Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/7: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις | συγγραφέας = Νικήτας Χωνιάτης | μεταφραστής= | ενό...
(Καμία διαφορά)

Αναθεώρηση της 17:19, 20 Απριλίου 2020

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (7)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (7)

7. Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ' ὅτι καὶ κατ' αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ' ἑνὸς αὐτῶν τοῦ Κοπατίνου ἀπεσκοράκισται· οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες ταφρεύματά τε καὶ τoὺς διώρυχας, οἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς ἐκ λίθων περιβόλους ὡς ἕρκος περιβαλλόμενοι, ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι, καὶ πρὸς ἱππεῖς ὁπλοφόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ' εἰς κενὸν καὶ τότε σφίσι τὰ διαβούλια ἔσχασαν. οἱ γὰρ Ἀλαμανοὶ [265A] θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ' ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην, καὶ τούτους ὡς διὰ βαθμίδων τῶν ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους τῶν Τούρκων ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης, ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς Ῥωμαίων, τὴν οἰκείαν ἐπομνύμενος θρησκείαν, διακοσίους ἀργυρέους καταθέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν.