λα. Θεμιστοκλῆς
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΘΕΜΙΣΤΟΚΛΗΣ

λα. Ἕλλην ἐν βαρβάροις, ἀνὴρ οὐκ ἐν ἀνδράσιν, ἀπολωλόσι καὶ τρυφῶσιν ἀττικῶς ἔχων μάλα τοῦ τρίβωνος ἀγορεύει σοφόν, οἶμαί, τι, μεταποιῶν αὐτοὺς καὶ μεθιστὰς τοῦ θρύπτεσθαι. Μῆδοι ταῦτα καὶ Βαβυλὼν μέση καὶ τὸ σημεῖον τὸ βασίλειον ὁ χρυσοῦς ἐπὶ τῆς πέλτης ἀετὸς καὶ ὁ βασιλεὺς ἐπὶ τοῦ χρυσοῦ θρόνου στικτός, οἷον ταώς. οὐκ ἀξιοῖ ἐπαινεῖσθαι ὁ ζωγράφος, εἰ τιάραν καλῶς μεμίμηται καὶ καλάσιριν ἢ κάνδυν ἢ θηρίων τερατώδεις μορφάς, οἷα ποικίλλουσι βάρβαροι, ἀλλ᾽ ἐπαινείσθω [p. 386] μὲν ἐπὶ τῷ χρυσῷ γράφων αὐτὸν εὐήτριον καὶ σώζοντα, ὃ ἠνάγκασται, καί, νὴ Δί᾽, ἐπὶ τῷ τῶν εὐνούχων εἴδει, καὶ ἡ αὐλὴ χρυσῆ ἔστω, δοκεῖ γὰρ μὴ γεγράφθαι, γέγραπται γὰρ οἵα ᾠκοδομῆσθαι, λιβανωτοῦ τε καὶ σμύρνης αἰσθανόμεθα, τὰς γὰρ τῶν ἀέρων ἐλευθερίας οὕτω παραφθείρουσιν οἱ βάρβαροι, καὶ δορυφόρος ἄλλος ἄλλῳ διαλεγέσθω περὶ τοῦ Ἕλληνος, ἐκπληττόμενοι αὐτὸν κατὰ δή τινα σύνεσιν μεγάλων αὐτοῦ ἔργων. Θεμιστοκλέα γάρ, οἶμαι, ἀκούεις, τὸν τοῦ Νεοκλέους Ἀθήνηθεν ἐς Βαβυλῶνα ἥκειν μετὰ τὴν Σαλαμῖνα τὴν θείαν ἀποροῦντα, ὅποι σωθήσεταί ποτε τῆς Ἑλλάδος, καὶ διαλέγεσθαι βασιλεῖ περὶ ὧν στρατηγοῦντος αὐτοῦ ὁ Ξέρξης ὤνητο. ἐκπλήττει δὲ αὐτὸν οὐδὲν τῶν Μηδικῶν, ἀλλὰ τεθάρσηκεν οἷον καθεστὼς ἐπὶ τοῦ λίθου, καὶ ἡ φωνὴ οὐκ ἀπὸ τοῦ ἡμεδαποῦ τρόπου μηδίζων ὁ Θεμιστοκλῆς, ἐξεπόνησε γὰρ ἐκεῖ τοῦτο. εἰ δ᾽ ἀπιστεῖς, ὅρα τοὺς ἀκούοντας, ὡς εὐξύνετον ἐπισημαίνουσι τοῖς ὄμμασιν, ὅρα καὶ τὸν Θεμιστοκλέα τὴν μὲν τοῦ προσώπου στάσιν παραπλήσιον τοῖς λέγουσι, πεπλανημένον δὲ τὴν τῶν ὀφθαλμῶν ἔννοιαν ὑπὸ τοῦ λέγειν, ὡς μετέμαθεν.