Ψαλμοί του Δαυίδ/ΡΛΓ
←Ψαλμός ΡΛΒ' | Ψαλμοί του Δαυίδ Ψαλμός ΡΛΓ' |
Ψαλμός ΡΛΔ'→ |
Μασ. 134 Κατά τη Μετάφραση Ο' |
ᾨδὴ τῶν ἀναβαθμῶν.
ΙΔΟΥ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
3 εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.