Ψαλμοί του Δαυίδ/ΡΛΒ
←Ψαλμός ΡΛΑ' | Ψαλμοί του Δαυίδ Ψαλμός ΡΛΒ' |
Ψαλμός ΡΛΓ'→ |
Μασ. 133 Κατά τη Μετάφραση Ο' |
ᾨδὴ τῶν ἀναβαθμῶν.
ΙΔΟΥ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
3 ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.