Διατριβαί
Συγγραφέας:
Βιβλίον 3


Περὶ καλλωπισμοῦ Επεξεργασία

Εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τ' εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον; [2] -- Δοκοῦσιν, ἔφη. -- Οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δ' αἰσχροί; -- Πῶς γὰρ οὔ; -- Πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δ' ὄψει αὐτό. [3] ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλο[ν] δ' ἵππον, πρὸς ἄλλο δ' εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτ' ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστ' ἔχοι: ἐπεὶ δ' ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν: ἢ γὰρ οὔ; [4] -- Ὡμολόγει. -- Οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δ' ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν; [5] -- Ἔοικεν. -- Καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον: καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; -- Οὕτως, ἔφη. [6] -- Τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; -- Τοῦτο, ἔφη. -- Τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθ' ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα; [7] καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν. [8] -- Τίς δ' ἐστὶν αὕτη; -- Ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς: πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; -- Τοὺς δικαίους. -- Πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; -- Τοὺς σώφρονας. -- Τοὺς ἐγκρατεῖς δ' ἢ τοὺς ἀκρατεῖς; -- Τοὺς ἐγκρατεῖς. [9] -- Οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις: μέχρις δ' ἂν τούτων ἀμελῇς, αἰσχρόν σ' εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.

Ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω: [10] ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδ' εἰσελεύσῃ: ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐ[ρ]γὼ δ' οὐκ ὠφελήσω σ' οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δ' οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος. [11] πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθ' ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις: " [12] 3τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ; [13] οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δ' ἄλλοι νέοι ἐφ' ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν; [14] τινά ποτ' ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι: τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με -- [15] τίνος εἴπω; -- σχῆμα ἔχοντα ἐσιώπα." ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο: σὺ δ' αὐτὸ ἐρεῖς τόθ', ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.

Τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, [16] τί ἕξω ἀπολογήσασθαι; ναί: ἀλλ' ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας; [17] καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτ' εἰ πεισθήσῃ μοι οὔτ' εἰ μή: ἐκεῖνος δ' ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν. [18] -- Διὰ τί δ' εἶπεν; -- Διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δ' εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;

Σωκράτης πάντας ἔπειθε τοὺς προσιό [19] ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλ' ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει; [20] "ἄν μ' ἀφῆτε", φησίν, "ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδ' ἀνήσω: ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ. [21] " οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; "οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα. [22] " "σὺ οὖν τίς εἶ;" ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι "οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων." οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ: ἂν δ' ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃ[ς], " [23] 3σὺ δὲ τίς εἶ;" καὶ "τί σοὶ μέλει;" ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον: ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ "σὺ οὖν τί εἶ;" εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν "ἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα: μή μ' ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν".

Τί οὖν; [24] ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλ' ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδ' ἀπογνωστικῶς, ἀλλ' ἐρῶ: νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. [25] ἄνθρωπος εἶ: τοῦτο δ' ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; [26] οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον: τοῦτο κόσμει καὶ καλλώπιζε: τὴν κόμην δ' ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. [27] ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; -- Ἀνήρ. -- Ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά: κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. [28] τοῦτο δ' ἐπ' ἀνδρός ἐστι τὸ μὴ ἔχειν: κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ' αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; "δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ" [29] 3. ὦ δεινοῦ θεάματος: οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν: νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτ' αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; [30] ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; [31] ἀλλ' οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον: ὅλον δι' ὅλων αὐτὸ ποίησον: ἆρον -- τί ποτ' ἐκεῖνο; -- τὸ αἴτιον τῶν τριχῶν: ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δ' ἥμισυ γυναικός. [32] τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. "ναί: ἀλλὰ τοῖς λείοις χαίρουσιν." οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; [33] τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; [34] τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην; [35] ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;

Μή, τοὺς θεούς σοι, νεανίσκε: [36] ἀλλ' ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ "ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν: πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτ' εὐμενὴς δι' ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. [37] ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν". οὔ: ἀλλ' ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλ' ὁ θεὸς δι' αὐτοῦ: ἂν δὲ δι' ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν' ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ' ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων [38] διὰ καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής; ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,

Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην,

μήτ' αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν. [39] ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ' ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις: [40] ταύτην ἂν σχῇς καλήν, τότ' ἔστι καλός. [41] μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ: δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο. [42] ἀλλ' ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ: "πειρῶ οὖν καλὸς εἶναι". τί αὐτῷ λέγει; "πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη"; μὴ γένοιτο: ἀλλὰ "κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα" [43] 3. τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν: ἐκείνῳ ἐπί[σ]τρεψον. [44] -- Τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; -- Μὴ γένοιτο: ἀλλ' ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. [45] οὔ: ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον: δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ' ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.


Περὶ τίνα ἀσκεῖσθαι δεῖ τὸν προκόψοντα καὶ ὅτι τῶν κυριωτάτων ἀμελοῦμεν Επεξεργασία

Τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσόμενον καλὸν καὶ ἀγαθόν: ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτ' ὀρεγόμενος ἀποτυγχάνῃ μήτ' ἐκκλίνων περιπίπτῃ: [2] ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς: τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις. [3] τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη: πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπιφέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, δι' ὧν οὐδ' ἀκοῦσαι λόγου δυνάμεθα. [4] δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον: οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τηροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

Τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, [5] ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδ' ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδ' ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. -- Τοῦτο ὑπὲρ ἡμᾶς, φησίν, ἐστίν. [6] -- Οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶτον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρίτον: μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετικούς, ψευδομένους. [7] -- Δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον. [8] -- Τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο σοι λείπει ἢ ἀμεταπτωσία; [9] τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει. [10] κἄν τις ἐλθὼν εἴπῃ σοι ὅτι "λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα", γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δίπηχυ. ἂν δ' ἄλλος παρὼν εἴπῃ "οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι: τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δ' οὐδέν", ἐξέστηκας, ὠχρίακας, εὐθὺς κέκραγας "ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας φιλόσοφος" [11] 3. βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ "Οὗτός ἐστιν", ἔφη, "ὁ δεῖνα: ἔδειξα ὑμῖν αὐτόν" [12] 3; ἄνθρωπος γὰρ δακτύλῳ οὐ δείκνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλ' ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

Βλέπωμεν καὶ σοῦ τὰ δόγματα. [13] μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τίθεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον ἀνεγνωκὼς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα. [14] τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παριόντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν ἄγοντα, πέρπερον: ταῦτα ἡμῖν ἔδειξας. [15] ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον: εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν -- τίνα ποτ' ἐκεῖνον; -- τὸν Κρῖνιν. καὶ ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον. [16] τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξεστιν εἰπεῖν "οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ, ἡσυχίαν ἄγω. [17] ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι: ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται". ἐκείνων ἐστὶ ταῦτα. [18] τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾄδειν καὶ ὀρχεῖσθαι: βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.


Τίς ὕλη τοῦ ἀγαθοῦ καὶ πρὸς τί μάλιστ' ἀσκητέον Επεξεργασία

Ὕλη τοῦ καλοῦ καὶ ἀγαθοῦ τὸ ἴδιον ἡγεμονικόν, τὸ σῶμα δ' ἰατροῦ καὶ [ἀπ]ἀλείπτου, ὁ ἀγρὸς γεωργοῦ ὕλη: ἔργον δὲ καλοῦ καὶ ἀγαθοῦ τὸ χρῆσθαι ταῖς φαντασίαις κατὰ φύσιν. [2] πέφυκεν δὲ πᾶσα ψυχὴ ὥσπερ τῷ ἀληθεῖ ἐπινεύειν, πρὸς τὸ ψεῦδος ἀνανεύειν, πρὸς τὸ ἄδηλον ἐπέχειν, οὕτως πρὸς μὲν τὸ ἀγαθὸν ὀρεκτικῶς κινεῖσθαι, πρὸς δὲ τὸ κακὸν ἐκκλιτικῶς, πρὸς δὲ τὸ μήτε κακὸν μήτ' ἀγαθὸν οὐδετέρως. [3] ὡς γὰρ τὸ τοῦ Καίσαρος νόμισμα οὐκ ἔξεστιν ἀποδοκιμάσαι τῷ τραπεζίτῃ οὐδὲ τῷ λαχανοπώλῃ, ἀλλ' ἂν δείξῃς, θέλει οὐ θέλει, προέσθαι αὐτὸν δεῖ τὸ ἀντ' αὐτοῦ πωλούμενον, οὕτως ἔχει καὶ ἐπὶ τῆς ψυχῆς. [4] τὸ ἀγαθὸν φανὲν εὐθὺς ἐκίνησεν ἐφ' αὑτό, τὸ κακὸν ἀφ' αὑτοῦ. οὐδέποτε δ' ἀγαθοῦ φαντασίαν ἐναργῆ ἀποδοκιμάσει ψυχή, οὐ μᾶλλον ἢ τὸ Καίσαρος νόμισμα. ἔνθεν ἐξήρτηται πᾶσα κίνησις καὶ ἀνθρώπου καὶ θεοῦ.

Διὰ τοῦτο πάσης οἰκειότητος προκρίνεται τὸ ἀγαθόν. [5] οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ. "οὕτως εἶ σκληρός;" οὕτως γὰρ πέφυκα: τοῦτό μοι τὸ νόμισμα δέδωκεν ὁ θεός. [6] διὰ τοῦτο, εἰ τοῦ καλοῦ καὶ δικαίου τὸ ἀγαθὸν ἕτερόν ἐστιν, οἴχεται καὶ πατὴρ καὶ ἀδελφὸς καὶ πατρὶς καὶ πάντα τὰ πράγματα. [7] ἀλλ' ἐγὼ τὸ ἐμὸν ἀγαθὸν ὑπερίδω, ἵνα σὺ σχῇς, καὶ παραχωρήσω σοι; ἀντὶ τίνος; "πατήρ σου εἰμί." ἀλλ' οὐκ ἀγαθόν. "ἀδελφός σου εἰμί. [8] " ἀλλ' οὐκ ἀγαθόν. ἐὰν δ' ἐν ὀρθῇ προαιρέσει θῶμεν, αὐτὸ τὸ τηρεῖν τὰς σχέσεις ἀγαθὸν γίνεται: καὶ λοιπὸν ὁ τῶν ἐκτός τινων ἐκχωρῶν, οὗτος τοῦ ἀγαθοῦ τυγχάνει. [9] "αἴρει τὰ χρήματα ὁ πατήρ." ἀλλ' οὐ βλάπτει. "ἕξει τὸ πλέον τοῦ ἀγροῦ ὁ ἀδελφός." ὅσον καὶ θέλει. μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ, μή τι τοῦ φιλαδέλφου; [10] ἐκ ταύτης γὰρ τῆς οὐσίας τίς δύναται ἐκβαλεῖν; οὐδ' ὁ Ζεύς. οὐδὲ γὰρ ἠθέλησεν, ἀλλ' ἐπ' ἐμοὶ αὐτὸ ἐποίησεν καὶ ἔδωκεν οἷον εἶχεν αὐτός, ἀκώλυ[σ]τον, ἀνανάγκαστον, ἀπαραπόδιστον.

Ὅταν οὖν ἄλλῳ ἄλλο τὸ νόμισμα ᾖ, ἐκεῖνό [11] τις δείξας ἔχει τὸ ἀντ' αὐτοῦ πιπρασκόμενον. [12] ἐλήλυθεν εἰς τὴν ἐπαρχίαν κλέπτης ἀνθύπατος. τίνι νομίσματι χρῆται; ἀργυρίῳ. δεῖξον καὶ ἀπόφερε ὃ θέλεις. ἐλήλυθεν μοιχός. τίνι νομίσματι χρῆται; κορασιδίοις. "λάβε", φησίν, "τὸ νόμισμα καὶ πώλησόν μοι τὸ πραγμάτιον". δὸς καὶ ἀγόραζε. [13] ἄλλος περὶ παιδάρια ἐσπούδακεν. δὸς αὐτῷ τὸ νόμισμα καὶ λάβε ὃ θέλεις. ἄλλος φιλόθηρος. δὸς ἱππάριον καλὸν ἢ κυνάριον: οἰμώζων καὶ στένων πωλήσει ἀντ' αὐτοῦ ὃ θέλεις. ἄλλος γὰρ αὐτὸν ἀναγκάζει ἔσωθεν, ὁ τὸ νόμισμα τοῦτο τεταχώς.

Πρὸς τοῦτο μάλιστα τὸ εἶδος αὑτὸν γυμναστέον. [14] εὐθὺς ὄρθρου προελθὼν ὃν ἂν ἴδῃς, ὃν ἂν ἀκούσῃς, ἐξέταζε, ἀποκρίνου ὡς πρὸς ἐρώτημα. τί εἶδες; καλὸν ἢ καλήν; ἔπαγε τὸν κανόνα. ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον: αἶρε ἔξω. [15] τί εἶδες; πενθοῦντ' ἐπὶ τέκνου τελευτῇ; ἔπαγε τὸν κανόνα. ὁ θάνατός ἐστιν ἀπροαίρετον: αἶρε ἐκ τοῦ μέσου. ἀπήντησέ σοι ὕπατος; ἔπαγε τὸν κανόνα. ὑπατεία ποῖόν τι ἐστίν; ἀπροαίρετον ἢ προαιρετικόν; ἀπροαίρετον: αἶρε καὶ τοῦτο, οὐκ ἔστι δόκιμον: ἀπόβαλε, οὐδὲν πρὸς σέ. [16] καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθ' ἡμέραν ἐξ ὄρθρου μέχρι νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς. [17] νῦν δ' εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα: εἶτ' ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομεν "ἀπώλετο": ἂν ὕπατον, "μακάριος": ἂν ἐξωρισμένον, "ταλαίπωρος": ἂν πένητα, " [18] 3ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ". ταῦτ' οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετάσθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία; [19] ταῦτα πάντα δόγματά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐσταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.

Οἷόν ἐστιν ἡ λεκάνη τοῦ ὕδατος, [20] τοιοῦτον ἡ ψυχή, οἷον ἡ αὐγὴ ἡ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ φαντασίαι. [21] ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ ἡ αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται. [22] καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφ' οὗ εἰσιν: καταστάντος δὲ καθίσταται κἀκεῖνα.


Πρὸς τὸν ἀκόσμως ἐν θεάτρῳ σπουδάσαντα Επεξεργασία

Τοῦ δ' ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδορηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας Καὶ τί κακόν, ἔφη, ἐποίουν; ἐσπούδαζον καὶ οὗτοι ὡς καὶ σύ. [2] εἰπόντος δ' ἐκείνου Οὕτως οὖν τις σπουδάζει; Σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσαρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελλον καὶ αὐτοὶ οὕτως σπουδάζειν; [3] εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε: εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς; [4] "ὅρα πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ: κέκραγεν: κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ: κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες: ἐγὼ δ' οὐκ ἔχω δούλους: ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω. [5] " εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν. [6] τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον: ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος: ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον. [7] τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδ' εἴπωσιν ἃ θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπ' αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύονται λοιδοροῦντες; [8] τί οὖν; οὐ γιγνώσκει ὁ Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει. [9] τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖν "ἄγε ἵνα Σώφρων στεφανωθῇ"; ἀλλ' ἐκεῖνο "ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν" [10] 3. ἐμοὶ παρ' ἐμὲ φίλτερος οὐδείς: γελοῖον οὖν, ἵν' ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι. [11] -- Τίνα οὖν θέλω νικῆσαι; -- Τὸν νικῶντα: καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. -- Ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. -- Ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια: ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδ' ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος: ὡς, [12] ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.


Πρὸς τοὺς διὰ νόσον ἀπαλλαττομένους Επεξεργασία

Νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον. [2] -- Ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵν' ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς καὶ ἦλθες. [3] ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γ' ἀγρίδιον δυνήσεται: τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις: κακὸς κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς. [4] εἰ δὲ παρακολουθεῖς σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλ' ἀντ' αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετατέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν ποτ' εἴπῃς "οἴμοι", οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελφόν, ἀλλὰ " [5] 3δι' ἐμέ", ἔτι ὑπολογίζῃ νόσον; οὐκ οἶδας, ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμβάνουσι, τὸν ναυτικὸν πλέοντα. [6] σὺ τί θέλεις ποιῶν καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ καταληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆναι, ποίει ἐκεῖνο.

[7] Ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵν' ἀπαθής, ἵν' ἀκώλυτος, ἵν' ἀνανάγκαστος, ἵν' ἐλεύθερος. [8] ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵν' εἰπεῖν δύνωμαι τῷ θεῷ "μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθήσεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτ' ἐνεκάλεσα; [9] μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόσησα, ὅτε ἠθέλησας: καὶ οἱ ἄλλοι, ἀλλ' ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας: οὐδέποτ' ἐπεθύμησα ἀρχῆς. μή τί με τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ τι σημαίνεις; [10] νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύρεως: ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοικήσει σου συμπαρακολουθῆσαι [σοί]" [11] 3. ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι ὁ θάνατος.

[12] Ἀλλ' ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. -- Ἄπιθι τοίνυν πρὸς τὴν μητέρα: ἄξιος γὰρ εἶ τὴν κεφαλὴν κρατούμενος νοσεῖν. [13] -- Ἀλλ' ἐπὶ κλιναρίου κομψοῦ ἐν οἴκῳ κατεκείμην. -- Ἄπιθί σου ἐπὶ τὸ κλινάριον: ἢ † ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν.

Ἀλλ' ὁ Σωκράτης τί λέγει; [14] "ὥσπερ ἄλλος τις", φησίν, "χαίρει[ν] τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθ' ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ" [15] 3. -- Πρὸς τί; μή τι πρὸς λεξείδια; -- Ἄνθρωπε, εὐφήμει. -- Μή τι πρὸς θεωρημάτια; -- Τί ποιεῖς; -- Καὶ μὴν οὐ βλέπω, [16] τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. -- Οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ: μὴ μέμψασθαι μηδένα: τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν; [17] ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν: τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν; [18] ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως καὶ [19] ἐπεινᾶτε καὶ ἀπεθνῄσκετε. εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.


Σποράδην τινά Επεξεργασία

Πυθομένου δέ τινος, πῶς νῦν μᾶλλον ἐκπεπονημένου τοῦ λόγου πρότερον μείζονες προκοπαὶ ἦσαν, [2] Κατὰ τί, ἔφη, ἐκπεπόνηται καὶ κατὰ τί μείζους αἱ προκοπαὶ τότε ἦσαν; καθὸ γὰρ νῦν ἐκπεπόνηται, κατὰ τοῦτο καὶ προκοπαὶ νῦν εὑρεθήσονται. [3] καὶ νῦν μὲν ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται καὶ προκοπαὶ γίνονται: τότε δ' ὥστε τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον τηρῆσαι καὶ ἐξεπονεῖτο καὶ προκοπαὶ ἦσαν. [4] μὴ οὖν ἐνάλλασσε μηδὲ ζήτει, ὅταν ἄλλο ἐκπονῇς, ἐν ἄλλῳ προκόπτειν. ἀλλ' ἴδε, εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξάγειν, οὐ προκόπτει. οὐδένα γὰρ εὑρήσεις.

Ὁ σπουδαῖος ἀήττητος: † [5] ἢ γὰρ οὐκ ἀγωνίζεται, ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν. [6] "εἰ † κατὰ τὸν ἀγρὸν θέλεις, λάβε: λάβε τοὺς οἰκέτας, λάβε τὴν ἀρχήν, λάβε τὸ σωμάτιον. τὴν δ' ὄρεξιν οὐ ποιήσεις ἀποτευκτικὴν οὐδὲ τὴν ἔκκλισιν περιπτωτικήν. [7] " εἰς τοῦτον μόνον τὸν ἀγῶνα καθίησιν τὸν περὶ τῶν προαιρετικῶν: πῶς οὖν οὐ μέλλει ἀήττητος εἶναι;

Πυθομένου δέ τινος, [8] τί ἐστιν ὁ κοινὸς νοῦς, Ὥσπερ, φησίν, κοινή τις ἀκοὴ λέγοιτ' ἂν ἡ μόνον φωνῶν διακριτική, ἡ δὲ τῶν φθόγγων οὐκέτι κοινή, ἀλλὰ τεχνική, οὕτως ἐστί τινα, ἃ οἱ μὴ παντάπασιν διεστραμμένοι τῶν ἀνθρώπων κατὰ τὰς κοινὰς ἀφορμὰς ὁρῶσιν. ἡ τοιαύτη κατάστασις κοινὸς νοῦς καλεῖται.

Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον: [9] οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν: οἱ δ' εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. [10] διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι "ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ γῆν κατὰ τὴν αὑτοῦ κατασκευήν, οὕτως καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφ' ὃ πέφυκεν.


Πρὸς τὸν διορθωτὴν τῶν ἐλευθέρων πόλεων Ἐπικούρειον ὄντα Επεξεργασία

Τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸν ̔ἦν δ' οὗτος Ἐπικούρειοσ̓ Ἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρ' ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων, τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαντες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώμεθα. [2] ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει: λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις; [3] τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵν' ἡσθῇ τῇ σαρκί; [4] Ἀρνησαμένου δ' ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο: Οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; -- Πάντων μάλιστα προσήκει. -- Τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; -- Τὴν ψυχήν, ἔφη. -- Ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ τὰ τοῦ φαυλοτέρου; [5] -- Τὰ τοῦ κρατίστου. -- Ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα; -- Προαιρετικά. -- Προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυχική; [6] -- Ἔφη. -- Αὕτη δ' ἐπὶ τίσιν γίνεται; πότερον ἐφ' αὑτῇ; ἀλλ' ἀδιανόητόν ἐστιν: προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. -- Ὡμολόγει καὶ τοῦτο. -- Ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν; [7] εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δ' ἐφ' ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι. [8] ἀλλ' οὐ μὴ εἴπητε φρένας ἔχοντες: ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν. [9] ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν: πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.

Διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, [10] εἰ δι' ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτ' ἔστι διὰ τὸ κράτιστον. [11] ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλ' ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵν' ἀσφαλῶς, ἵνα μή τις γνῷ. [12] τὸ γὰρ κλέψαι οὐδ' αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν: καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει " [13] 3μὴ κλέπτετε". ἀλλ' "ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα": εἶτα καὶ "φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλ[ι]ας" καὶ "οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν: οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα" [14] 3. τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλ' οὐδ' ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι. [15] ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δ' ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν. [16] διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν; [17] εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν: εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν: καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν. [18] ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά: σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

Τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; [19] "ἐγὼ οὐ γαμῶ." "οὐδ' ἐγώ: οὐ γὰρ γαμητέον." ἀλλ' οὐδὲ παιδοποιητέον, ἀλλ' οὐδὲ πολιτευτέον. τί οὖν γένηται; πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; ἃ Λακεδαιμόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι; [20] λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτ', ἄνθρωπε. [21] ζῇς ἐν ἡγεμονούσῃ πόλει: ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν. τούτοις σύμφωνα δόγματα ζήτησον, [22] ἀφ' ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι. [23] ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπ' αὐτὰ καὶ ἐπιῤῥωννύουσαν, τί γένηται; [24] ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ ἡ τέχνη; χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα. [25] οὐκοῦν καὶ καθήκοντα τρισσά: τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δ' αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα. [26] τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς; [27] ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει; [28] τὴν ἡδονὴν δ' ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵν' ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

Ἀλλ' ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. [29] -- Τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα: τί σοι χρεία δογμάτων; [30] -- Ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. -- Οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; -- Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. -- Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν: καὶ τί σοι ὄφελος; [31] ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; -- Ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν. [32] -- Ὡς λίθον. -- Ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. -- Ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή. [33] ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν: δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα. [34] ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν. [35] "τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς: εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ." οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται. [36] ἀλλ' "ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον: ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ". ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ: ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.


Πῶς πρὸς τὰς φαντασίας γυμναστέον Επεξεργασία

Ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ' ἡμέραν ἔδει γυμνάζεσθαι: προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. [2] ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι "ἀπροαίρετον, οὐ κακόν". ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν. τί σοι δοκεῖ; "ἀπροαίρετον, οὐ κακόν." Καῖσαρ αὐτὸν κατέκρινεν. [3] "ἀπροαίρετον, οὐ κακόν." ἐλυπήθη ἐπὶ τούτοις. "προαιρετικόν, κακόν." γενναίως ὑπέμεινεν. "προαιρετικόν, ἀγαθόν. [4] " κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν: οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται. [5] ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ' ὅτι "κακῶς πέπραχεν" [6] 3 ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. "ἀλλ' οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ." διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.

[7] Πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, "Οὐ δύναμαι", ἔφη, "φέρειν: ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι", δείξας ἐμέ.


Πρός τινα ῥήτορα ἀνιόντα εἰς Ῥώμην ἐπὶ δίκῃ Επεξεργασία

Εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, δι' ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην ἔχει περὶ τοῦ πράγματος, [2] Εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώρημα πρὸς τοῦτο οὐκ ἔχω: εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι δόγμα. [3] τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτονηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, δι' ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύνου καὶ ἀναλωμάτων; -- Ἀνάγκη γάρ ἐστιν. -- Τίς σοι λέγει τοῦτο; [4] τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον, τοιοῦτον καὶ τὸ ἀποτελούμενον. [5] ἆρ' οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς διαφέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον. ἀλλὰ δεῖξόν μοι, [6] ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πεποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μείζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν; [7] τίνι προσελήλυθας τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλικίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς πρὸς σαυτόν. [8] ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δ' ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μειράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας, τί σοι λείπειν ἐφαντάζου; [9] ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δ' ἂν ἠνέσχου ὑπό τινος ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα; [10] τί οὖν σοι θέλεις εἴπω; -- Βοήθησόν μοι εἰς τὸ πρᾶγμα. -- Οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα: οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλ' ὡς πρὸς λαχανοπώλην, ἀλλ' ὡς πρὸς σκυτέα. [11] -- Πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; -- Πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; -- Οὔ: ἀλλὰ τὸ μέγιστον. -- Τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.

Εἶτ' ἐρεῖς " [12] 3συνέβαλ[λ]ον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι". εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δ' ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων. [13] κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους: εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό: εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν. [14] οὔ: ἀλλὰ "πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν: ἴδωμεν, τί ποτε λέγει". εἶτ' ἐξελθὼν "οὐδὲν ἦν ὁ Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν". τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε; [15] "ἀλλ' ἂν πρὸς τούτοις", φησίν, "ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ. [16] " πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι "ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω: σὺ δ' ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου" [17] 3. -- Τίνος οὖν ἔχω χρείαν; -- Τοῦ σοὶ μὴ παρόντος: τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι. [18] πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί: οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ: οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις. [19] ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ: οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω; [20] ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε: διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον; [21] σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου: σὺ μούῤῥινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπιθυμία, ἡ ἐμὴ πεπλήρωται. [22] τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει: ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν: μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.


Πῶς φέρειν δεῖ τὰς νόσους Επεξεργασία

Ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ: ἐπ' ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης. μηδ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι,

[2]

πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα:

" [3] 3πῇ παρέβην; τί δ' ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;"

ἀρξάμενος δ' ἀπὸ τοῦδε † ἐπέξιθι: καὶ μετέπειτα

δειλὰ μὲν † ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, [4] οὐχ ἵνα δι' αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο: [5] μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι: "ἂν ἐγὼ ἔτι φιλοσοφήσω, ὃ θέλει γινέσθω. πού ποτ' ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι † [6] " εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγεις "ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω"; οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν. [7] ἀλλ' ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ' ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ' ἑκάστου τῶν τραχέων; ὅτι "ἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν" [8] 3. ὁ θεός σοι λέγει "δός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας": εἶτ' ἐπ' αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω: τοῦ διψᾶν, δίψα καλῶς: τοῦ πεινᾶν, πείνα καλῶς. [9] οὐκ [ἐξ]ἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται: καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

Ἀλλ' οὐ φιλολογῶ; [10] -- Τίνος δ' ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς; [11] τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδ' ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. [12] μή τι περιπατῶν ἀναγιγνώσκεις; -- Οὔ. -- Οὕτως οὐδὲ πυρέσσων. ἀλλ' ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος: ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος. [13] τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα: ὅταν ὁ ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδ' ἂν εἴπῃ "κομψῶς ἔχεις", ὑπερχαίρειν: τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν; [14] μηδ' ἂν εἴπῃ "κακῶς ἔχεις", ἀθυμεῖν: τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος; [15] τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις "ἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω"; τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσσοντι: ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ. [16] οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα τὰ ἐκτὸς τηρεῖν, οὔτε τὸ οἰνάριον οὔτε τὸ ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δ' ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι. [17] ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων; [18] δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ: ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλ' ἐπακολουθεῖν. [19] "οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν." οὔ: ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δ', ὡς ἂν προσενεχθῇ, αὐτὸς ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον. [20] τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δ' ἀλλότριον: τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.

Σποράδην τινά Επεξεργασία

Εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει: " [2] 3ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω: ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω" [3] 3. καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.

Μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου: [4] ξεῖν', οὔ μοι θέμις ἔστ'[ι καὶ], οὐδ' εἰ κακίων σέθεν ἔλθοι,

ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες

ξεῖνοί τε πτωχοί τε. τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν: [5] οὔ μοι θέμις ἔστ' οὐδ' εἰ κακίων σέθεν ἔλθοι, πατέρ' ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου: [6] καὶ ἐπ' ἀδελφῷ: πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.


Περὶ ἀσκήσεως Επεξεργασία

Τὰς ἀσκήσεις οὐ δεῖ διὰ τῶν παρὰ φύσιν καὶ παραδόξων ποιεῖσθαι, ἐπεί τοι τῶν θαυματοποιῶν οὐδὲν διοίσομεν οἱ λέγοντες φιλοσοφεῖν. [2] δύσκολον γάρ ἐστι καὶ τὸ ἐπὶ σχοινίου περιπατεῖν καὶ οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἐπικίνδυνον. τούτου ἕνεκα δεῖ καὶ ἡμᾶς μελετᾶν ἐπὶ σχοινίου περιπατεῖν ἢ φοίνικα ἱστάνειν ἢ ἀνδριάντας περιλαμβάνειν; [3] οὐδαμῶς. οὐκ ἔστι τὸ δύσκολον πᾶν καὶ ἐπικίνδυνον ἐπιτήδειον πρὸς ἄσκησιν, ἀλλὰ τὸ πρόσφορον τῷ προκειμένῳ ἐκπονηθῆναι. [4] τί δ' ἐστὶ τὸ προκείμενον ἐκπονηθῆναι; ὀρέξει καὶ ἐκκλίσει ἀκωλύτως ἀναστρέφεσθαι. τοῦτο δὲ τί ἐστιν, μήτε ὀρεγόμενον ἀποτυγχάνειν μήτ' ἐκκλίνοντα περιπίπτειν. πρὸς τοῦτο οὖν καὶ τὴν ἄσκησιν ῥέπειν δεῖ. [5] ἐπεὶ γὰρ οὐκ ἔστιν ἀναπότευκτον σχεῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἀπερίπτωτον ἄνευ μεγάλης καὶ συνεχοῦς ἀσκήσεως, ἴσθι ὅτι, ἐὰν ἔξω ἐάσῃς ἀποστρέφεσθαι αὐτὴν ἐπὶ τὰ ἀπροαίρετα, οὔτε τὴν ὄρεξιν ἐπιτευκτικὴν ἕξεις οὔτε τὴν ἔκκλισιν ἀπερίπτωτον. [6] καὶ ἐπεὶ τὸ ἔθος ἰσχυρὸν προηγῆται πρὸς μόνα ταῦτα εἰθισμένων ἡμῶν χρῆσθαι ὀρέξει καὶ ἐκκλίσει, δεῖ τῷ ἔθει τούτῳ ἐναντίον ἔθος ἀντιθεῖναι καὶ ὅπου ὁ πολὺς ὄλισθος τῶν φαντασιῶν, ἐκεῖ ἀντιτιθέναι τὸ ἀσκητικόν.

Ἑτεροκλινῶς ἔχω πρὸς ἡδονήν: [7] ἀνατοιχήσω ἐπὶ τὸ ἐναντίον ὑπὲρ τὸ μέτρον τῆς ἀσκήσεως ἕνεκα. ἐκκλιτικῶς ἔχω πόνου: τρίψω μου καὶ γυμνάσω πρὸς τοῦτο τὰς φαντασίας ὑπὲρ τοῦ ἀποστῆναι τὴν ἔκκλισιν ἀπὸ παντὸς τοῦ τοιούτου. [8] τίς γάρ ἐστιν ἀσκητής; ὁ μελετῶν ὀρέξει μὲν μὴ χρῆσθαι, ἐκκλίσει δὲ πρὸς μόνα τὰ προαιρετικὰ χρῆσθαι καὶ μελετῶν μᾶλλον ἐν τοῖς δυσκαταπονήτοις. καθ' ὃ καὶ ἄλλῳ πρὸς ἄλλα μᾶλλον ἀσκητέον. [9] τί οὖν ὧδε ποιεῖ τὸ φοίνικα στῆσαι ἢ τὸ στέγην δερματίνην καὶ ὅλμον καὶ ὕπερον περιφέρειν; [10] ἄνθρωπε, ἄσκησον, εἰ γοργὸς εἶ, λοιδορούμενος ἀνέχεσθαι, ἀτιμασθεὶς μὴ ἀχθεσθῆναι. εἶθ' οὕτως προ[σ]βήσῃ, ἵνα, κἂν πλήξῃ σέ τις, εἴπῃς αὐτὸς πρὸς αὑτὸν ὅτι "δόξον ἀνδριάντα περιειληφέναι" [11] 3. εἶτα καὶ οἰναρίῳ κομψῶς χρῆσθαι, μὴ εἰς τὸ πολὺ πίνειν ̔καὶ γὰρ περὶ τοῦτο ἐπαρίστεροι ἀσκηταί εἰσιν̓, ἀλλὰ πρῶτον εἰς τὸ ἀποσχέσθαι, καὶ κορασιδίου ἀπέχεσθαι καὶ πλακουνταρίου. εἶτά ποτε ὑπὲρ δοκιμασίας, εἰ ἄρα, καθήσεις εὐκαίρως αὐτὸς σαυτὸν ὑπὲρ τοῦ γνῶναι, εἰ ὁμοίως ἡττῶσίν σε αἱ φαντασίαι. [12] τὰ πρῶτα δὲ φεῦγε μακρὰν ἀπὸ τῶν ἰσχυροτέρων. ἄνισος ἡ μάχη κορασιδίῳ κομψῷ πρὸς νέον ἀρχόμενον φιλοσοφεῖν: χύτρα, φασί, καὶ πέτρα οὐ συμφωνεῖ.

[13] Μετὰ τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν δεύτερος τ[ρ]όπος ὁ περὶ τὴν ὁρμὴν καὶ ἀφορμήν: ἵν' εὐπειθὴς τῷ λόγῳ, ἵνα μὴ παρὰ καιρόν, μὴ παρὰ τόπον, μὴ παρὰ ἄλλην τινὰ τοιαύτην [ἀ]συμμετρίαν. [14] τρίτος ὁ περὶ τὰς συγκαταθέσεις, ὁ πρὸς τὰ πιθανὰ καὶ ἑλκυστικά. [15] ὡς γὰρ ὁ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν, οὕτως ἀνεξέταστον φαντασίαν μὴ παραδέχεσθαι, ἀλλὰ λέγειν "ἔκδεξαι, ἄφες ἴδω, τίς εἶ καὶ πόθεν ἔρχῃ", ὡς οἱ νυκτοφύλακες "δεῖξόν μοι τὰ συνθήματα". "ἔχεις τὸ παρὰ τῆς φύσεως σύμβολον, ὃ δεῖ τὴν παραδεχθησομένην ἔχειν φαντασίαν; [16] " καὶ λοιπὸν ὅσα τῷ σώματι προσάγεται ὑπὸ τῶν γυμναζόντων αὐτό, ἂν μὲν ὧδέ που ῥέπῃ πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἴη ἂν καὶ αὐτὰ ἀσκητικά: ἂν δὲ πρὸς ἐπίδειξιν, ἔξω νενευκότος ἐστὶ καὶ ἄλλο τι θηρωμένου καὶ θεατὰς ζητοῦντος τοὺς ἐροῦντας "ὦ[ς] μεγάλου ἀνθρώπου" [17] 3. διὰ τοῦτο καλῶς ὁ Ἀπολλώνιος ἔλεγεν ὅτι "ὅταν θέλῃς σαυτῷ ἀσκῆσαι, διψῶν ποτε καύματος ἐφέλκυσαι βρόγχον ψυχροῦ καὶ ἔκπτυσον καὶ μηδενὶ εἴπῃς".


Τί ἐρημία καὶ ποῖος ἔρημος Επεξεργασία

Ἐρημία ἐστὶ κατάστασίς τις ἀβοηθήτου. οὐ γὰρ ὁ μόνος ὢν εὐθὺς καὶ ἔρημος, ὥσπερ οὐδ' ὁ ἐν πολλοῖς ὢν οὐκ ἔρημος. [2] ὅταν γοῦν ἀπολέσωμεν ἢ ἀδελφὸν ἢ υἱὸν ἢ φίλον, ᾧ προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθ' ὅτε πλῆθος δούλων ἔχοντες. [3] θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν. οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ καὶ αἰδήμονος καὶ ὠφελίμου. [4] ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ ὁ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ: "τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε τὸν Ἀπόλλωνα οὔτε ὅλως ἢ ἀδελφὸν ἢ υἱὸν ἢ ἔγγονον ἢ συγγενῆ" [5] 3. ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνικοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι ἀνθρώποις. [6] ἀλλ' οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύνασθαι αὐτὸν ἑαυτῷ συνεῖναι: [7] ὡς ὁ Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφ' ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοίκησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις γίνεται πρεπούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν, μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ ἀπορεῖν: [8] ἐφιστάνειν τῇ θείᾳ διοικήσει, τῇ αὑτῶν πρὸς τἆλλα σχέσει: ἐπιβλέπειν, πῶς πρότερον εἴχομεν πρὸς τὰ συμβαίνοντα, πῶς νῦν: τίνα ἐστὶν ἔτι τὰ θλίβοντα: πῶς ἂν θεραπευθῇ καὶ ταῦτα, πῶς ἐξαιρεθῇ: εἴ τινα ἐξεργασίας δεῖται τούτων, κατὰ τὸν αὐτῶν λόγον ἐξεργάζεσθαι.

Ὁρᾶτε γάρ, [9] ὅτι εἰρήνην μεγάλην ὁ Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι οὐδὲ μάχαι οὐδὲ λῃστήρια μεγάλα οὐδὲ πειρατικά, ἀλλ' ἔξεστιν πάσῃ ὥρᾳ ὁδεύειν, πλεῖν ἀπ' ἀνατολῶν ἐπὶ δυσμάς. [10] μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἢ ἀπὸ σεισμοῦ ἢ ἀπὸ κεραυνοῦ; ἄγε ἀπ' ἔρωτος; οὐ δύναται. ἀπὸ πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπ' οὐδενὸς ἁπλῶς τούτων: [11] ὁ δὲ λόγος ὁ τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; "ἄν μοι προσέχητε, ὦ ἄνθρωποι, ὅπου ἂν ἦτε, ὅ τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ ἐλεύθεροι διάξετε ἀπὸ πάντων" [12] 3. ταύτην τὴν εἰρήνην τις ἔχων [οὐχὶ] κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαρος ̔πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;̓, ἀλλ' ὑπὸ τοῦ θεοῦ κεκηρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν ᾖ μόνος, ἐπιβλέπων καὶ ἐνθυμούμενος " [13] 3νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας: πᾶσα ὁδός, πᾶσα πόλις, πᾶσ[α] σύνοδος, γείτων, κοινωνὸς ἀβλαβής. ἄλλος παρέχει τροφάς, ᾧ μέλει, ἄλλος ἐσθῆτα, ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις. [14] ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει, τὴν θύραν ἤνοιξεν καὶ λέγει σοι "ἔρχου". ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλ' ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοιχεῖα. [15] ὅσον ἦν ἐν σοὶ πυρός, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδ' Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν μεστὰ καὶ δαιμόνων" [16] 3; ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον ἢ καὶ ἀβοήθητος. [17] "τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με;" μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.

Ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; [18] τί χείρονας ἑαυτοὺς ποιῶμεν τῶν παιδαρίων; ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ; ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ: καὶ οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς. [19] ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλ' ἐκεῖνα ὑπ' ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δ' ὑπὸ φρονήσεως δυστυχοῦμεν;

Πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. [20] φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν . [21] .. ἀλλ' οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄῤῥωστος, ἵνα ποθ' ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον: ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δ' εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ. [22] οὔ: ἀλλ' εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι. [23] δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.


Σποράδην τινά Επεξεργασία

Ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται. [2] ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου. [3] σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

Ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, [4] ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας. [5] "ἐγὼ ὕδωρ πίνω." διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖ[ν] πίνειν, πῖνε: εἰ δὲ μή, γελοίως ποιεῖς. [6] εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;

Τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, [7] τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατ' οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατ' ἔνστασιν.

Δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, [8] οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων. [9] τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δ' οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον. οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη: [10] καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτ' ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

" [11] 3Κρείσσων εἰμὶ σοῦ: ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν." ἄλλος λέγει " [12] 3ἐγὼ δεδημάρχηκα, σὺ δ' οὔ". εἰ δ' ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι "ὁ πατήρ μου ὠκύτερος ἦν" ἢ ὅτι "ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον" ἢ ὅτι "κομψὰ περιτραχήλια"; εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι "ἔστω ταῦτα, τρέχωμεν οὖν" [13] 3; ἄγε, ἐπ' ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφ' ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτ' ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη; [14] τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵν' ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι "μεγάλα λακτίζω", ἐρῶ σοι κἀγὼ ὅτι "ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς".


Ὅτι δεῖ περιεσκεμμένως ἔρχεσθαι ἐφ' ἕκαστα Επεξεργασία

Ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἔρχου ἐπ' αὐτό. εἰ δὲ μή, τὴν μὲν πρώτην ἥξεις προθύμως ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμημένος, ὕστερον δ' ἀναφανέντων τινῶν αἰσχρῶς ἀποστήσῃ. [2] "θέλω Ὀλύμπια νικῆσαι." ἀλλὰ σκόπει τὰ καθηγούμενα αὐτοῦ καὶ τὰ ἀκόλουθα: καὶ οὕτως ἄν σοι λυσιτελῇ, ἅπτου τοῦ ἔργου. [3] δεῖ σε εὐτακτεῖν, ἀναγκοφαγεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει: μὴ ψυχρὸν πίνειν, μὴ οἶνον ὅτ' ἔτυχεν: ἁπλῶς ὡς ἰατρῷ [γὰρ] παραδεδωκέναι σεαυτὸν τῷ ἐπιστάτῃ: [4] εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι, ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι: καὶ μετὰ τούτων πάντων ἔσθ' ὅτε νικηθῆναι. [5] ταῦτα λογισάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν: εἰ δὲ μή, ὅρα ὅτι ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν ἀθλητὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ ὅ τι ἂν ἴδῃ καὶ θαυμάσῃ. [6] οὕτως καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα φιλόσοφος, εἶτα ῥήτωρ, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν, ἀλλ' ὡς ὁ πίθηκος πᾶν ὃ ἂν ἴδῃς μιμῇ καὶ ἀεί σοι ἄλλο ἐξ ἄλλου ἀρέσκει, τὸ σύνηθες δ' ἀπαρέσκει. [7] οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας ὅλον τὸ πρᾶγμα οὐδὲ βασανίσας, ἀλλ' εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν.

[8] Οὕτως τινὲς ἰδόντες φιλόσοφον καὶ ἀκούσαντές τινος οὕτως λέγοντος, ὡς Εὐφράτης λέγει ̔καίτοι τίς οὕτως δύναται εἰπεῖν ὡς ἐκεῖνος;̓, θέλουσιν καὶ αὐτοὶ φιλοσοφεῖν. [9] ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν ὀσφῦν. [10] ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν; [11] ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ, ἐν δίκῃ. [12] ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος. [13] ταῦτα οὐ συμφωνεῖ: ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν: ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός: ἢ περὶ τὰ ἔσω φιλοπονεῖν ἢ περὶ τὰ ἔξω: τοῦτ' ἔστι φιλοσόφου στάσιν ἔχειν ἢ ἰδιώτου.

Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι " [14] 3Νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;": ὁ δὲ "Μὴ παρέργως ποτ'", ἔφη, "ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;"


Ὅτι εὐλαβῶς δεῖ συγκαθιέναι εἰς συμπεριφοράν Επεξεργασία

Ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ. [2] καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, ἢ αὐτὸς ἐκεῖνον ἀποσβέσει ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει. [3] τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένους, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης: τί γὰρ ποιήσεις, [4] ἂν περὶ μονομάχων λαλῇ[ς], ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων: "ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός: τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς": ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται; [5] ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστ' εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστ' ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας; [6] πόθεν ὑμῖν; ἀλλ' ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.

Διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; [7] ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν: διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν. [8] πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα. [9] μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν: εἰ δὲ μή, καθ' ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε. [10] μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε. [11] διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας "[ε]ἴδ' ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος" [12] 3. οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες. [13] καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη: πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς. [14] οὔ: ἀλλ' ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον: εἶτ' ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί. [15] καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτ' ἐπιστροφὴ ἐφ' αὑτὸν καὶ παρατήρησις "πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ; [16] " εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.


Περὶ προνοίας Επεξεργασία

Ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν. [2] "ναί, ἀλλ' ὁ ἄδικος πλέον ἔχει." ἐν τίνι; ἐν ἀργυρίῳ: πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν; [3] ἀλλ' ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις: ἀλλ' ὅπου κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα. [4] κἀγώ ποτ' εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; -- "Μὴ γένοιτο", φησίν, " [5] 3ἐκείνη ἡ ἡμέρα." -- Τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθ' οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; Ὡμολόγει. Τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον; [6] μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων ἐστίν, καὶ οὐδέποτ' ἀγανακτήσετε. [7] "ἀλλ' ἡ γυνή μοι κακῶς χρῆται." καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε "ἡ γυνή μοι κακῶς χρῆται". "ἄλλο οὖν οὐδέν; [8] " οὐδέν. "ὁ πατήρ μοι οὐδὲν δίδωσιν." .c 7 ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι; [9] διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.


Ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι Επεξεργασία

Ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται. μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, [2] ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; -- Οὐδαμῶς. -- Ἀλλ' ὅτι ἀπέθανέν τις: τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει: τί οὖν πρὸς σέ; [3] ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται: ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ' ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον: ἐσώθης, οὐκ ἐπὶ σέ. [4] [οὐκοῦν] ἀλλ' ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δ' οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; -- Οὔ. -- Τί οὖν ἔτι σοι μέλει; [5] ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέσ[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται. [6] πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. [7] τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ: ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ; [8] σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι: τοῦτο φυλάσσου μόνον: κριθῆναι δ' ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν. " [9] 3ἀπειλεῖ σοι ὁ δεῖνα." ἐμοί; οὔ. "ψέγει σε." αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. "μέλλει σε κατακρινεῖν ἀδίκως." ἄθλιος.


Τίς στάσις ἰδιώτου καὶ φιλοσόφου Επεξεργασία

Ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου: ὁ μὲν λέγει "οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα", ὁ δ', ἄν ποτ' εἰπεῖν ἀναγκασθῇ, "οὐαί μοι" [2] 3 ἐπιστήσας λέγει "δι' ἐμέ". προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν. [3] ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ' ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα, ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ [4] αμεν. νῦν δ' ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν ἔδει μεταβῆναι αὐτόν; [5] πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθ' ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ παιδίου ἡμῶν: τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει. [6] οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματ[ικ]ος, ἐν βίῳ ὁ ἀπαίδευτος.


Ὅτι ἀπὸ πάντων τῶν ἐκτὸς ἔστιν ὠφελεῖσθαι Επεξεργασία

Ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ' ἐν τοῖς ἐκτός. [2] οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι. ἀλλὰ τί; [3] τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ' ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό. [4] ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. -- Ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι; -- Τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ π[λ]ηρώσεως γὰρ οὐκ ἔστιν, [5] μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτ' ἀπέθνῃσκεν; -- Τοιαῦτά τις εἰπὼν ὠφεληθείη [ἢ] οἷα ἐκεῖνος ὠφελήθη. -- Ἔα, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα; [6] οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον; ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών; [7] οὔ: ἀλλ' ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως; [8] ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ' ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα δι' αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων.

Ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι; [9] -- Ἀπὸ πάντων. -- Καὶ ἀπὸ τοῦ λοιδοροῦντος; -- Τί δ' ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται: τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον. [10] οὔ: ἀλλ' ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει "ἆρον ὕπερον ἀμφοτέραις" καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ: εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με; [11] τοῦτ' ἔστι τὸ μὴ εἰδέναι ἀπ' ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ: ἀλλ' ἐμοὶ ἀγαθός: γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές. [12] κακὸς πατήρ; αὑτῷ: ἀλλ' ἐμοὶ ἀγαθός. τοῦτ' ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον: "οὗ θέλεις", φησίν, "ἅψαι καὶ χρυσοῦν ἔσται". οὔ: ἀλλ' ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων: πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται. " [13] 3τὸν θάνατον τί ποιήσεις;" τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ ἢ ἵνα δείξῃς2[ε] ἔργῳ δι' αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν; [14] "τὴν νόσον τί ποιήσεις;" δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν. [15] τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν.

Οὔ: ἀλλὰ " [16] 3βλέπε μὴ νοσήσῃς: κακόν ἐστιν". οἷον εἴ τις ἔλεγεν "βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι: κακόν ἐστιν". ἄνθρωπε, πῶς κακόν; ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει; [17] ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν; [18] ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δ' οὐδεὶς ἀποφέρει: ἀλλ' εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας. [19] καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθ' ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.


Πρὸς τοὺς εὐκόλως ἐπὶ τὸ σοφιστεύειν ἐρχομένους Επεξεργασία

Ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν. [2] πρῶτον αὐτὸ πέψον, εἶθ' οὕτω μὴ ἐξεμέσῃς: εἰ δὲ μή, ἔμετος τῷ ὄντι γίνεται, πρᾶγμ' ἀκάθαρτον καὶ ἄβρωτον. [3] ἀλλ' ἀπ' αὐτῶν ἀναδοθέντων δεῖξόν τινα ἡμῖν μεταβολὴν τοῦ ἡγεμονικοῦ τοῦ σεαυτοῦ, ὡς οἱ ἀθληταὶ τοὺς ὤμους, ἀφ' ὧν ἐγυμνάσθησαν καὶ ἔφαγον, ὡς οἱ τὰς τέχνας ἀναλαβόντες, ἀφ' ὧν ἔμαθον. [4] οὐκ ἔρχεται ὁ τέκτων καὶ λέγει "ἀκούσατέ μου διαλεγομένου περὶ τῶν τεκτονικῶν", ἀλλ' ἐκμισθωσάμενος οἰκίαν ταύτην κατασκευάσας δείκνυσιν, ὅτι ἔχει τὴν τέχνην. [5] τοιοῦτόν τι καὶ σὺ ποίησον: φάγε ὡς ἄνθρωπος, πίε ὡς ἄνθρωπος, κοσμήθητι, γάμησον, παιδοποίησον, πολίτευσαι: ἀνάσχου λοιδορίας, ἔνεγκε ἀδελφὸν ἀγνώμονα, ἔνεγκε πατέρα, ἔνεγκε υἱόν, γείτονα, σύνοδον. [6] ταῦτα ἡμῖν δεῖξον, ἵν' ἴδωμεν, ὅτι μεμάθηκας ταῖς ἀληθείαις τι τῶν φιλοσόφων. οὔ: ἀλλ' "ἐλθόντες ἀκούσατέ μου σχόλια λέγοντος". ὕπαγε, ζήτει τίνων κατεξεράσεις. [7] "καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια ὡς οὐδείς, τὴν λέξιν διαλύσω καθαρώτατα, προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν."

[8] Εἶτα τούτου ἕνεκα ἀπολίπωσιν οἱ νέοι τὰς πατρίδας καὶ τοὺς γονεῖς τοὺς αὑτῶν, ἵν' ἐλθόντες λεξείδιά σου ἐξηγουμένου ἀκούσωσιν; [9] οὐ δεῖ αὐτοὺς ὑποστρέψαι ἀνεκτικούς, συνεργητικούς, ἀπαθεῖς, ἀταράχους, ἔχοντάς τι ἐφόδιον τοιοῦτον εἰς τὸν βίον, ἀφ' οὗ ὁρμώμενοι φέρειν δυνήσονται τὰ συμπίπτοντα καλῶς καὶ κοσμεῖσθαι ὑπ' αὐτῶν; [10] καὶ πόθεν σοι μεταδιδόναι τούτων ὧν οὐκ ἔχεις; αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς ἢ περὶ ταῦτα κατετρίβης, πῶς οἱ συλλογισμοὶ ἀναλυθήσονται, πῶς οἱ μεταπίπτοντες, πῶς οἱ τῷ ἠρωτῆσθαι περαίνοντες; " [11] 3ἀλλ' ὁ δεῖνα σχολὴν ἔχει: διὰ τί μὴ κἀγὼ σχῶ;" οὐκ εἰκῇ ταῦτα γίνεται, ἀνδράποδον, οὐδ' ὡς ἔτυχεν, ἀλλὰ καὶ ἡλικίαν εἶναι δεῖ καὶ βίον καὶ θεὸν ἡγεμόνα. [12] οὔ: ἀλλ' ἀπὸ λι[πο]μένος μὲν οὐδεὶς ἀνάγεται μὴ θύσας τοῖς θεοῖς καὶ παρακαλέσας αὐτοὺς βοηθοὺς οὐδὲ σπείρουσιν ἄλλως οἱ ἄνθρωποι εἰ μὴ τὴν Δήμητρα ἐπικαλεσάμενοι: τηλικούτου δ' ἔργου ἁψάμενός τις ἄνευ θεῶν ἀσφαλῶς ἅψεται καὶ οἱ τούτῳ προσιόντες εὐτυχῶς προσελεύσονται; [13] τί ἄλλο ποιεῖς, ἄνθρωπε, ἢ τὰ μυστήρια ἐξορχῇ καὶ λέγεις "οἴκημά ἐστι καὶ ἐν Ἐλευσῖνι, ἰδοὺ καὶ ἐνθάδε. ἐκεῖ ἱεροφάντης: καὶ ἐγὼ ποιήσω ἱεροφάντην. ἐκεῖ κήρυξ: κἀγὼ κήρυκα καταστήσω. ἐκεῖ δᾳδοῦχος: κἀγὼ δᾳδοῦχον. ἐκεῖ δᾷδες: καὶ ἐνθάδε. αἱ φωναὶ αἱ αὐταί: τὰ γινόμενα τί διαφέρει ταῦτα ἐκείνων" [14] 3; ἀσεβέστατε ἄνθρωπε, οὐδὲν διαφέρει; καὶ παρὰ τόπον ταῦτα ὠφελεῖ καὶ παρὰ καιρόν: καὶ μετὰ θυσίας δὲ καὶ μετ' εὐχῶν καὶ προηγνευκότα καὶ προδιακείμενον τῇ γνώμῃ, ὅτι ἱεροῖς προσελεύσεται καὶ ἱεροῖς παλαιοῖς. οὕτως ὠφέλιμα γίνεται τὰ μυστήρια, [15] οὕτως εἰς φαντασίαν ἐρχόμεθα, ὅτι ἐπὶ παιδείᾳ καὶ ἐπανορθώσει τοῦ βίου κατεστάθη πάντα ταῦτα ὑπὸ τῶν παλαιῶν. [16] σὺ δ' ἐξαγγέλλεις αὐτὰ καὶ ἐξορχῇ παρὰ καιρόν, παρὰ τόπον, ἄνευ θυμάτων, ἄνευ ἁγνείας: οὐκ ἐσθῆτα ἔχεις ἣν δεῖ τὸν ἱεροφάντην, οὐ κόμην, οὐ στρόφιον οἷον δεῖ, οὐ φωνήν, οὐχ ἡλικίαν, οὐχ ἥγνευκας ὡς ἐκεῖνος, ἀλλ' αὐτὰς μόνας τὰς φωνὰς ἀνειληφὼς λέγεις. ἱεραί εἰσιν αἱ φωναὶ αὐταὶ καθ' αὑτάς;

Ἄλλον τρόπον δεῖ ἐπὶ ταῦτα ἐλθεῖν: [17] μέγα ἐστὶ τὸ πρᾶγμα, μυστικόν ἐστιν, οὐχ ὡς ἔτυχεν οὐδὲ τῷ τυχόντι δεδομένον. [18] ἀλλ' οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων: δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν, [19] ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν. [20] σὺ δ' ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας. [21] "ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια: κἀγὼ ἔχω." μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα; [22] τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον. [23] ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ: φιλόσοφον δὲ μηδέποτ' εἴπῃς σεαυτὸν μηδ' ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε "πεπλάνηται: ἐγὼ γὰρ οὔτ' ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδ' ὁρμῶ ἐπ' ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδ' ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως" [24] 3. ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατ' ἀξίαν φρονεῖν: εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.


Περὶ Κυνισμοῦ Επεξεργασία

Πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιῤῥεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν. [2] τοσοῦτον δ' ἔχω σοι εἰπεῖν, ὅτι ὁ δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο ἢ δημοσίᾳ θέλει ἀσχημονεῖν. [3] οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγει "ἐμὲ δεῖ οἰκονόμον εἶναι": εἰ δὲ μή, ἐπιστραφεὶς ὁ κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον, ἑλκύσας ἔτεμεν. [4] οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδ' οἰκοδεσπότης ἕκαστα ὁ διατάσσων. [5] "σὺ ἥλιος εἶ: δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως: ὕπαγε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα. [6] σὺ μοσχάριον εἶ: ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε: εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσελθὼν μάχου: σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ δύνασαι αὐτὸ ποιεῖν. [7] σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύματος ἐπὶ Ἴλιον: ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι μονομαχῆσαι: ἴσθι Ἀχιλλεύς. [8] " εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν ἠσχημόνησεν ἐν πλείοσι μάρτυσι.

Καὶ σὺ[μ]βούλευσαι περὶ πράγματος ἐπιμελῶς: [9] οὐκ ἔστιν οἷον δοκεῖ σοι. [10] "τριβώνιον καὶ νῦν φορῶ καὶ τόθ' ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρίδιον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν: κἂν ἴδω τινὰ δρωπακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα ἢ ἐν κοκκίνοις περιπατοῦντα. [11] " εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπ' αὐτοῦ: μὴ προσέλθῃς, οὐδέν ἐστι πρὸς σέ. [12] εἰ δ' οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς.

[13] Πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ: ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά: σοὶ μὴ ὀργὴν εἶναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον: μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλακουντάριον. [14] ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύψοντα πολλὰ ἔχουσιν. κέκλεικε τὴν θύραν, ἕστακέν τινα πρὸ τοῦ κοιτῶνος: "ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν, οὐ σχολάζει. [15] " ὁ Κυνικὸς δ' ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι: εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος. [16] οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦ ̔εἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ ἀποκρύψοντοσ̓ οὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν ἀποκρύψῃ ἢ πῶς; [17] ἂν δ' ἀπὸ τύχης ἐμπέσῃ ὁ παιδευτὴς ὁ κοινός, ὁ παιδαγωγός, οἷα πάσχειν ἀνάγκη; [18] ταῦτ' οὖν δεδοικότα ἐπιθαῤῥεῖν οἷόν τ' ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστατεῖν τοῖς ἄλλοις ἀνθρώποις; [19] ἀμήχανον, ἀδύνατον. πρῶτον οὖν τὸ ἡγεμονικόν σε δεῖ τὸ σαυτοῦ καθαρὸν ποιῆσαι καὶ τὴν ἔνστασιν ταύτην: " [20] 3νῦν ἐμοὶ ὕλη ἐστὶν ἡ ἐμὴ διάνοια, ὡς τῷ τέκτονι τὰ ξύλα, ὡς τῷ σκυτεῖ τὰ δέρματα: ἔργον δ' ὀρθὴ χρῆσις τῶν φαντασιῶν. [21] τὸ σωμάτιον δὲ οὐδὲν πρὸς ἐμέ: τὰ τούτου μέρη οὐδὲν πρὸς ἐμέ. θάνατος; ἐρχέσθω, ὅταν θέλῃ, εἴτε ὅλου εἴτε μέρους τινός. [22] φυγή; καὶ ποῦ δύναταί τις ἐκβαλεῖν; ἔξω τοῦ κόσμου οὐ δύναται. ὅπου δ' ἂν ἀπέλθω, ἐκεῖ ἥλιος, ἐκεῖ σελήνη, ἐκεῖ ἄστρα, ἐνύπνια, οἰωνοί, ἡ πρὸς θεοὺς ὁμιλία."

[23] Εἶθ' οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν, ἀλλ' εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς, ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δ' ἔστιν, οὐκ ἐνθυμοῦνται, [24] καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι. τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν ὁ Κυνικὸς τοῦ τίνα ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια. [25] καὶ δεῖ αὐτὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντ' ἀπαγγεῖλαι τἀληθῆ μήθ' ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολεμίους δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαντασιῶν παραταραχθέντα ἢ συγχυθέντα.

Δεῖ οὖν αὐτὸν δύνασθαι ἀνατεινάμενον, [26] ἂν οὕτως τύχῃ, καὶ ἐπὶ σκηνὴν τραγικὴν ἀνερχόμενον λέγειν τὸ τοῦ Σωκράτους "ἰὼ ἄνθρωποι, ποῖ φέρεσθε; τί ποιεῖτε, ὦ ταλαίπωροι; ὡς τυφλοὶ ἄνω καὶ κάτω κυλίεσθε: ἄλλην ὁδὸν ἀπέρχεσθε τὴν οὖσαν ἀπολελοιπότες, ἀλλαχοῦ ζητεῖτε τὸ εὔρουν καὶ τὸ εὐδαιμονικόν, ὅπου οὐκ ἔστιν, οὐδ' ἄλλου δεικνύοντος πιστεύετε. [27] τί αὐτὸ ἔξω ζητεῖτε; ἐν σώματι οὐκ ἔστιν. εἰ ἀπιστεῖτε, ἴδετε Μύρωνα, ἴδετε Ὀφέλλιον. ἐν κτήσει οὐκ ἔστιν. εἰ δ' ἀπιστεῖτε, ἴδετε Κροῖσον, ἴδετε τοὺς νῦν πλουσίους, ὅσης οἰμωγῆς ὁ βίος αὐτῶν μεστός ἐστιν. ἐν ἀρχῇ οὐκ ἔστιν. εἰ δὲ μή γε, ἔδει τοὺς δὶς καὶ τρὶς ὑπάτους εὐδαίμονας εἶναι: οὐκ εἰσὶ δέ. [28] τίσιν περὶ τούτου πιστεύσομεν; ὑμῖν τοῖς ἔξωθεν τὰ ἐκείνων βλέπουσιν καὶ ὑπὸ τῆς φαντασίας περιλαμπομένοις ἢ αὐτοῖς ἐκείνοις; [29] τί λέγουσιν; ἀκούσατε αὐτῶν, ὅταν οἰμώζωσιν, ὅταν στένωσιν, ὅταν δι' αὐτὰς τὰς ὑπατείας καὶ τὴν δόξαν καὶ τὴν ἐπιφάνειαν ἀθλιώτερον οἴωνται καὶ ἐπικινδυνότερον ἔχειν. [30] ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλ' οὐδ' Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ; πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας. καὶ αὐτὸς τί λέγει; πλάζομαι ὧδε, φησίν, καὶ ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω

στηθέων ἐκθρῴσκει. τάλας, τί τῶν σῶν ἔχει κακῶς; [31] ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος: τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ ὁρμῶμεν καὶ ἀφορμῶμεν. [32] πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγει "οὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι" [33] 3. ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. "μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες." ἂν δ' αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; "ναί, ἀλλ' οὐχ' ὑφ' ἓν πάντες." τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθ' ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή; [34] οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; "ἔξεστιν." τί οὖν πενθεῖς; "οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων." ἀτυχὴς βασιλεὺς οὐ γίνεται: οὐ μᾶλλον ἢ ἀτυχὴς θεός. [35] τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις: οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν: καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι. [36] τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; "οὔ", φησίν, "ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη. [37] " οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; "καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων;" τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;

" [38] 3Ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε." "ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν οὐδ' ἂν ἔξω ἐπλάζεσθε οὐδ' ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια. [39] ἐπιστρέψατε αὐτοὶ ἐφ' ἑαυτούς, καταμάθετε τὰς προλήψεις ἃς ἔχετε. ποῖόν τι φαντάζεσθε τὸ ἀγαθόν; τὸ εὔρουν, τὸ εὐδαιμονικόν, τὸ ἀπαραπόδιστον. ἄγε, μέγα δ' αὐτὸ φυσικῶς οὐ φαντάζεσθε; ἀξιόλογον οὐ φαντάζεσθε; ἀβλαβὲς οὐ φαντάζεσθε; [40] ἐν ποίᾳ οὖν ὕλῃ δεῖ ζητεῖν τὸ εὔρουν καὶ ἀπαραπόδιστον; ἐν τῇ δούλῃ ἢ ἐν τῇ ἐλευθέρᾳ;" "ἐν τῇ ἐλευθέρᾳ." "τὸ σωμάτιον οὖν ἐλεύθερον ἔχετε ἢ δοῦλον;" "οὐκ ἴσμεν." "οὐκ ἴστε ὅτι πυρετοῦ δοῦλόν ἐστιν, ποδάγρας, ὀφθαλμίας, δυσεντερίας, τυράννου, πυρός, σιδήρου, παντὸς τοῦ ἰσχυροτέρου; [41] " "ναὶ δοῦλον." "πῶς οὖν ἔτι ἀνεμπόδιστον εἶναί τι δύναται τῶν τοῦ σώματος; πῶς δὲ μέγα ἢ ἀξιόλογον τὸ φύσει νεκρόν, ἡ γῆ, ὁ πηλός; τί οὖν; οὐδὲν ἔχετε ἐλεύθερον;" "μήποτε οὐδέν." " [42] 3καὶ τίς ὑμᾶς ἀναγκάσαι δύναται συγκαταθέσθαι τῷ ψευδεῖ φαινομένῳ;" "οὐδείς." "τίς δὲ μὴ συγκαταθέσθαι τῷ φαινομένῳ ἀληθεῖ;" "οὐδείς." "ἐνθάδ' οὖν ὁρᾶτε, ὅτι ἔστι τι ἐν ὑμῖν ἐλεύθερον φύσει. [43] ὀρέγεσθαι δ' ἢ ἐκκλίνειν ἢ ὁρμᾶν ἢ ἀφορμᾶν ἢ παρασκευάζεσθαι ἢ προτίθεσθαι τίς ὑμῶν δύναται μὴ λαβὼν φαντασίαν λυσιτελοῦς ἢ μὴ καθήκοντος"; "οὐδείς." "ἔχετε οὖν καὶ ἐν τούτοις ἀκώλυτον καὶ ἐλεύθερον. [44] ταλαίπωροι, τοῦτο ἐξεργάζεσθε, τούτου ἐπιμέλεσθε, ἐνταῦθα ζητεῖτε τὸ ἀγαθόν."

Καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, [45] γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, ἄδουλον, ἄπολιν διεξάγειν εὐρόως; [46] ἰδοὺ ἀπέσταλκεν ὑμῖν ὁ θεὸς τὸν δείξοντα ἔργῳ, ὅτι ἐνδέχεται. [47] "ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτήμων, ἄδουλος: χαμαὶ κοιμῶμαι: οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν τριβωνάριον. [48] καὶ τί μοι λείπει[ν]; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει [με] ἀποτυγχάνοντα, πότ' ἐν ἐκκλίσει περιπίπτοντα; πότ' ἐμεμψάμην ἢ θεὸν ἢ ἄνθρωπον, πότ' ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν; πῶς δ' ἐντυγχάνω τούτοις, [49] οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυμάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βασιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;"

Ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδ' ἐπιβολή. [50] οὔ: ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι: καταφαγεῖν πᾶν ὃ [ε]ἂν δῷς ἢ ἀποθησαυρίσαι ἢ τοῖς ἀπαντῶσι λοιδορεῖσθαι ἀκαίρως ἢ καλὸν τὸν ὦμον δεικνύειν. [51] τηλικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι, ἄνθρωπε, οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον. [52] οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχημονῆσαι, οὐχὶ Ἀθηναίων μόνον ἢ Λακεδαιμονίων ἢ Νικοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.

Βούλευσαι ἐπιμελέστερον, [53] γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμβουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι ἢ πολλὰς πληγὰς λαβεῖν. [54] καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται: δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν. [55] οὔ: ἀλλ' ἄν τίς σε δέρῃ, κραύγαζε στὰς ἐν τῷ μέσῳ "ὦ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγωμεν ἐπὶ τὸν ἀνθύπατον" [56] 3. Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἢ ἀνθύπατος ἢ ἄλλος ἢ ὁ καταπεπομφὼς αὐτὸν καὶ ᾧ λατρεύει, ὁ Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἢ ἐκεῖνον; οὐ πέπεισται δ', ὅ τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν γυμνάζει; [57] ἀλλ' ὁ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμναζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλ' ἀόκνως ἐπετέλει πάντα τὰ προσταττόμενα: οὗτος δ' ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους; ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας: [58] "κακαί", ἔφη, "κεφαλαί, οὐ μενεῖτε; ἀλλ' ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν: πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε; [59] " ταχύ γ' ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρ' ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; [ὅ]τί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ; [60] ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως; [61] μᾶλλον δ' οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δ' ἂν ᾖ σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

Πυθομένου δὲ τοῦ νεανίσκου, [62] εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ; [63] ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵν' ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους. [64] ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν; [65] ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς. [66] σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

Γάμος δ', [67] ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; -- Ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδ' ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν; ὅμως δ' ἂν ὑποθώμεθα, [68] οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται. [69] τοιαύτης δ' οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτ' ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδ' ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δ' ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν; [70] ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι δεῖ τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί: εἰς νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν. [71] ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον, ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵν' αὐτὸ λούσῃ εἰς σκάφην: ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριον ̔γίνεται ἤδη πλείω σκευάριἀ [72] : τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος ὁ βασιλεὺς ὁ τοῖς κοινοῖς προσευκαιρῶν, ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλεν: ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ, ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον; [73] "σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς, σὺ ποδαγρᾷς: σὺ ἀνάτεινον, σὺ φάγε, σὺ ἀλούτησον: σὲ δεῖ τμηθῆναι, σὲ δεῖ καυθῆναι. [74] " ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παιδίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοιμάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι: εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι ἢ οὕτως ἀποκτεῖναι. [75] σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν, πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα. [76] -- Ναί: ἀλλὰ Κράτης ἔγημεν. -- Περίστασίν μοι λέγεις ἐξ ἔρωτος γενομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα. ἡμεῖς δὲ περὶ τῶν κοινῶν γάμων καὶ ἀπεριστάτων ζητοῦμεν καὶ οὕτως ζητοῦντες οὐχ εὑρίσκομεν ἐν ταύτῃ τῇ καταστάσει προηγούμενον τῷ Κυνικῷ τὸ πρᾶγμα.

Πῶς οὖν ἔτι, φησίν, διασώσει τὴν κοινωνίαν; [77] -- Τὸν θεόν σοι: μείζονα δ' εὐεργετοῦσιν ἀνθρώπους οἱ ἢ δύο ἢ τρία κακόρυγχα παιδία ἀνθ' αὑτῶν εἰσάγοντες ἢ οἱ ἐπισκοποῦντες πάντας κατὰ δύναμιν ἀνθρώπους, τί ποιοῦσιν, πῶς διάγουσιν, τίνος ἐπιμελοῦνται, τίνος ἀμελοῦσι παρὰ τὸ προσῆκον; [78] καὶ Θηβαίους μείζονα ὠφέλησαν ὅσοι τεκνία αὐτοῖς κατέλιπον Ἐπαμινώνδου τοῦ ἀτέκνου ἀποθανόντος; καὶ Ὁμήρου πλείονα τῇ κοινωνίᾳ συνεβάλετο Πρίαμος ὁ πεντήκοντα γεννήσας περικαθάρματα ἢ Δαναὸς ἢ Αἴολος; [79] εἶτα στρατηγία μὲν ἢ σύνταγμά τινα ἀπείρξει γάμου ἢ παιδοποιίας καὶ οὐ δόξει οὗτος ἀντ' οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν, ἡ δὲ τοῦ Κυνικοῦ βασιλεία οὐκ ἔσται ἀνταξία; [80] μήποτε οὐκ αἰσθανόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατ' ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλ' εἰς τοὺς νῦν ἀποβλέπομεν, τοὺς τραπεζῆας πυλαωρούς, οἳ οὐδὲν μιμοῦνται ἐκείνους ἢ εἴ [ὅ]τι ἄρα πόρδωνες γίνονται, ἄλλο δ' οὐδέν; [81] ἐπεὶ οὐκ ἂν ἡμᾶς ἐκίνει ταῦτα οὐδ' ἂν ἐπεθαυμάζομεν, εἰ μὴ γαμήσει ἢ παιδοποιήσεται. ἄνθρωπε, πάντας ἀνθρώπους πεπαιδοποίηται, τοὺς ἄνδρας υἱοὺς ἔχει, τὰς γυναῖκας θυγατέρας: πᾶσιν οὕτως προσέρχεται, οὕτως πάντων κήδεται. [82] ἢ σὺ δοκεῖς ὑπὸ περιεργίας λοιδορεῖσθαι τοῖς ἀπαντῶσιν; ὡς πατὴρ αὐτὸ ποιεῖ, ὡς ἀδελφὸς καὶ τοῦ κοινοῦ πατρὸς ὑπηρέτης τοῦ Διός.

Ἄν σοι δόξῃ, πυθοῦ μου καὶ εἰ πολιτεύσεται. [83] σαννίων, μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύ[σ]εται; [84] ἢ ἐν Ἀθηναίοις παρελθὼν ἐρεῖ τις περὶ προσόδων ἢ πόρων, ὃν δεῖ πᾶσιν ἀνθρώποις διαλέγεσθαι, ἐπίσης μὲν Ἀθηναίοις, ἐπίσης δὲ Κορινθίοις, ἐπίσης δὲ Ῥωμαίοις οὐ περὶ πόρων οὐδὲ περὶ προσόδων οὐδὲ περὶ εἰρήνης ἢ πολέμου, ἀλλὰ περὶ εὐδαιμονίας [ἢ] καὶ κακοδαιμονίας, περὶ εὐτυχίας καὶ δυστυχίας, περὶ δουλείας καὶ ἐλευθερίας; [85] τηλικαύτην πολιτείαν πολιτευομένου ἀνθρώπου σύ μου πυνθάνῃ εἰ πολιτεύσεται; πυθοῦ μου καί, εἰ ἄρξει: πάλιν ἐρῶ σοι: μωρέ, ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει;

Χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ. [86] ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι ὁμοίαν ἔμφασιν ἡ μαρτυρία αὐτοῦ ἔχει. [87] δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπ' αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἐνδείκνυσθαι, ὅτι ἡ ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαιτα οὐδὲ τὸ σῶμα λυμαίνεται: " [88] 3ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν." ὡς Διογένης ἐποίει: στίλβων γὰρ περιήρχετο καὶ κατ' αὐτὸ τὸ σῶμα ἐπέστρεφε τοὺς πολλούς. [89] ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ: πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλ' αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν.

[90] Δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα ̔εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δ' οὐδέν̓, ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν. [91] ὡς Διογένης πρὸς τὸν εἰπόντα "σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς;" "καὶ πῶς", ἔφη, "σὲ θεοῖς ἐχθρὸν νομίζων;" [92] πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι "οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα" ἔνυπνος ἔτι ὢν ἀπήντησεν "ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλεν".

[93] Πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου: εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις. [94] ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν. [95] ὅταν ἴδῃ[ς], ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δ' αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δ', ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δ' αὐτῷ πρόχειρον τὸ ἄγου δέ μ' ὦ Ζεῦ καὶ σύ γ' ἡ Πεπρωμένη, καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω: [96] διὰ τί μὴ θαῤῥήσῃ παῤῥησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς; [97] διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος: οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ. [98] ἐὰν δ' ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι: οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις; [99] τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλ[λ]οῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;

[100] Τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστ' αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον: οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει: τὸ σωμάτιον δ' αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται. [101] μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων. [102] οὐδέποτ' οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται. ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, [103] ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵν' εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν. [104] μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος; [105] ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δ' ἄλλων ἕνεκα ὕπτιος ῥέγκει: εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται. [106] σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί: καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ "ὕπαγε, ζήτει τὰ παιδία: ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δ' οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει".

Περὶ τοιούτου πράγματος βουλεύῃ. [107] ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν. [108] ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ: "ὕπαγε", φησίν, "μᾶλλον εἰς οἶκον καὶ ὕφαινε: πόλεμος δ' ἄνδρεσσι μελήσει

πᾶσι, μάλιστα δ' ἐμοί." [109] οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.


Πρὸς τοὺς ἀναγιγνώσκοντας καὶ διαλεγομένους ἐπιδεικτικῶς Επεξεργασία

Τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ: εἶθ' οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων οὕτως ὁρῶμεν γινόμενα. [2] οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθ' οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοιαύτη τρῖψις, τοιαύτη γυμνασία: εἰ σταδιοδρόμος, πάντα ταῦτα ἀλλοῖα: εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑρήσεις καὶ ἐπὶ τῶν τεχνῶν. [3] εἰ τέκτων, τοιαῦτα ἕξεις: εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφ' ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν: ἐὰν δ' ἐφ' ὃ μὴ δεῖ, διεσφαλμένως. [4] λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ ἀναφορά, ἡ δ' ἰδία. πρῶτον ἵν' ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, † εἰ βλαπτικῶς † καὶ ἐπιεικῶς, ὡς θηρίον. [5] ἡ δ' ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ. [6] ὅταν οὖν λέγῃς "δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν", σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτ' ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφ' ὃ δεῖ. ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι; [7] εὐθὺς ἀκούεις λέγοντος "ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος;" καὶ καλῶς λέγει. οὐδὲ[ν] γὰρ τῷ μουσικῷ, καθὸ μουσικός ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ. [8] οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ τέκτων οὐδ' εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.

Θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; [9] φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν. τίς ἐκκλίσεως; [10] μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ: ἂν δὲ ψεύσῃ, ἐρῶ σοι "πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες: [11] πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες "τί σοι ἔδοξα;" "θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν." "πῶς δ' εἶπον ἐκεῖνο;" "τὸ ποῖον;" "ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας. [12] " "ὑπερφυῶς." εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον πεῖθε. [13] τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον; τὸν δεῖνα δ' οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; -- Μὴ γένοιτο. [14] -- Τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; -- Εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. -- Πόθεν τοῦτο; -- Ἐμὲ θαυμάζει. -- Εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν λεληθότως; [15] ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτ' ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα "μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος", τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ "οὗτός τινά ποτέ μου χρείαν ἔχει" [16] 3; ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφ' αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα; [17] -- Ζητεῖ, φησί. -- Τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ: ἀλλὰ πῶς δεῖ φράζειν: τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. "οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον." ὅλον ἄλλο ἐστίν. [18] μή τι λέγει "ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν"; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ "ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν;" καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι "πρῶτον μάθε, τί λέγεις, εἶθ' οὕτως λέγε".

[19] Οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις ἄλλους ὠφελεῖν; "σήμερόν μου πολλῷ πλείονες ἤκουσαν." "ναί, πολλοί." "δοκοῦμεν ὅτι πεντακόσιοι." "οὐδὲν λέγεις: θὲς αὐτοὺς χιλίους." "Δίωνος οὐδέποτ' ἤκουσαν τοσοῦτοι." "πόθεν αὐτῷ;" "καὶ κομψῶς αἰσθάνονται λόγων." " [20] 3τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται." ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους: ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δ' ὡς Λυσίου καὶ Ἰσοκράτους. "πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ: ἀλλὰ τίνι ποτὲ λόγῳ: τοῦτ' ἐκείνου λειότερον. [21] " μὴ γὰρ ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε, ἀλλ' ἐκεῖνο μᾶλλον ἐβλέπετε "ἐμὲ δ' Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ" καὶ ὅτι "ὡς ἐγὼ ἀ[ι]εὶ τοιοῦτος οἷος μηδενὶ προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται" [22] 3. διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι "οἶδά τι καὶ διδάσκω"; ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπ' αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν καὶ συνίστανεν. [23] οὔ: ἀλλὰ προσπέμπων ἔλεγεν "ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου". τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε: καὶ τί σοι ἀγαθόν ἐστιν; [24] "ἀλλ' ἐπαίνεσόν με." τί λέγεις τὸ ἐπαίνεσον; "εἰπέ μοι "οὐᾶ" καὶ "θαυμαστῶς"". ἰδοὺ λέγω. εἰ δ' ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν ἐν τῇ τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαινέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με καὶ ἐπαινέσω. [25] τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν; μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω: μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον, τί λέγει Σωκράτης: "οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι". "ὥσπερ μειρακίῳ" φησίν. [26] ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι "τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν ὑμετέραν σωτηρίαν".

Φιλόσοφος δ' ἐπ' ἀκρόασιν παρακαλεῖ; [27] -- Οὐχὶ δ' ὡς ὁ ἥλιος ἄγει αὐτὸς ἐφ' ἑαυτὸν τὴν τροφήν, οὕτως δὲ καὶ οὗτος ἄγει τοὺς ὠφεληθησομένους; ποῖος ἰατρὸς παρακαλεῖ, ἵνα τις ὑπ' αὐτοῦ θεραπευθῇ; καίτοι νῦν ἀκούω ὅτι καὶ οἱ ἰατροὶ παρακαλοῦσιν ἐν Ῥώμῃ: πλὴν ἐπ' ἐμοῦ παρεκαλοῦντο. [28] "παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι, ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής." κομψὴ παράκλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων. [29] εἴωθε λέγειν ὁ Ῥοῦφος "εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δ' οὐδὲν λέγω". τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ' ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν: οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά. [30] ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ τοῦ φιλοσόφου σχολεῖον: οὐ δεῖ ἡσθέντας ἐξελθεῖν, ἀλλ' ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλ' ὁ μὲν ὦμον ἐκβεβληκώς, ὁ δ' ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ δὲ κεφαλαλγῶν. [31] εἶτ' ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια καὶ ἐπιφωνημάτια, ἵν' ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε, ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κεφαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ ἀπόστημα; [32] εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι "οὐᾶ" φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκράτης ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;

Τί οὖν; [33] οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; -- Τίς γὰρ οὐ λέγει; ὡς ὁ ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπιδεικτικόν; [34] τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται: καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέλουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ δ' αὐτὰ ζητοῦσι. [35] τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφ' ἑαυτοῖς. [36] οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει. [37] ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη: εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι "καλῶς μου ἥψατο ὁ φιλόσοφος: οὐκέτι δεῖ ταῦτα ποιεῖν" [38] 3; οὐχὶ δ', ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα "κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην", ἄλλος "οὔ: ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην"; τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;


Περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ' ἡμῖν Επεξεργασία

Τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω: οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν. [2] ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρ' αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν. [3] πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δ' ἀλλότρια: τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δ' ἀκώλυτα ἴδια: τὴν δ' οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον, ἐν τοῖς ἰδίοις. [4] "ἀλλ' ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται." διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας. [5] σὺ δ' ἀντὶ τίνος; ἐπὶ τί κλάεις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλ' ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀ[ι]εὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις. [6] τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα. [7] -- Ναί: ἀλλ' ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. -- Ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵν' ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν; [8] ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδ' ἡμεῖς ποῦ ἀποδημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσεῤῥιζωμένοι: ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίωμεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία;

[9] Οὐκ ἀπογαλακτίσομεν ἤδη ποθ' ἑαυτοὺς καὶ μεμνησόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων; [10] εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δ' ἐπιγίνεσθαι, τὰ μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι. [11] πάντα δὲ φίλων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων: καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δ' ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι χαίροντας, τοῖς δ' ἀπαλλαττομένοις μὴ ἀχθομένους. [12] ὁ δ' ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐῤῥιζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ ἄλλοτ' ἐπ' ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.

Καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν: [13] πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω: καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δ' ἀντεισάγοντα. [14] καίτοι πόσους οἴει φίλους ἔσχεν ἐν Θήβαις, πόσους ἐν Ἄργει, πόσους ἐν Ἀθήναις, πόσους δὲ περιερχόμενος ἐκτήσατο, ὅς γε καὶ ἐγάμει, ὅπου καιρὸς ἐφάνη αὐτῷ, καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπέλειπεν οὐ στένων οὐδὲ ποθῶν οὐδ' ὡς ὀρφανοὺς ἀφιείς; [15] ᾔδει γάρ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός, ἀλλὰ πάντων ἀ[ι]εὶ καὶ διηνεκῶς ὁ πατήρ ἐστιν ὁ κηδόμενος. [16] οὐ γὰρ μέχρι λόγου ἠκηκόει, ὅτι πατήρ ἐστιν ὁ Ζεὺς τῶν ἀνθρώπων, ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἃ ἔπραττεν. τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαιμόνως. [17] οὐδέποτε δ' ἐστὶν οἷόν τ' εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐδαιμονοῦν ἀπέχειν δεῖ πάντα ἃ θέλει, πεπληρωμένῳ τινὶ ἐοικέναι: οὐ δίψος δεῖ προσεῖναι αὐτῷ, οὐ λιμόν. [18] -- Ἀλλ' ὁ Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτρα[ι]ς καθεζόμενος. -- Σὺ δ' Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ; ἢ εἰ ταῖς ἀληθείαις ἔκλαεν, τί ἄλλο ἢ ἐδυστύχει; τίς δὲ καλός τε καὶ ἀγαθὸς δυστυχεῖ; [19] τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵν' ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες. ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδ' ὅσια ἐνθυμηθῆναι, [20] ἀλλ' ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν; τίς δ' οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι οὐ δυνατὸν ἀεί; [21] τί οὖν; τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀνδραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος, ὡς μόνον οἷόν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ.

Ἀλλ' ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με. [22] -- Διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους; καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλ' ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος. [23] λύπη δ' ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δ' ἐμὴ ἐμόν. ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπ' ἐμοὶ γάρ ἐστιν: τὸ δ' ἀλλότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δ' οὐ πειράσομαι. [24] εἰ δὲ μή, θεομαχήσω, ἀντιθήσω πρὸς τὸν Δία, ἀντιδιατάξομαι αὐτῷ πρὸς τὰ ὅλα. καὶ τἀπίχειρα τῆς θεομαχίας ταύτης καὶ ἀπειθείας οὐ παῖδες παίδων ἐκτίσουσιν, ἀλλ' αὐτὸς ἐγὼ μεθ' ἡμέραν, νυκτὸς διὰ τῶν ἐνυπνίων ἐκπηδῶν, ταρασσόμενος, πρὸς πᾶσαν ἀπαγγελίαν τρέμων, ἐξ ἐπιστολῶν ἀλλοτρίων ἠρτημένην ἔχων τὴν ἐμαυτοῦ ἀπάθειαν. [25] ἀπὸ Ῥώμης τις ἥκει. "μόνον μή τι κακόν." τί δὲ κακὸν ἐκεῖ σοι συμβῆναι δύναται, ὅπου μὴ εἶ; ἀπὸ τῆς Ἑλλάδος. "μόνον μή τι κακόν." οὕτως σοι πᾶς τόπος δύναται δυστυχίας εἶναι αἴτιος. οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, [26] ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων; οὕτως ἀσφαλῶς σοι τὰ πράγματα ἔχει; [27] -- Τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι; -- Τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον; ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν στεργομένων μὴ [ε]ἰδεῖν θάνατον; [28] οὐκ οἶσθ', ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα, τοῦ δὲ λῃστήν, τοῦ δὲ τύραννον; [29] τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι: τὸν μὲν ἀπώλεσαν, τὸν δ' ἐξώρισαν, τὸν δ' εἰς πρεσβείαν, ἄλλον δ' εἰς στρατ [30] είαν ἐνέβαλον. κάθησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

Ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, [31] ταῦτ' ἐμάνθανες; οὐκ οἶσθ', ὅτι στρατεία τὸ χρῆμά ἐστιν; τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα: οὐχ οἷόν τ' εἶναι πάντας ἐν τῷ αὐτῷ οὐδ' ἄμεινον. [32] σὺ δ' ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ ἐγκαλεῖς, ὅταν τί σοι προσταχθῇ τραχύτερον, καὶ οὐ παρακολουθεῖς, οἷον ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται, οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυπνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύεσθαι. [33] πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει: ἂν δ' ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε: καὶ τίς ἀνέξεταί σου κυβερνήτης; οὐχὶ δ' ὡς σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν; [34] οὕτως δὲ καὶ ἐνθάδε: στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα: [35] εἰ οἷόν τε, μαντευόμενον ἃ θέλει. οὐδὲ γὰρ ὅμοιος ἐκεῖνος ὁ στρατηγὸς καὶ οὗτος οὔτε κατὰ τὴν ἰσχὺν οὔτε κατὰ τὴν τοῦ ἤθους ὑπεροχήν. [36] τέταξαι ἐν πόλει † ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλ' ἀεὶ βουλευτής. οὐκ οἶσθ', ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δ' ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσεῤῥιζῶσθαι; [37] -- Ἡδὺ γάρ ἐστιν. -- Τίς οὔ φησιν; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν;

Οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας; [38] ὅτι Ἐπικουρείων καὶ κιναίδων; εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους; οὐκ ἀποῤῥίψεις ὡς μακροτάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν; [39] ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφ' ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτ' ἐπαινούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἵαν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός -- τί ἄν τις λέγοι; ἔξεστιν γὰρ τεκμαίρεσθαι. [40] ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους. τί θέλεις ἐν Ἀθήναις ποιεῖν; ταῦτα αὐτά; [41] μή τι ἕτερα; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς, τοὺς δ' οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ; [42] ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλ' ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων; [43] τί γὰρ λέγει; "ὁ προσποιούμενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενόδοξος: ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφάλαιον πάντων, δυστυχείτω, θρηνείτω."

Τί οὖν; [44] θέλεις με τὸν δεῖνα θεραπεύειν; ἐπὶ θύρα[ι]ς αὐτοῦ πορεύεσθαι; -- Εἰ[ς] τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώπων, διὰ τί μὴ ἀπέλθῃς; ἀλλ' ἐπὶ μὲν τὰς τοῦ σκυτέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδ' ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ; [45] -- Ναί: τὸν σκυτέα γὰρ οὐ θαυμάζω. -- Μηδὲ τὸν πλούσιον. -- Οὐδὲ τὸν κηπουρὸν κολακεύσω. -- Μηδὲ τὸν πλούσιον. Πῶς οὖν τύχω οὗ δέομαι; [46] -- Ἐγὼ δέ σοι λέγω ὅτι "ὡς τευξόμενος ἀπέρχου"; οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ σαυτῷ πρέπον; [47] -- Τί οὖν ἔτι πορεύομαι; -- Ἵν' ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου. [48] καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ: ὀβολοῦ γάρ εἰσιν, ταλάντου δ' οὐκ εἰσίν. [49] οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα: ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως: ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι δι' ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν: οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

Ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας. [50] πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας; οὐκ οἶσθ', ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς; [51] -- Τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς; -- Τί δ' ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν; αὐτὸ τὸ γράψαι. -- Ἔπαθλον οὖν οὐδέν; -- Σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν; [52] ἐν Ὀλυμπίᾳ δ' οὐδεὶς ἄλλο οὐδέν, ἀλλ' ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια. οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα; [53] πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσηγμένος καὶ ἤδη τῶν ἀνδρὸς ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀποθηλύνει κλαίοντα γύναια μωρά; οὕτως οὐδέποτε παύσει παιδίον: ὢν νήπιον; οὐκ οἶσθ', ὅτι ὁ τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος;

[54] Ἐν Ἀθήναις δ' οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοιτῶν; -- Ὃν ἐβουλόμην. -- Καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει: μόνον μὴ ταπεινῶς, μὴ μετ' ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς. [55] τοῦτο δ' οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδ' ἐν τῷ ἐπὶ θύραις στῆναι, ἀλλ' ἔνδον ἐν τοῖς δόγμασιν. [56] ὅταν τὰ ἐκτὸς καὶ ἀπροαίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δ' ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολακείας τόπος, ποῦ ταπεινοφροσύνης; τί ἔτι ποθεῖς τὴν ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους; [57] ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις. εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε.

Πῶς οὖν γένωμαι φιλόστοργος; [58] -- Ὡς γενναῖος, ὡς εὐτυχής: οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδ' ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμψασθαί ποτε θεὸν ἢ ἄνθρωπον. [59] οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων: εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, [τ]ἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι. [60] καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλ' ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον. [61] διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτ' ἀπολογούμενος οὐθ' ὑποτιμώμενος οὔτ' ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος. [62] ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀ[γ]γεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ δι' ἀδελφούς. [63] δι' οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα. [64] ἄγε, Διογένης δ' οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι; [65] ἀλλ' ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δ' ὡς τῷ θεῷ ὑποτεταγμένος. διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, [66] ἐξαίρετος δ' οὐδεμία: καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλ' αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Πεῤῥαιβοὺς δ' ἂν ἀπελθὼν ὡσαύτως εἶχεν. [67] οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι "ἐξ οὗ μ' Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα" [68] 3. πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει: "ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή: συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια. [69] "σὸν οὖν τί; χρῆσις φαντασιῶν." ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον: οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω. [70] τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπ' ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι" [71] 3. οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν, οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δ', ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τίνος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται; [72] εἰ δ' ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς διατριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν. [73] πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵν' αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵν' ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν; [74] τίς ὢν [ε]ἴδῃς, ἀνδράποδον; [75] δοῦλος καὶ ταπεινός: καὶ τί σοι ὄφελος; -- Οὔ: ἀλλ' ἐλεύθερος. -- Δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει "δοῦλος ἐμὸς εἶ: ἐπ' ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπ' ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν: ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας" [76] 3. τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δίδως; ἢ οὐδ' ὅλως ἀντιβλέπεις, ἀλλ' ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς; [77] ἄνθρωπε, εἰς φυλακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας. εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς; ὅταν δ' ἀποθνῄσκειν δέῃ, καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις; [78] ἐπὶ τοῦτο ἀπεδήμησας; τούτου ἕνεκα ἐζήτησάς τινι συμβαλεῖν, ἵν' ὠφεληθῇς ὑπ' αὐτοῦ; ποίαν ὠφέλειαν; συλλογισμοὺς ἵν' ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθετικούς; καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς; ὥστ' οὐχ ὑπὲρ εὐσταθείας ἀπεδήμεις, [79] οὐχ ὑπὲρ ἀταραξίας, οὐχ ἵν' ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις ἀποσῴζῃς ἀπαραποδίστως; [80] καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ μεταπίπτοντας καὶ ὑποθετικούς: κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον ὡς οἱ φαρμακοπῶλαι. [81] οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα; τί σοι κακὸν ἐποίησεν φιλοσοφία; τί σε ἠδίκησε Χρύσιππος, ἵν' αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγχῃς; οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ πλείω προσέλαβες; [82] κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς. τί οὖν ζῇς; ἵνα λύπας ἄλλας ἐπ' ἄλλαις περιβάλῃ, δι' ἃς ἀτυχεῖς; [83] εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν; ποίαν, ἄνθρωπε, φιλοστοργίαν; εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται: εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα.

Τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις; [84] πρῶτον μὲν ἡ ἀνωτάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἷόν ἐστι χύτρα, οἷον ὑάλινον ποτήριον, ἵν' ὅταν καταγῇ, μεμνημένος [μὴν] μὴ ταραχθῇς. [85] οὕτως καὶ ἐνθάδ', ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφ' ὅσον αὐτὴ θέλει, ἀλλ' ἀντίσπασον, κώλυσον, οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν καὶ ὑπομιμνῄσκοντες, ὅτι ἄνθρωποί εἰσιν. [86] τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς: ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδ' εἰς ἅπαν, ἀλλ' ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ ὥρᾳ τοῦ ἔτους: ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ. οὕτως κἂν τὸν υἱὸν ἢ τὸν φίλον τότε ποθῇς, [87] ὅτε οὐ δέδοταί σοι, ἴσθι, ὅτι χειμῶνος σῦκον ἐπιποθεῖς. οἷον γάρ ἐστι χειμὼν πρὸς σῦκον, τοιοῦτόν ἐστι πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατ' αὐτὴν ἀναιρούμενα. καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, [88] τὰς ἐναντίας φαντασίας σαυτῷ πρό[σ]βαλε. τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν "αὔριον ἀποθανῇ", τῷ φίλῳ ὡσαύτως "αὔριον ἀποδημήσεις ἢ σὺ ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλους" [89] 3; -- Ἀλλὰ δύσφημά ἐστι ταῦτα. -- Καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλ' ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά; δύσφημόν ἐστι δειλία, [90] δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία: ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν. καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυλακῆς τῶν πραγμάτων. [91] δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν; λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας: ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων: ἀλλ' οὐχὶ τοῦ κόσμου. λέγε δύσφημον καὶ τὸ φυλλοῤῥοεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς. [92] πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί: οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτ' ἔστιν ἀποδημία, [καὶ] μεταβολὴ μικρά: [93] τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλ' εἰς τὸ νῦν μὴ ὄν. [94] -- Οὐκέτι οὖν ἔσομαι; -- Οὐκ ἔσει: ἀλλ' ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλ' ὅτε ὁ κόσμος χρείαν ἔσχεν.

Διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, [95] τίς τ' ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ. [96] "ἔτι μ' εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας: σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. [97] ἀλλ' οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο: καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, δι' ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι. [98] " "πῶς ἀπέρχῃ;" "πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων. [99] μέχρι δ' ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, † παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω. [100] ποῦ δέ μ' εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο. [101] ἄν μ' ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλ' ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν: οὐκ ἀπολείπω σε: μὴ γένοιτο: ἀλλ' αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις. ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, [102] οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθ' ὧν εἰμί."

Ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω: [103] ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν: περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον "μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι;" καὶ πάλιν ἄλλῳ [104] προσελθεῖν καὶ ἄλλῳ. εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον. [105] μέγα γὰρ ἐπὶ πάντων τὸ "ᾔδειν θνητὸν γεγεννηκώς". οὕτως γὰρ ἐρεῖς καὶ ὅτι "ᾔδειν θνητὸς ὤν", "ᾔδειν ἀποδημητικὸς ὤν", "ᾔδειν ἔκβλητος ὤν" [106] 3, "ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν". εἶτ' ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι "ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν: τί οὖν πρὸς [σ]ἐμέ;" εἶτα τὸ κυριώτατον " [107] 3τίς δ' αὐτὸ καὶ ἐπιπέπομφεν;" ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. "δὸς οὖν αὐτό: δεῖ γάρ με ἀ[ι]εὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί. [108] " εἶθ' ὅταν σε ἡ φαντασία δάκνῃ ̔τοῦτο γὰρ οὐκ ἐπὶ σοί̓, ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει. [109] ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντ' ἂν ἐπανελθόντι: ἀλλ' ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐῤῥωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα.

[110] Εἶτ' ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλ' ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς. [111] οἷον γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν "νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ: κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν: [112] καὶ τούτου με ὁ Ζεὺς αὐτὸν παρ' ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἷον δεῖ, πολίτην οἷον δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα τῶν ἀπροαιρέτων. ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπιθυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν ἑαυτοῖς ζητεῖτε: εἰ δὲ μή, οὐχ εὑρήσετε. [113] ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δ' ἐκεῖ πέμπει, πένητα δείκνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα: εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν: μὴ γένοιτο: τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ; οὐδ' ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος. [114] εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν; οὐχὶ δ' ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα;"

[115] Ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιῤῥωννύντος. [116] καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν. [117] ἂν δ' ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα; [118] μόνον μὴ πόμπευε αὐτὴν μηδ' ἀλαζονεύου ἐπ' αὐτῇ, ἀλλ' ἔργῳ δείκνυε: κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.


Πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο Επεξεργασία

Σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας, τίνων δ' οὔ, καὶ πῶς ἐφ' οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος, ἐφ' οἷς δ' ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες. [2] οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς ληπτέον: [3] οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξεστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ εἶναι, ἀλλ' ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας. [4] τί οὖν; οὐδ' ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵν' ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλ' εὐθὺς ἀναλαβόντι καὶ ἀνακτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυμίαν ἔξεστιν ἀγωνίζεσθαι: κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξεστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπειπόντι. [5] μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν: καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώμενος τὴν περίοδον ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν. " [6] 3ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ. τί γάρ; πρῴην οὐχ ἡττήθην;" "προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην γὰρ οὐκ ἔψεξα; [7] " οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξεληλυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι "πρῴην γὰρ οὐκ ἐλουσάμην;" ἂν οὖν ὁ ἰατρὸς αὐτῷ ἔχῃ λέγειν "ἄγε, λουσάμενος οὖν τί ἔπαθες; οὐκ ἐπύρεξας; [8] οὐκ ἐκεφαλάλγησας;" καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας; οὐ φλυάρου; οὐκ ἔθρεψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα; ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος; τί οὖν τὰ πρῴην λέγεις; [9] ἔδει δ' οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι τῶν αὐτῶν ἁμαρτημάτων. [10] ἀλλ' οὐχ ὅμοιον: ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;


Πρὸς τοὺς τὴν ἀπορίαν δεδοικότας Επεξεργασία

Οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δ' ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθ' ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες; [2] καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς. [3] ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτο[ν] οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δ' ἀνέγνως τοιαῦτα, πολλὰ δ' ἔγραφες; ποσάκις δ' ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις; [4] -- Ναί: ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. -- Τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος; [5] τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαῤῥῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαῤῥαγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης; [6] τίνα πώποτ' ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δ' οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐῤῥιμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδ' ἀποθανεῖν δύνασθαι, [7] σὺ δ' ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι, οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν; -- Ἀλλ' αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. -- Μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδ' ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.

Αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον, [8] οὗ σὺ αἴτιος οὐκ εἶ, ὃ ἄλλως ἀπήντησέν σοι, ὡς κεφαλαλγία, ὡς πυρετός; εἴ σου οἱ γονεῖς πένητες ἦσαν ἢ πλούσιοι μὲν ἦσαν, ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρκοῦσιν οὐδέν, σοὶ ταῦτα αἰσχρά ἐστιν; [9] ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; † τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ, ὃ αὐτὸς οὐκ ἐποίησεν; [10] σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν αἰσχύνεσθαι; [11] οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ; [12] τοιγαροῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον: περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ. [13] οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν: οὐδέποτε δ' εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας: οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δ' ἕνεκα πολλούς: οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ "δύναμαι φέρειν ἢ οὐ δύναμαι; [14] τί μοι τὸ λοιπόν ἐστιν;", ἀλλ' ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵν' ἀμετάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν † ἀποτευκτικὴν ἔκκλισιν: περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

Οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, [15] εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτ' εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ † τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ; [16] ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι: τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων: ἀπὸ τίνων; [17] δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις: εἶθ' οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον. [18] ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, δι' ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε. " [19] 3ἰδοὺ δεικνύω," φησίν, "ἀναλύσω σοι συλλογισμούς." τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον: τὸ μετρούμενον δ' οὐκ ἔστιν. [20] διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας [φιλοσοφίας]: τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ: κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

Εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. [21] σὺ δ' οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, [22] ἵν' ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθ' ὁ ἀλείπτης ἐπιστὰς λέγῃ "μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον", εἶτ' ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς "οὐδεὶς φέρει φαγεῖν; [23] ", εἶτ' "ἆρον τὰς τραπέζας", "σπόγγισον". τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀῤῥώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν. [24] ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαῤῥῶν. τίνι; ᾧ μόνῳ θαῤῥεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτ' ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ. [25] διὰ τί δ' οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐῤῥιμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δ' οὐδείς, ἀλλὰ πᾶς ζημίαν. [26] οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδ' ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;

Φοβεῖταί τις ἀνὴρ ἀγαθός, [27] μὴ λείπωσιν αὐτῷ τροφαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι: λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδ' ἐργάτῃ οὐδὲ σκυτεῖ: τῷ δ' ἀγαθῷ λείψει; [28] οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγμάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγαθῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτ' ἀποθανόντι; [29] -- Τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; -- Τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν; πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα, ὑμνῶν αὐτοῦ τὰ ἔργα. [30] καὶ γὰρ ἦλθον, ὅτ' ἐκείνῳ ἔδοξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπ' ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς. [31] οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλ' ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δ' ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο. [32] καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γ' οὐδ' αὐτὸς ἑαυτοῦ, ὁ δ' Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας, εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος: καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος. [33] ὁ δ' Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξεῤῥίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρ' ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς; [34] οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδ' ἀρχαῖς, ἀλλ' ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτ' ἔστι δόγμασι περὶ τῶν ἐφ' ἡμῖν καὶ οὐκ ἐφ' ἡμῖν. [35] ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους. [36] καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δ' οὐκ ἐξελεύσῃ θαῤῥῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;

Τί οὖν, ἂν νοσήσω; [37] -- Νοσήσεις καλῶς. -- Τίς με θεραπεύσει; -- Ὁ θεός, οἱ φίλοι. -- Σκληρῶς κατακείσομαι. -- Ἀλλ' ὡς ἀνήρ. -- Οἴκημα ἐπιτήδειον οὐχ ἕξω. -- Ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; -- Τίς μοι ποιήσει τὰ τροφεῖα; -- Οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες: ὡς Μάνης νοσήσεις. -- Τί δὲ καὶ τὸ πέρας τῆς νόσου; [38] -- Ἄλλο τι ἢ θάνατος; ἆρ' οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δ' ὁ τοῦ θανάτου φόβος; [39] ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.