου δ' ἀποθανόντος δύο καὶ εἴκοσιν.