ζ. Ἀντίλοχος
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΑΝΤΙΛΟΧΟΣ

ζ. τὸν Ἀχιλλέα ἐρᾶν τοῦ Ἀντιλόχου πεφώρακας, οἶμαι, παρ᾽ Ὁμήρῳ, νεώτατον τοῦ Ἑλληνικοῦ ὁρῶν τὸν Ἀντίλοχον, καὶ τὸ ἡμιτάλαντον τοῦ χρυσοῦ ἐννοῶν τὸ ἐπὶ τῷ ἀγῶνι, καὶ ἀπαγγέλλει τῷ Ἀχιλλεῖ κεῖσθαι τὸν Πάτροκλον σοφισαμένου τοῦ Μενέλεω παραμυθίαν ὁμοῦ τῇ ἀγγελίᾳ, μεταβλέψαντος τοῦ Ἀχιλλέως ἐς τὰ παιδικά, καὶ θρηνεῖ ἐρωμένου ἐπὶ τῷ πένθει καὶ συνέχει τὼ χεῖρε, μὴ [p. 350] ἀποκτείνῃ ἑαυτόν, ὁ δ᾽, οἶμαι, καὶ ἁπτομένῳ χαίρει καὶ δακρύοντι. ταῦτα μὲν οὖν Ὁμήρου γραφαί, τὸ δὲ τοῦ ζωγράφου δρᾶμα· ὁ Μέμνων ἐξ Αἰθιοπίας ἀφικόμενος κτείνει τὸν Ἀντίλοχον προβεβλημένον τοῦ πατρὸς καὶ τοὺς Ἀχαιοὺς οἷον δεῖμα ἐκπλήττει, πρὸ γὰρ τοῦ Μέμνονος μῦθος οἱ μέλανες. κρατοῦντες δὲ οἱ Ἀχαιοὶ τοῦ σώματος ὀδύρονται τὸν Ἀντίλοχον οἱ Ἀτρεῖδαι καὶ ὁ ἐκ τῆς Ἰθάκης καὶ ὁ τοῦ Τυδέως καὶ οἱ ὁμώνυμοι, ἐπίδηλος δὲ ὁ μὲν Ἰθακήσιος ἀπὸ τοῦ στρυφνοῦ καὶ ἐγρηγορότος, ὁ δὲ Μενέλεως ἀπὸ τοῦ ἡμέρου, ὁ δὲ Ἀγαμέμνων ἀπὸ τοῦ ἐνθέου, τὸν δὲ τοῦ Τυδέως ἡ ἐλευθερία γράφει, γνωρίζοις δ᾽ ἂν καὶ τὸν Τελαμώνιον ἀπὸ τοῦ βλοσυροῦ καὶ τὸν Λοκρὸν ἀπὸ τοῦ ἑτοίμου. καὶ ἡ στρατιὰ πενθεῖ τὸ μειράκιον περιεστῶτες αὐτὸ θρήνῳ ἅμα, πήξαντες δὲ τὰς αἰχμὰς ἐς τοὔδαφος ἐναλλάττουσι τὼ πόδε καὶ στηρίζονται ἐπὶ τῶν αἰχμῶν ἐπερείσαντες οἱ πλεῖστοι δυσφορούσας τὰς κεφαλὰς τῷ ἄχει. τὸν Ἀχιλλέα μὴ ἀπὸ τῆς κόμης, οἴχεται γὰρ τοῦτο αὐτῷ μετὰ τὸν Πάτροκλον, ἀλλὰ τὸ εἶδος αὐτὸν ἐνδεικνύτω καὶ τὸ μέγεθος καὶ αὐτὸ τὸ μὴ κομᾷν. θρηνεῖ δὲ προσκείμενος τοῖς στέρνοις τοῦ Ἀντιλόχου, καὶ πυράν, οἶμαι, ἐπαγγέλλεται καὶ τὰ ἐς αὐτὴν καὶ τὰ ὅπλα ἴσως καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος, ἀποτῖσαι γὰρ καὶ τὸν Μέμνονα ὅσα τὸν Ἕκτορα, ὡς μηδὲ ταῦτα ὁ Ἀντίλοχος ἔλαττον τοῦ Πατρόκλου ἔχοι. ὁ δ᾽ ἐν τῷ τῶν Αἰθιόπων στρατῷ δεινὸς ἕστηκεν ἔχων αἰχμὴν καὶ λεοντῆν ἐνημμένος καὶ σεσηρὼς ἐς τὸν Ἀχιλλέα. σκεψώμεθα δ᾽ αὖ καὶ τὸν Ἀντίλοχον· ἡβάσκει μὲν ὑπήνης πρόσω, κομᾷ δὲ ἐν ἡλιώσῃ κόμῃ. κοῦφος ἡ κνήμη καὶ τὸ σῶμα σύμμετρον ἐς ῥᾳστώνην τοῦ δρόμου καὶ τὸ αἷμα [p. 351] οἷον ἐπ᾽ ἐλέφαντι χρῶμα ἤνθηκεν ἐσπεσούσης αὐτῷ κατὰ τοῦ στέρνου τῆς αἰχμῆς. κεῖται δὲ οὐ κατηφὲς τὸ μειράκιον, οὐδὲ νεκρῷ εἰκάσαι, φαιδρὸν δὲ καὶ μειδιῶν, τὴν γάρ, οἶμαι, χαρὰν τὴν ἐπὶ τῷ τὸν πατέρα σῶσαι φέρων ἐν τῷ εἴδει ὁ Ἀντίλοχος ἀπώλετο ὑπὸ τῆς αἰχμῆς, καὶ τὸ πρόσωπον ἡ ψυχὴ κατέλιπεν οὐχ ὡς ἤλγησεν, ἀλλ᾽ ὡς ἐπεκράτησε τὸ εὐφραῖνον.