η. Μέλης
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΜΕΛΗΣ

η. τὸ μὲν τοῦ Ἐνιπέως καὶ ὡς ἤρα ἡ Τυρὼ τοῦ ὕδατος, Ὁμήρῳ λέλεκται, λέγει δὲ καὶ ἀπάτην τὴν ἐκ Ποσειδῶνος καὶ τὸ ἄνθος τοῦ κύματος, ὑφ᾽ ᾧ ἡ εὐνή, οὑτοσὶ δὲ ὁ λόγος ἕτερος, οὐκ ἐκ Θετταλίας, ἀλλ᾽ Ἰωνικός· ἐρᾷ ἡ Κρηθηῒς ἐν Ἰωνίᾳ τοῦ Μέλητος, ὁ δ᾽ ἐφήβῳ ἔοικε καὶ ὁρᾶται τῷ θεατῇ ὅλος, ἐκεῖ ἐκβάλλων ὅθεν ἄρχεται. πίνει δὲ οὐ διψῶσα καὶ λαμβάνεται τοῦ ὕδατος καὶ κελαρύζοντι προσδιαλέγεται καθάπερ λαλοῦντι, δάκρυα δὲ λείβει ἐρωτικὰ τῷ ὕδατι, καὶ ὁ ποταμός, ἀντερᾷ γάρ, χαίρει αὐτῶν τῇ κράσει. χαρίεν μὲν οὖν τῆς γραφῆς αὐτὸς ὁ Μέλης ἐν κρόκῳ καὶ λωτῷ κείμενος καὶ ὑακίνθῳ χαίρων δι᾽ ἡλικίαν τοῦ ἄνθους καὶ παρεχόμενος εἶδος ἁβρὸν καὶ μειρακιῶδες καὶ οὐδὲ ἄσοφον —εἴποις ἂν τοὺς ὀφθαλμοὺς τοῦ Μέλητος ἀνασκοπεῖν τι τῶν ποιητικῶν— χαρίεν δὲ αὐτοῦ καὶ ὅτι μὴ λάβρους τὰς πηγὰς ἐκδίδωσι, καθάπερ τοὺς ἀμαθεῖς τῶν ποταμῶν γράφεσθαι νόμος, ἀλλὰ τὴν γῆν ἄκροις τοῖς δακτύλοις διαμώμενος ὑπέχει τὴν χεῖρα τῷ ὕδατι ἀψοφητὶ βλύζοντι, καὶ ὁρᾶται ἡμῖν, ὡς τῇ γε Κρηθηίδι, ὕδωρ οὗτος, καὶ παρακάθηται ὀνείρατι, ὥς φασιν. ἀλλ᾽ οὐκ ὄναρ ταῦτα, [p. 352] ὦ Κρηθηίς, οὐδὲ ἐς ὕδωρ τὸν ἔρωτα τοῦτον γράφεις, ἐρᾷ γάρ σου ὁ ποταμός, εὖ οἶδα, καὶ σοφίζεταί τινα ὑμῖν θάλαμον, κῦμα αἴρων, ὑφ᾽ ᾧ ἡ εὐνὴ ἔσται. εἰ δὲ ἀπιστεῖς, λέξω σοι καὶ τὴν τοῦ θαλάμου τέχνην· λεπτὴ αὔρα κῦμα ὑποδραμοῦσα ἐργάζεται αὐτὸ κυρτὸν καὶ περιεχὲς καὶ ἀνθηρὸν ἔτι, ἡ γὰρ ἀνταύγεια τοῦ ἡλίου χρῶμα προσβάλλει μετεώρῳ τῷ ὕδατι. τί οὖν, ὦ παῖ, λαμβάνῃ μου; τί δ᾽ οὐκ ἐᾷς καὶ τὰ λοιπὰ διεξιέναι τῆς γραφῆς; εἰ βούλει, καὶ τὴν Κρηθηίδα διαγράψωμεν, ἐπειδὴ χαίρειν φῄς, ὅταν ἐναλύῃ αὐτοῖς ὁ λόγος. λεγέσθω τοίνυν· ἁβρὸν μὲν αὐτῇ τὸ εἶδος καὶ μάλα Ἰωνικόν, αἰδὼς δὲ τῷ εἴδει ἐπιπρέπει καὶ ἀπόχρη τοῦτο τῇ παρειᾷ τὸ ἄνθος, ἡ χαίτη δὲ ἀνείληπται μὲν ὑπὸ τὸ οὖς, ἐπικοσμεῖται δὲ καὶ κρηδέμνῳ ἁλουργεῖ. δῶρον Νηρηίδος ἢ Ναίδος οἶμαι εἶναι τὸ κρήδεμνον, εἰκὸς γὰρ συγχορεύειν τὰς θεὰς ἐπὶ τῷ Μέλητι παρεχομένῳ τὰς πηγὰς οὐ πόρρω τῶν ἐκβολῶν. βλέπει δὲ οὕτω τι ἡδὺ καὶ ἀφελές, ὡς μηδὲ ὑπὸ τῶν δακρύων ἐξαλλάττειν τὸ ἵλεων, καὶ ἡ δέρη ἔτι ἡδίων ὑπὸ τοῦ μὴ κεκοσμῆσθαι· ὅρμοι γὰρ καὶ αὐγαὶ λίθων καὶ περιδέραια ταῖς μὲν ἐν μετρίῳ τῷ κάλλει γυναιξὶν οὐκ ἀηδῶς προσανθοῦσι, καί, νὴ Δί᾽, ὥρας τι ἐς αὐτὰς φέρουσιν, αἰσχραῖς δὲ καὶ ἄγαν ὡραίαις ἀντιπράττουσι, τὰς μὲν γὰρ ἐλέγχουσι, τῶν δὲ ἀπάγουσι. τὼ χεῖρε ἀνασκοπῶμεν· ἁπαλοὶ οἱ δάκτυλοι καὶ εὐμήκεις καὶ λευκοὶ κατὰ τὴν ὠλένην, ὁρᾷς δὲ καὶ τὴν ὠλένην, ὡς διὰ λευκῆς τῆς ἐσθῆτος λευκοτέρα ὑποφαίνεται, καὶ οἱ μαζοὶ ὀρθοὶ ὑπαυγάζουσι. τί οὖν αἱ Μοῦσαι δεῦρο; τί δὲ ἐπὶ ταῖς πηγαῖς τοῦ Μέλητος; Ἀθηναῖοι τὴν Ἰωνίαν ὅτε ἀπῴκιζον, Μοῦσαι ἡγοῦντο τοῦ ναυτικοῦ ἐν εἴδει μελιττῶν, ἔχαιρον γὰρ τῇ [p. 353] Ἰωνίᾳ διὰ τὸν Μέλητα ὡς Κηφισοῦ καὶ Ὀλμειοῦ ποτιμώτερον. ἐντεύξῃ μὲν οὖν αὐταῖς καὶ χορευούσαις ποτὲ ἐνταῦθα, νυνὶ δὲ γένεσιν τῷ Ὁμήρῳ αἱ Μοῦσαι κλώθουσι Μοίραις δοκοῦν, καὶ δώσει διὰ τοῦ παιδὸς ὁ Μέλης Πηνειῷ μὲν ἀργυροδίνῃ εἶναι, Τιταρησίῳ δὲ κούφῳ καὶ εὐφόρῳ, Ἐνιπεῖ δὲ θείῳ καὶ Ἀξίῳ παγκάλῳ, δώσει δὲ καὶ Ξάνθῳ τὸ ἐκ Διὸς καὶ Ὠκεανῷ τὸ ἐξ αὐτοῦ πάντας.