Επιτομή Ιστοριών
Συγγραφέας:
Προοίμιον
ed. Charles Du Cange, Ludwig Dindorf. Teubner. 1868-1871. vol. 1. Εκτός από τη μεταγραφή, προστίθεται η κεφαλαιοποίηση του Hieronymus Wolf (I, 1557). Δεν χρησιμοποιείται στην έκδοση Dindorf και δεν πρέπει να συγχέεται με την απαρίθμηση σελίδων.


ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ
ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΚΑΙ ΠΡΩΤΟΑΣΗΚΡΗΤΙΣ.

ΠΡΟΟΙΜΙΟΝ

Κεφάλαιο 1 Επεξεργασία

[p.1] Εὐστόχως ἄν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ' ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, οὕτω τὰ καθ' ἡμᾶς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἷς οἶδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ἕτερον μετιέναι ἢ ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ ἅττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ' οἷς παρώργισται παρ' ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν οὕτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ' ἀμελῶς πρὸς τὸ ἔργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν.

[p.2] Ἀλλ' ἵνα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οἴκοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ἄνδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ "χρῆσαι" λέγοντες "τῇ σχολῇ πρὸς ἔργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα." προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἱ μὲν διεξοδικώτερον τὰς ἄλλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἴ τι τούτοις ἑπόμενον, πρὸς δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ὄρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων ὕψη μετέωρα καὶ ὡς ἄν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως εἶχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον ἢ καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ' ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τὸ κακόδοξον, κἀκ τῆς ἱερᾶς γραφῆς τοὺς ἐλέγχους παράγειν, ἢ καὶ Ἰουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ' ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ἕλληνας αὖθις ἀντικαθίστασθαι, καὶ τὸν ὕθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ἔλεγχον, [p.3] εστι δ' ου γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. ταῦτα δ' «εφασαν» τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ινα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ηγηνται, ὅτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, καν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμων καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ εσται τις λυσιτέλεια «ελεγον» ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ουδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός; ἢ τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ ἐκεῖνος εφη τοῖς ἐκ Περσῶν, η αλλος τοῖς ἐκ Κελτῶν η Σκυθῶν η τοῖς ἐξ Αἰγύπτου τυχὸν ἢ τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ' ετερος τῇ συγκλήτῳ βουλῇ; ἢ τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε; τοὺς μὲν οὖν τοιαῦτα ελεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχυρρημοσύνῃ χρησαμένους, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἅτε καὶ αὐτὰς τὰς καιριωτέρας τῶν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ηθος ἐκείνων η τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ' οπως τῶν βασιλευσάντων εκαστος τῆς βασιλείας ἐκράτησε, [p.4] μήθ' οστις ἦν πρὸ ταύτης, μήτ' ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν η καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ωστε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ ουτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς ειρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ων τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ' εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων η καὶ αλλως συμβεβηκότων τοῖς περὶ ων ἡ συγγραφὴ διαλέγεται.

Ἐκεῖνοι μὲν οὖν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος ἅψασθαι·

Κεφάλαιο 2 Επεξεργασία

Ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ὤν, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ὤκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τοὔργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον ἂν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ὦτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. εἶτά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος ἔσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοῒ μᾶλλον εἴωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεών [p.5] τε φαύλων καὶ λογισμῶν ἄλλοτε ἄλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ ἢ πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, ἢ τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλῶν λογισμῶν τρικυμίας καὶ τῶν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν ἢ καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυτὸν τῷ σπουδάσματι.

Ουτω μὲν ουν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἑκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· ουτε γὰρ βίβλων ισως μοι εὐπορῆσαι γενήσεται οσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, ουτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ' ἐν πολλοῖς διαφωνοῦσιν, ει γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ' ετερος περὶ τοῦ αὐτοῦ, πολύστιχον αν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ' οις ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν αγαν ειη σπουδαίων καὶ ο παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ' ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι' ολου ομοιός ἐστιν ἑαυτῷ,   θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο η τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας [p.6] ἐρανισάμενος, εν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην αν συνθήκαις καὶ φράσεσιν, ἐν οσοις δ' αν καὶ αὐτὸς παρῳδήσω η παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ἵνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γραφή.

Κεφάλαιο 3 Επεξεργασία

Ἀλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ἵν' εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Ὀκτάτευχος καὶ ὅσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται, καὶ ἐπ' αὐταῖς τὰ Παραλειπόμενα, καὶ ὅσα ὁ Ἑβραῖος Ἰώσηπος ἀρχαιολογῶν ἢ τῶν παλαιοτέρων εἶπεν ἐπέκεινα ἢ παρεκβατικώτερον ἢ καὶ ἀλλοιότερόν τι παρ' ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Ἔσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν Ἑβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, ἣ παρὰ τοῦ Ἀσσυρίου Σαλμανασὰρ γέγονε τὴν Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ ἔθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ἔθνη τινὰ ἃ Χουθαῖοι ἐπωνομάζοντο, εἶτα καὶ τῆς παρὰ τοῦ Ναβουχοδονόσορ ἐπενηνεγμένης τῇ Ἱερουσαλήμ, καὶ ὡς ἔρημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ἔθνος ἅπαν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς Ἱερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ἦν ὁ Κῦρος, καὶ ὅπως τὴν Ἀσσυρίων βασιλείαν κατέλυσε, καὶ τίνες μετ' ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ὅπως [p.7] καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αὖθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ὅπως ἔκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ὅρασιν, ὅτ' εἶδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἃ πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς ἢ δι' αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς Ἐσθὴρ καὶ ὅπως τὸ τῶν Ἑβραίων γένος πανωλεθρίας αὕτη ἐρρύσατο· καὶ περὶ Ἰουδίθ, ἣ τὸν Ὀλοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώλειαν· καὶ περὶ Τωβίτ, καὶ ὅπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αὖθις δι' ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε τοῦ ὁρᾶν καὶ πλούτου δαψίλειαν ἔσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε ἄλλα καὶ ὅτι τῇ Ἱερουσαλὴμ μετὰ τὴν ἐν Ἰσσῷ τοῦ Δαρείου προτέραν ἧτταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ ὅπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ ὅσον ἐβασίλευσε χρόνον, καὶ ὡς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ὅσα ἐξ Ἀντιόχου τοῖς Ἰουδαίοις γέγονε τοῦ Ἐπιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ Ἀσαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες οὗτοι, καὶ ὅπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ' Ἀσσυρίων εἰς τὴν Ἱερουσαλὴμ ἐπανέλευσιν [p.8] οὐκ ἦν τὸ τῶν Ἰουδαίων ἔθνος βασιλευόμενον, ἀλλ' ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον· καὶ ὅτι οἱ τῶν εἰρημένων Ἀσαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν περικείμενοι καὶ τὰ τοῦ ἔθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ὅπως Ὑρκανοῦ καὶ Ἀριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς Ἰουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε Ῥωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν εἷλεν Ἱερουσαλὴμ καὶ τὸ ἔθνος τοῖς Ῥωμαίοις ὑπέταξε· καὶ ὅπως Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν Ἰουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ἦν οὗτος καὶ ὅθεν κατήγετο καὶ ὅσα κατ' οἶκον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ Ῥώμης εἰς Ἰουδαίαν ἐστέλλοντο· καὶ ὅσα περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Ἰώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ Ἰωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς Ῥωμαίοις ὑπείκειν Ἰουδαῖοι ἀπέστησαν, καὶ ὅπως τὸ ἔθνος αὐτῶν ἐπολεμήθη παρὰ Ῥωμαίων, καὶ παρὰ τίνος ἡ Ἱερουσαλὴμ καὶ ὅπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν.

Κεφάλαιο 4 Επεξεργασία

Ῥωμαίων δὲ καὶ τῆς Ῥώμης μνησθείσης τῆς ἱστορίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν Ῥωμαίων ἔθνος κἀκ τίνος ἔσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς Ἰταλίας χώρα πρῴην κατῴκιστο· ὅθεν τε προήχθη Ῥωμύλος εἰς φῶς ὁ τῆς Ῥώμης γενόμενος οἰκιστής, καὶ ὅπως ἀνῃρέθη Ῥῶμος ὁ ἀδελφὸς αὐτοῦ, εἶτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ὅπως πρῶτον ἡ πόλις αὕτη ἐβασιλεύθη, καὶ ἔθεσιν οἵοις καὶ νομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν [p.9] ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ὅσους πολέμους καὶ οἵους ἡ Ῥώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ἤνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη Ῥωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, εἶτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν ἦν, τίς δὲ ἡ δικτατωρεία, τί δ' ἦν τὸ ἔργον τῶν τιμητῶν, καὶ πόσος ὥριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οἷος ἐγένετο παρ' ἐκείνοις ὁ θρίαμβος, καὶ ὅθεν παρήχθη τοῦτο τὸ ὄνομα· καὶ ὅσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ὅπως ὕστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος Ἰούλιος Καῖσαρ μετεποιήσατο, εἶτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αὔγουστος Ὀκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ὢν τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, ἔχων καὶ τὸν Ἀντώνιον τοῦ ἔργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ἄκτιον, εἶτα καὶ εἰς Ἀλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ἄνδρα ὡς διαχειρίσασθαι ἑαυτόν· ὅση τε φθορὰ τῶν Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς ἄλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ Ὀκταβίου καὶ τοῦ Ἀντωνίου ἀντικαθισταμένων, εἶτα καὶ πρὸς ἀλλήλους μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, οὖσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰκάσθη, [p.10] ἀσπίδος δήγματι· καὶ ὅτι οὕτω μετ' ἐπινικίων λαμπρῶν εἰς τὴν Ῥώμην ἐπανελθὼν ὁ Ὀκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ τίνες μετ' αὐτὸν ἐμονάρχησαν, καὶ ὅπως ἕκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ ὅπως καὶ ὅσον ἦρξε, καὶ οἵῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς Ῥώμης λέγω καὶ τῆς Ἀλεξανδρείας Ἀντιοχείας τε καὶ τῆς Ἱερουσαλήμ, καὶ ὅσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· ὅπως τε μᾶλλον τῶν ἄλλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ' ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ὧν εἷς ἦν Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος οὗτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι' ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ κηρύγματι, καὶ ὅπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν Ῥώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας Ῥώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ' ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οἷος ἕκαστος ἦν τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ὅσον ἐκράτησε τῆς ἀρχῆς, καὶ ὅπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ' [p.11] ὅσον ἕκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ὅπως τῶν τῇδε μετελήλυθεν ἕκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. οὕτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ' ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων ἄλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ὅλων αἰτίαν τὴν ἄναρχόν τε καὶ ἄχρονον, καὶ τῶν ὑπ' ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ὄντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν.


Ἦν οὖν ἀεὶ τὸ θεῖον, ὑπὲρ αἰτίαν πάσαν καὶ δύναμιν ἐκλάμπον ἀχρόνως, καὶ τῷ κάλλει τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος ἀιδίως κινούμενον, καὶ ἀνάρχως μήτ’ ἔκ τινος ἄλλου προυποστὰν πρότερον οὐσιώματος, μήθ’ ὕστερον αὐτομάτως γενόμενον ἐξ οὐκ ὄντων καὶ εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν προϊόν, ἀλλ’ ὃν ἀεὶ καὶ διαμένον, ὡς ἔγνω μόνον ὑπερφυῶς τὸ τὰ βάθη τῆς θεότητος πάντα διερευνῶν πανάγιον πνεῦμα καὶ τούτοις συναϊδίως ἐπεντρυφῶν καὶ συναγαλλιώμενον. ἐπεὶ δὲ δι’ ἄκραν ἀγαθότητα καὶ πέλαγος ἐλέους καὶ οἰκτιρμὸν ἄφατον τὸν ὁρατόν τουτονὶ κόσμον εἰδοποιῆσαι προείλετο, κἀντεῦθεν ἐς μέσον παραγαγεῖν τὸν δεύτερον μὲν τῷ ποιήματι, πρῶτον δὲ καὶ ἐξαίσιον τῷ χαρίσματι κόσμον,. ὅσῳ καὶ κατ’ εἰκόνα θεοῦ πεπλαστούρηται, φημὶ δὴ τὸν ἄνθρωπον, οἷά τινι χρησάμενον ἀρίστῃ πρὸς τὴν δημιουργίαν ὁ δῷ, τὰς ἀύλους πρότερον δυνάμεις καὶ οὐρανίους ταξιάρχας ὑφίστησιν, ἐννοῆσαν ἁπαξαπλῶς, προβεβηκυίας θάττον ἢ λόγος εἰς ἔργον τῆς ἐνθυμήσεως.