λβ. Παλαίστρα
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΠΑΛΑΙΣΤΡΑ

λβ. ὁ μὲν χῶρος Ἀρκαδία καὶ τὸ κάλλιστον Ἀρκαδίας καὶ ᾧ μάλιστα ὁ Ζεὺς χαίρει —Ὀλυμπίαν αὐτὸ ὀνομάζομεν— ἆθλον δὲ οὔπω πάλης, οὐδὲ τοῦ παλαίειν ἔρως, ἀλλ᾽ ἔσται. παλαίστρα γὰρ ἡ Ἑρμοῦ ἡβήσασα νῦν ἐν Ἀρκαδίᾳ πάλην εὕρηκε καὶ ἡ γῆ χαίρει πως τῷ εὑρήματι, ἐπειδὴ σίδηρος μὲν πολεμιστήριος ἔνσπονδος ἀποκείσεται τοῖς ἀνθρώποις, στάδια δὲ ἡδίω στρατοπέδων δόξει καὶ [p. 387] ἀγωνιοῦνται γυμνοί. τὰ μὲν δὴ παλαίσματα παιδία, ταυτὶ γὰρ ἀγέρωχα σκιρτᾷ περὶ τὴν Παλαίστραν ἄλλο ἐπ᾽ ἄλλῳ ἐς αὐτήν λυγίζοντα, εἴη δ᾽ ἂν γηγενῆ, φησὶ γὰρ ὑπ᾽ ἀνδρείας ἡ κόρη μήτ᾽ ἂν γήμασθαί τῳ ἑκοῦσα μήτ᾽ ἂν τεκεῖν. διαπέφυκε δὲ ἀπ᾽ ἀλλήλων τὰ παλαίσματα, κράτιστον γὰρ τὸ ξυνημμένον τῇ πυγμῇ. τὸ δὲ εἶδος τῆς Παλαίστρας, εἰ μὲν ἐφήβῳ εἰκάζοιτο, κόρη ἔσται, εἰ δὲ ἐς κόρην λαμβάνοιτο, ἔφηβος δόξει, κόμη τε γὰρ ὅση μηδ᾽ ἀναπλέκεσθαι ὄμμα τε ἀμφοτέρῳ τῷ ἤθει καὶ ὀφρὺς οἵα καὶ ἐρώντων ὑπερορᾶν καὶ παλαιόντων, φησὶ γὰρ πρὸς ἄμφω τὰ ἔθνη ἐρρῶσθαι, μαζῶν τε οὐδ᾽ ἂν παλαίοντα θιγεῖν τινά, τοσοῦτον αὐτῇ περιεῖναι τῆς τέχνης. καὶ αὐτοὶ δὲ οἱ μαζοὶ μικρὰ τῆς ὁρμῆς παραφαίνουσιν, ὥσπερ ἐν μειρακίῳ ἁπαλῷ, θῆλύ τε ἐπαινεῖ οὐδέν, ὅθεν οὐδὲ λευκώλενος θέλει εἶναι, οὐδὲ τὰς Δρυάδας ἐπαινεῖν ἔοικεν, ὅτι λευκαίνουσιν ἑαυτὰς ἐν ταῖς σκιαῖς, ἀλλὰ τὸν Ἥλιον, ἅτε κοίλην Ἀρκαδίαν οἰκοῦσα, αἰτεῖ χρῶμα, ὁ δ᾽ οἷον ἄνθος τι ἐπάγει αὐτῇ καὶ φοινίττει τὴν κόρην μετρίᾳ τῇ σίδῃ. καθῆσθαι δέ, ὦ παῖ, τὴν κόρην πάνσοφόν τι τοῦ ζωγράφου, πλεῖσται γὰρ τοῖς καθημένοις αἱ σκιαὶ καὶ τὸ καθῆσθαι αὐτῇ ἱκανῶς εὔσχημον, πράττει δὲ τοῦτο καὶ ὁ θαλλὸς τῆς ἐλαίας ἐν γυμνῷ τῷ κόλπῳ. ἀσπάζεται δέ που τὸ φυτὸν τοῦτο ἡ Παλαίστρα, ἐπειδὴ πάλῃ τε ἀρήγει καὶ χαίρουσιν αὐτῷ πάνυ ἄνθρωποι.