Χρονογραφία
Συγγραφέας:
Τόμος Τρίτος, Ρωμανός Γʹ


3.1 Γίνεται λοιπὸν αὐτοκράτωρ ὁ ἐκείνου γαμβρὸς Ῥωμανὸς τὴν τοῦ Ἀργυροπώλου κλῆσιν ἐκ τοῦ γένους λαχών. Οὗτος τοίνυν ὁ Ῥωμανὸς, ὥσπερ ἀρχὴν περιόδου τὴν ἡγεμονίαν οἰηθεὶς, ἐπειδὴ ἐς τὸν πενθερὸν Κωνσταντῖνον τὸ βασίλειον γένος ἀπετελεύτησεν ἐκ Βασιλείου τοῦ Μακεδόνος ἠργμένον, εἰς μέλλουσαν ἀπέβλεπε γενεάν· ὁ δὲ ἔμελλεν ἄρα οὐ μόνον ἑαυτῷ περιγράψειν τὸ κράτος, ἀλλὰ καὶ βραχύν τινα ἐπιβιώσας χρόνον, καὶ τοῦτον νοσερὸν, ἀθρόον τὴν ψυχὴν ἀπορρήξασθαι, περὶ οὗ δὴ προϊὼν ὁ λόγος δηλώσει σαφέστερον. Ἡ δὲ ἐντεῦθεν τῆς ἱστορίας γραφὴ ἀκριβεστέρα τῆς προλαβούσης γενήσεται· ὁ μὲν γὰρ βασιλεὺς Βασίλειος ἐπὶ νηπίῳ μοι τετελεύτηκεν, ὁ δέ γε Κωνσταντῖνος ἄρτι τὰ πρῶτα τελουμένῳ μαθήματα· οὔτε γοῦν παρεγενόμην αὐτοῖς, οὔτε ἠκροασάμην λαλούντων, εἰ δὲ καὶ ἑωράκειν οὐκ οἶδα, οὔπω μοι τῆς ἡλικίας ἐς κατοχὴν μνήμης διωργανωμένης· τὸν δέ γε Ῥωμανὸν καὶ τεθέαμαι, καὶ ἅπαξ ποτὲ προσωμίλησα· ὅθεν περὶ ἐκείνων μὲν ἐξ ἑτέρων τὰς ἀφορμὰς εἰληφὼς εἴρηκα, τοῦτον δὲ αὐτὸς ὑπογράφω, οὐ παρ' ἑτέρῳ μεμαθηκώς
3.2 Ἦν μὲν οὖν ὁ ἀνὴρ καὶ λόγοις ἐντεθραμμένος ἑλληνικοῖς καὶ παιδείας μετεσχηκὼς ὅση τοῖς Ἰταλῶν λόγοις ἐξήρτυτο, ἁβρός τε τὴν γλῶτταν καὶ τὸ φθέγμα ὑπόσεμνος, ἥρως τε τὴν ἡλικίαν καὶ τὸ πρόσωπον ἀτεχνῶς ἔχων βασίλειον. Πολλαπλάσια δὲ ᾤετο εἰδέναι ὧνπερ ἐγίνωσκεν· βουλόμενος δὲ ἐς τοὺς ἀρχαίους Ἀντωνίνους ἐκείνους, τόν τε φιλοσοφώτατον Μάρκον καὶ τὸν Σεβαστὸν, ἀπεικάσαι τὴν ἑαυτοῦ βασιλείαν, δυοῖν τούτων ἀντείχετο, τῆς τε περὶ τοὺς λόγους σπουδῆς καὶ τῆς περὶ τὰ ὅπλα φροντίδος· ἦν δὲ θατέρου μὲν μέρους τέλεον ἀδαὴς, τῶν δὲ λόγων τοσοῦτον μετεῖχεν, ὅσον πόρρω τοῦ βάθους καὶ ἐπιπόλαιον· ἀλλὰ τὸ οἴεσθαι καὶ τὸ πλεῖον τοῦ τῆς ψυχῆς μέτρου συντείνειν ἑαυτὸν, ἐν τοῖς μεγίστοις τοῦτον ἠπάτησεν. Ἀμέλει καὶ εἴ που σπινθῆρές τινες σοφίας ὑπὸ σποδιᾷ παρεκρύπτοντο, ἀνεχώννυε, καὶ πᾶν γένος κατέλεγε, φιλοσόφους φημὶ καὶ ῥήτορας καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐσπουδάκασιν ἢ μᾶλλον σπουδάσαι ᾠήθησαν.
3.3 Βραχεῖς γὰρ ὁ τηνικαῦτα χρόνος λογίους παρέτρεφε, καὶ τούτους μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότας προθύρων, καὶ τὰ Πλατωνικὰ μόνον ἀποστοματίζοντας σύμβολα, μηδὲν δὲ τῶν κεκρυμμένων εἰδότας, μηδ' ὅσα οἱ ἄνδρες περὶ τὴν διαλεκτικὴν ἢ τὴν ἀποδεικτικὴν ἐσπουδάκασιν· ὅθεν τῆς ἀκριβοῦς οὐκ οὔσης κρίσεως, ἡ περὶ ἐκείνους ψῆφος ἐψεύδετο· αἱ μὲν οὖν τῶν ζητημάτων προβολαὶ ἀπὸ τῶν ἡμετέρων λογίων προετείνοντο, τῶν δὲ ἀπορουμένων τὰ πλείω ἄλυτα καθεστήκει· ἐζητεῖτο γάρ πως ὁμοῦ καὶ ἀμιξία καὶ σύλληψις, παρθένος τε καὶ τόκος, καὶ τὰ ὑπὲρ φύσιν διηρευνῶντο· καὶ ἦν ὁρᾶν τὸ βασίλειον σχῆμα μὲν φιλόσοφον περικείμενον, ἦν δὲ προσωπεῖον τὸ πᾶν καὶ προσποίησις, ἀλλ' οὐκ ἀληθείας βάσανος καὶ ἐξέτασις.
3.4 Βραχὺ δὲ τῶν λόγων ἀφέμενος, αὖθις καὶ ταῖς ἀσπίσι προσῄει, καὶ ἐς κνημῖδας καὶ θώρακας ἐπένευεν αὐτὸν ὁ διάλογος, καὶ ἡ ἐπιχείρησις ἅπαν ἑλεῖν τὸ βάρβαρον ὅσον τε ἑῷον καὶ ὅσον ἑσπέριον· ἐβούλετο δὲ τοῦτο οὐ λόγοις δουλοῦν, ἀλλ' ὅπλοις τυραννεῖν. Ἡ τοίνυν τοῦ βασιλέως περὶ ἄμφω ῥοπὴ, εἰ μὴ οἴησις καὶ προσποίησις ἦν, ἀλλ' ἀληθεστάτη κατάληψις, μέγα τι ἐλυσιτέλησε <ἂν> τῷ παντί. ὅθεν οὐδὲν πλέον τῶν ἐγχειρήσεων ἔδρασε, μᾶλλον μὲν οὖν ταῖς ἐλπίσιν ὑψώσας τὰ πράγματα, ταῖς πράξεσιν, ἵν' οὕτως εἴπω, ἀθρόον κατέβαλεν. Ἀλλ' ὁ λόγος, πρὶν ἢ τὰ περὶ ἐκεῖνον στῆσαι προπύλαια, τὸ τοῦ παντὸς τέλος ὑπὸ προθυμίας ἀπεσχεδίασεν· ἐπαναγέσθω οὖν ἐπὶ ταύτην ἤδη τοῦ περὶ ἐκεῖνον κράτους τὴν γένεσιν.
3.5 Ἐπειδὴ γὰρ ἠξιώθη τοῦ διαδήματος, παρὰ τοὺς ἄλλους κριθεὶς, αὐτός τε πολυετὴς ἔσεσθαι ἠπατᾶτο τῇ βασιλείᾳ, τοῖς περὶ τοῦτο πειθόμενος μάντεσι, καὶ γένος καταλείψειν εἰς πολλὰς ἀρκέσον διαδοχὰς, καὶ οὐδὲ τοσοῦτον διαβλέπειν ἐδόκει ὡς ἡ τοῦ Κωνσταντίνου θυγάτηρ, ᾗ συνῴκησεν εἰς τὸ κράτος ἀναρρηθεὶς, τὸν τοῦ κύειν ὑπεραναβεβήκει χρόνον καὶ τὴν νηδὺν ἤδη ξηρὰν εἶχεν πρὸς τέκνων γονήν (πεντηκοστὸν γὰρ ἔτος εἶχε τῆς ἡλικίας ὁπηνίκα κατηγγυήθη τῷ Ῥωμανῷ). Ἀλλ' ὅπερ ἐβούλετο καὶ πρὸς τὴν φυσικὴν ἀδυναμίαν ἐρρωμενέστερον εἶχε τοῖς λογισμοῖς· ὅθεν οὐδὲ τῷ αἰτίῳ μόνῳ τοῦ κύειν προσεῖχε τὸν νοῦν, ἀλλὰ τοῖς αὐχοῦσι σβεννύειν τὴν φύσιν καὶ αὖθις ἐπεγείρειν οὐδὲν ἧττον προσέκειτο, ἀλείμμασί τε καὶ τρίμμασιν ἑαυτὸν ἐδίδου καὶ τῇ γυναικὶ προσέταττεν· ἡ δ' ἔτι καὶ πλέον ἐποίει, τελουμένη τὰ πλείω, καὶ ψηφίδας τινὰς προσαρμοζομένη τῷ σώματι, προσαρτῶσά τε ἑαυτὴν προσαρτήμασι καὶ ἅμμασι περιδέουσα καὶ τὴν ἄλλην φλυαρίαν περὶ τὸ σῶμα ἐπιδεικνυμένη. Ὡς δ' οὐδαμοῦ τὸ ἐλπιζόμενον κατεφαίνετο, τούτου τε ἀπεγνώκει ὁ βασιλεὺς, καὶ τῇ βασιλίδι ἔλαττον προσεῖχε τὸν νοῦν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὴν γνώμην ὑπονωθέστερος καὶ διερρυηκὼς τὴν ἕξιν τοῦ σώματος (πλέον γὰρ ἢ δέκα ἔτεσι τὴν τῆς βασιλίδος ἡλικίαν ὑπεραναβεβήκει).
3.6 Φιλοτιμότατος δὲ περὶ τὰς ἀρχὰς τοῦ κράτους γενόμενος, καὶ λαμπρότερος τῶν πλείστων αὐτοκρατόρων ἔν τε ταῖς βασιλικαῖς δαπάναις δειχθεὶς, ἔν τε εὐεργεσίαις καὶ ἀναθήμασιν, ὥσπερ τινὸς γεγονότος καινοῦ καὶ ἀθρόας μεταβολῆς, ταχὺ τοῦτον τὸ πνεῦμα τῶν τοιούτων ἐπέλιπεν ἐπιδόσεων, καὶ ἀθρόον πνεύσας ταχὺ διέπνευσε, καὶ ἀνό μοιος ἑαυτῷ καὶ τοῖς πράγμασιν ἀκατάλληλος ἔδοξεν·[1] οὐ γὰρ ἐμέτρησε κατὰ λόγους τὴν ὕφεσιν, ἀλλ' ἀθρόον ἐξ ὑψηλοτάτης καταβεβήκει περιωπῆς. Τὴν δὲ βασιλίδα δύο ταῦτα μᾶλλον τῶν ἄλλων ὑπέκνισε, τό τε μὴ ἐρᾶν αὐτῆς τὸν κρατοῦντα καὶ τὸ μὴ ἔχειν ἀφθόνως χρῆσθαι τοῖς χρήμασιν· ἐπέκλεισε γὰρ αὐτῇ τὰ ταμεῖα καὶ τοὺς θησαυροὺς ἐπεσφράγισε, καὶ πρὸς διαμεμετρημένην ἔζη χρημάτων ἐπίδοσιν· μεμήνει γοῦν αὐτῷ τε καὶ τοῖς ὅσοις συμβούλοις ἐχρῆτο περὶ τὸ πρᾶγμα· οἳ δὲ τοῦτο ἠπίσταντο καὶ πλέον αὐτὴν ἐφυλάττοντο, καὶ μᾶλλον ἡ τοῦ αὐτοκράτορος ἀδελφὴ Πουλχερία, γυνὴ δὲ φρόνημα αἴρουσα καί τι λυσιτελοῦσα τῷ ἀδελφῷ. Ἀλλ' οὗτος ὥσπερ πρός τινα κρείττονα φύσιν γραφὰς περὶ τῆς βασιλείας πεποιηκὼς, καὶ παρ' ἐκείνης τὸ ἐχέγγυον τῆς ἀμετακινήτου δόξης ἀπειληφὼς, ἀφροντίστως εἶχε τῶν ὑπονοουμένων.
3.7 Ἐπὶ δὲ τὴν ἀπὸ τῶν τροπαίων εὔκλειαν τρέψας τὸν νοῦν, κατά τε τῶν πρὸς τὴν ἑῴαν βαρβάρων καὶ τῶν πρὸς τὴν ἑσπέραν ἡτοίμαζεν ἑαυτόν· ἀλλὰ καὶ τοὺς μὲν πρὸς τὴν ἑσπέραν οὐδὲν ἐδόκει αὐτῷ μέγα, εἰ καὶ ῥᾳδίως καταγωνίσαιτο· εἰ δ' ἐπὶ τοὺς πρὸς ἀνίσχοντα τρέψοιτο ἥλιον, σεμνῶς τε ἕξειν ἐντεῦθεν ἐδόκει καὶ ὑπερόγκως τοῖς τῆς βασιλείας χρήσασθαι πράγμασιν. ∆ιὰ ταῦτα καὶ μὴ οὖσαν πλασάμενος πολέμου πρόφασιν κατὰ τῶν πρὸς τῇ Κοίλῃ Συρίᾳ κατοικησάντων Σαρακηνῶν, ὧν οἷά τις μητρόπολις Χάλεπ (οὕτω ἐγχωρίῳ γλώττῃ καλούμενον), πᾶσαν ἐπ' ἐκείνους συνήθροιζε καὶ συνέταττε στρατιὰν, ἀριθμῷ τε πλείους τὰς τάξεις ποιῶν καὶ ἑτέρας ἐπινοούμενος, ξενικάς τε συγκροτῶν δυνάμεις καὶ νέαν ἐγκαταλέγων πληθὺν, ὡς αὐτοβοεὶ αἱρήσων τὸ βάρβαρον· ᾤετο γὰρ, ὡς εἰ πλείω τοῦ ὡρισμένου τοῦ στρατοπέδου τὸν ἀριθμὸν ποιήσειε, μᾶλλον δὲ εἰ πολλαπλασιάσειε τὸ Ῥωμαϊκὸν σύνταγμα, μηδενὶ ἂν φορητὸς γενέσθαι, τοσούτῳ ἐπιὼν πλήθει ἰδίῳ τε καὶ συμμαχικῷ. Ἀλλὰ καὶ τῶν τὰ πρῶτα τοῦ στρατοῦ λαχόντων ἀποτρεπομένων αὐτῷ τὴν ἐπὶ τοὺς βαρβάρους ἐπέλευσιν καὶ πολλὰ περὶ τούτων καταδειμαινόντων, ὁ δὲ καὶ τοὺς στεφάνους οἷς τὴν κεφαλὴν ταινιώσαιτο ἐπὶ τῇ τῶν τροπαίων ἀναρρήσει πολυτελῶς κατεσκεύαζεν.
3.8 Ἐπεὶ οὖν αὐτῷ αὐτάρκη τὰ πρὸς τὴν ἔξοδον ἔδοξεν, ἄρας ἀπὸ τῆς Βυζαντίδος ἐπὶ τὴν Σύρων ἤλαυνε γῆν· ὡς δὲ τὴν Ἀντιόχου κατέλαβε, λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν ἐγεγόνεισαν εἰσιτήρια, βασίλειον μὲν ἐπιδεικνύμενα τὴν πομπὴν, μᾶλλον δὲ θεατρικὴν τὴν παρασκευὴν, οὐκ ἀξιόμαχα δὲ, οὐδὲ πολεμίων γνώμην ἐκπλῆξαι δυνάμενα. Οἱ δέ γε βάρβαροι, λογικώτερον παρ' ἑαυτοῖς περὶ τοῦ πράγματος διελόμενοι, πρῶτα μὲν πρέσβεις πεπόμφασι πρὸς τὸν αὐτοκράτορα, ὡς οὔτε πολεμεῖν βούλοιντο, οὔτ' ἐκείνῳ ἀφορμὴν πολέμου δεδώκασιν, ἐμμένουσί τε ταῖς περὶ τὴν εἰρήνην συνθήκαις καὶ τὰ φθάσαντα οὐ παραβαίνουσιν ὅρκια, οὐδὲ τὰς σπονδὰς ἀθετοῦσι· τοιαύτης δ' ἀπῃωρημένης αὐτοῖς χειρὸς, εἰ ἀπαραιτήτως ἔχοι, νῦν πρώτως παρασκευάζονται, τῇ τοῦ πολέμου τύχῃ ἑαυτοὺς ἐπιτρέψαντες. Ἡ μὲν οὖν πρεσβεία ἐπὶ τούτοις ἦν· ὁ δὲ βασιλεὺς, ὥσπερ ἐπὶ τούτῳ μόνῳ παρασκευασάμενος, ἐφ' ᾧ τάξεταί τε καὶ ἀντιπαρατάξεται, καὶ λοχήσει καὶ προνομεύσει, διώρυχάς τε ποιήσει καὶ ποταμοὺς μετοχετεύσει καὶ φρούρια ἐξελεῖται, καὶ ὁπόσα ἀκοῇ ἴσμεν παρὰ τοῖς Τραϊανοῖς ἐκείνοις καὶ Ἁδριανοῖς καὶ ἔτι ἄνω παρὰ τοῖς Σεβαστοῖς γενόμενα Καίσαρσι, καὶ πρὸ ἐκείνων παρὰ Ἀλεξάνδρῳ τῷ τοῦ Φιλίππου, τήν τε πρεσβείαν ὡς εἰρηνικὴν ἀπεπέμψατο, καὶ ἔτι μᾶλλον τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο, οὐ τοὺς ἀρίστους πρὸς τὸν σκοπὸν ἐκλεγόμενος, ἀλλὰ καὶ τῷ πολλῷ διαιτῶν πλήθει, καὶ ἐπὶ τούτοις τεθαρρηκώς.
3.9 Ὡς δὲ καὶ τὴν Ἀντιόχου ἀφεὶς προσωτέρω παρῄει, μοῖρά τις τοῦ βαρβαρικοῦ στρατοπέδου, αὐτόσκευοι πάντες καὶ γυμνοὶ ἐφ' ἵππων καὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοῦ, ἀθρόον αὐτοῖς ἀπὸ τῶν μετεώρων ἐπιφανέντες, καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τῷ τε καινῷ τῆς θέας καταδειμάναντες, καὶ τοῖς τῶν ἵππων δρόμοις καὶ καταδρόμοις κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν, πλήθους τε φαντασίαν πεποιηκότες τῷ μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἄτακτα θεῖν, οὕτω τὰς Ῥωμαίων δυνάμεις κατέπτηξαν καὶ τοσαύτην πτοίαν τῷ πολλῷ ἐκείνῳ στρατῷ εἰσεποίησαν καὶ οὕτως αὐτοῖς κατέσεισαν τὰ φρονήματα, ὥστε ἐν ᾧ σχήματι κατείληπτο ἕκαστος, οὕτω τὴν φυγὴν διατίθεσθαι καὶ μηδενὸς ἑτέρου φροντίδα τίθεσθαι. Ὅσοι μὲν γὰρ ἱππεύοντες τηνικαῦτα ἔτυχον, τοὺς ἵππους μεταστρεψάμενοι ἀνὰ κράτος ἔθεον, οἱ δ' ἄλλοι μηδ' ἀναβῆναι τοὺς ἵππους ἀναμείναντες, τούτους μὲν τῷ προστυχόντι δεσπότῃ ἠφίεσαν, ἕκαστος δ' ἐκείνων ὡς εἶχε δρόμου ἢ πλάνης τὴν σωτηρίαν ἑαυτῷ ἐπορίζετο, καὶ ἦν κρεῖττον προσδοκίας τὸ τηνικαῦτα δεικνύμενον· οἱ γὰρ τὴν πᾶσαν παραστησάμενοι γῆν καὶ ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τε καὶ τάξεσιν ἀνάλωτοι παντὶ πλήθει καταστάντες βαρβαρικῷ, οὐδὲ τὴν θέαν τότε τῶν πολεμίων ὑπέστησαν, ἀλλ' ὥσπερ ὑπὸ βροντῆς τῆς ἐκείνων φωνῆς καὶ τὴν ἀκοὴν καταπλαγέντες καὶ τὴν ψυχὴν, καθάπερ ἐφ' ὅλοις ἡττημένοι ἐτρέψαντο πρὸς φυγήν. Πρῶτοι δὲ οἱ περὶ τὸν βασιλέα φρουροὶ τὸν κυδοιμὸν ἐπεπόνθεισαν, καὶ καταλελοιπότες τὸν αὐτοκράτορα ἀμεταστρεπτὶ τῆς φυγῆς εἴχοντο· καὶ εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀναθέμενος ἐδεδώκει τὸν χαλινὸν καὶ φεύ γειν παρεκελεύσατο, μικροῦ δεῖν ἑαλώκει καὶ πολεμίαις ἐνεπεπτώκει χερσὶν ὁ πᾶσαν ἐλπίσας κατασεῖσαι τὴν ἤπειρον· ἢ μᾶλλον, εἰ μὴ Θεὸς τηνικαῦτα τὴν τῶν βαρβάρων ἐπέσχεν ὁρμὴν καὶ μετριάζειν ἐπὶ τῷ εὐτυχήματι πέπεικεν, οὐδὲν ἦν τὸ κωλῦον πᾶσαν τότε πεσεῖν Ῥωμαϊκὴν δύναμιν, καὶ πρῶτόν γε τὸν αὐτοκράτορα.
3.10 Οἳ μὲν οὖν ἀτάκτως ἔθεον, οἱ δὲ πολέμιοι θεαταὶ μόνον τῆς παραλόγου νίκης ἐγίγνοντο, ἐξεστηκότες ὡσανεὶ ἐπὶ τοῖς σὺν οὐδενὶ λόγῳ τραπεῖσι καὶ φεύγουσιν. Εἶτα δή τινας ὀλίγους ἐν τῷ πολέμῳ ζωγρήσαντες, καὶ τούτους ὅσους ᾔδεισαν τῆς περιφανεστέρας τύχης καθεστηκότας, τοῖς ἄλλοις χαίρειν εἰπόντες, ἐπὶ τὴν λείαν ἐτράπησαν. Καὶ πρῶτά γε τὴν βασιλικὴν αἴρουσι σκηνὴν, πολλῷ τῶν νῦν ἀνακτόρων ἀντίμετρον· ὅρμοι τε γὰρ καὶ στρεπτοὶ καὶ ταινίαι, λίθοι τε μαργαρίτιδες καὶ τῶν ἔτι κρειττόνων, καὶ πᾶν εἴ τι λαμπρότερον, ταύτην ἐπλήρουν, ὧν οὔτε τὸ πλῆθος ῥᾳδίως ἄν τις ἀπηριθμήσατο, οὔτε τὸ κάλλος καὶ τὸ μέγεθος ἀπεθαύμασε· τοσαύτη καὶ τοιαύτη τῇ τοῦ βασιλέως σκηνῇ ἀπέκειτο πολυτέλεια· πρῶτα μὲν οὖν ταύτην αἴρουσιν οἱ βάρβαροι, ἔπειτα δὲ καὶ τὰ ἄλλα τῶν λαφύρων συσκευασάμενοι καὶ ἐφ' ἑαυτοὺς ἀναθέμενοι, ἐπὶ τοὺς ἑταίρους ἑαυτῶν ἐπανέζευξαν· καὶ οἳ μὲν οὕτως. Ὁ δὲ βασιλεὺς προῆλθε τοῦ βαρβαρικοῦ λόχου τῷ τοῦ ἵππου συμπλανώμενος δρόμῳ καὶ πνεύματι, καὶ πρός τινι ἐγεγόνει λόφῳ, καὶ ἄποπτος ὦπτο τοῖς θέουσί τε καὶ παραθέουσι (κατηγόρει γὰρ τοῦτον τὸ περὶ τῷ πεδίλῳ χρῶμα), καὶ πρὸς ἑαυτὸν πολλοὺς τῶν φευγόντων ἐπέσχε, καὶ ὑπ' ἐκείνοις κυκλωθεὶς ἵστατο. Εἶτα δὴ τῆς περὶ αὐτὸν φήμης ἤδη διασπαρείσης, ἄλλοι τε προσῄεσαν, καὶ δῆτα καὶ ἡ εἰκὼν αὐτῷ τῆς Θεομήτορος ἐμφανίζεται, ἣν οἱ τῶν Ῥωμαίων βασιλεῖς ὥσπερ τινα στρατηγὸν καὶ τοῦ παντὸς στρατοπέδου φύλακα ἐν τοῖς πολέμοις συνήθως ἐπάγονται· μόνη γὰρ αὕτη οὐχ ἁλωτὸς ταῖς βαρβαρικαῖς ἐγεγόνει χερσίν.
3.11 Ὡς δ' οὖν εἶδεν ὁ αὐτοκράτωρ τὸ γλυκὺ τουτὶ θέαμα (καὶ γὰρ ἦν ἄλλως καὶ περὶ τὸ σέβας ταύτης θερμότατος), ἀνεθάρσησέ τε εὐθὺς καὶ ἐναγκαλισάμενος, οὐκ ἔστιν εἰπεῖν ὡς περιεπτύσσετο, ὡς τοῖς δάκρυσιν ἔβρεχεν, ὡς γνησιώτατα καθωμίλει, ὡς τῶν εὐεργεσιῶν ἀνεμίμνῃσκε καὶ τῶν πολλῶν ἐκείνων συμμαχιῶν, αἷς τὸ Ῥωμαίων πολλάκις κράτος διακινδυνεῦον ἐρρύσατό τε καὶ ἀνεσώσατο. Θάρσους γοῦν ἐντεῦθεν ὑποπλησθεὶς, ὁ τέως φυγὰς ἐπετίμα τοῖς φεύγουσι, καὶ νεανικώτερον ἐκβοῶν ἐπεῖχέ τε τῆς πλάνης, ἑαυτόν τε ἐγνώριζε τῇ τε φωνῇ, τῷ <τε> σχήματι, καὶ πολύ τι πλῆθος ἀθρόον συνηθροικὼς, πρῶτα μὲν βάδην μετ' ἐκείνων πρός τινα καταλύει σκηνὴν σχεδιασθεῖσαν αὐτῷ· αὐτοῦ τε ἐναυλισάμενος, εἶτα δή τοι καὶ βραχύ τι ἀναπαυσάμενος, ἅμα πρωῒ τοὺς λοχαγοὺς μετακαλεσάμενος βουλὴν προτίθεται, τί πρακτέον εἴη αὐτοῖς· πάντων δὲ ἐπὶ τὸ Βυζάντιον ἀναζεῦξαι συμβουλευσάντων κἀκεῖσε περὶ τῶν συμβεβηκότων θέσθαι διάσκεψιν, τῇ τε ἐκείνων συνθέμενος ψήφῳ καὶ τὰ συνοίσοντα ἑαυτῷ βουλευσάμενος, ἐπὶ τὴν Κωνσταντινούπολιν ἀνέδραμεν.
3.12 Ἐντεῦθεν πλεῖστα ἐφ' οἷς τε ἐπεποιήκει μεταμελόμενος, καὶ ἐφ' οἷς ἐπεπόνθει τὴν ψυχὴν ἀλγυνόμενος καθάπαξ ἠλλοίωτο καὶ πρὸς ἀσυνηθέστερον βίον μετέστραπτο. Ἐλπίσας τε ἀπὸ τῆς περὶ τὸν δημόσιον ἐπιμελείας τὰ ἀπολωλότα αὐτῷ ἐν ἴσῳ ἀνακτήσασθαι μέτρῳ, πράκτωρ μᾶλλον ἢ βασιλεὺς ἐγεγόνει, τὰ πρὸ Εὐκλείδου, ὅ φασιν, ἀνακινῶν καὶ διερευνώμενος, καὶ ἀφανισθέντων τῇ μνήμῃ πατέρων τοὺς παῖδας λογιστεύων πικρῶς, οὐ δικάζων τοῖς ἀντιδιατιθεμένοις, ἀλλὰ θατέρῳ μέρει συνηγορῶν, καὶ οὐχ ἑτέρῳ μᾶλλον ἢ αὑτῷ τὰς ἀποφάσεις ποιούμενος. ∆ιῄρητο γοῦν τὸ δημοτικὸν σύμπαν· καὶ οἳ μὲν ἐπιεικέστεροι εὐήθειάν τε ἑαυτοῖς καὶ ἀπραγμοσύνην περὶ τὰ κοινὰ προσεπλάττοντο καὶ ἐν καρὸς μοίρᾳ παρὰ τῷ κρατοῦντι ἐλογίζοντο, οἳ δέ γε πάντα ῥᾳδίως τολμῶντες καὶ τὰς ἑτέρων ζημίας οἷον παρακερδαίνοντες, ὕλην πλείονα τὴν ἑαυτῶν κακίαν τῇ τοῦ κρατοῦντος ὑπετίθουν πυρκαϊᾷ· καὶ πάντα ἦν ταραχῆς μεστὰ καὶ συγχύσεως, καὶ τό γε δεινότερον, ὅτι τῶν πλείστων ἀπαμφιεννυμένων καὶ γυμνουμένων, οὐδέν τι τῆς ἐντεῦθεν συνεκφορᾶς ἀπήλαυε τὰ βασίλεια, ἀλλ' ἐφ' ἕτερα οἱ τῶν χρημάτων μετωχετεύοντο ποταμοί. Ὅτι δὲ τοῦτό ἐστιν ὁ λόγος δηλώσει σαφέστερον.
3.13 ∆ιεσπουδάζετο τούτῳ δὴ τῷ βασιλεῖ τὸ δοκεῖν εὐσεβεῖν· καὶ ἦν μὲν ὡς ἀληθῶς περὶ τὰ θεῖα σπουδάζων, ἀλλ' ἥ γε προσποίησις αὐτῷ πλείων τῆς ἀληθείας οὖσα ἐτύγχανεν, καὶ τὸ δοκεῖν τοῦ εἶναι κρεῖττον ἐφαίνετο. ∆ιὰ ταῦτα πρῶτα μὲν περιττότερος περὶ τὰ θειότερα τῶν ζητημάτων ἐγένετο, αἰτίας καὶ λόγους ἀνερευνώμενος οὓς οὐκ ἄν τις ἐξ ἐπιστήμης εὕροι, εἰ μὴ στραφείη πρὸς νοῦν κἀκεῖθεν ἀμέσως τὴν <τῶν> κεκρυμμένων δήλωσιν δέξαιτο· ἀλλ' οὗτος οὐδὲ πάνυ τὰ κάτω φιλοσοφήσας, ἀλλ' οὐδὲ φιλοσόφοις περὶ τούτων διαλεγόμενος, εἰ μὴ ὅσον αὐτοῖς ἐκ τῶν τοῦ Ἀριστοτέλους προθύρων κατεβιάσθη τὸ ὄνομα, περὶ τῶν βαθυτέρων καὶ νῷ μόνῳ ληπτῶν, ὥς τις τῶν καθ' ἡμᾶς εἶπε σοφῶν, διεσκέπτετο
3.14 Πρῶτος μὲν οὖν αὐτῷ τῆς εὐσεβείας τρόπος ἐπενοήθη· ἔπειτα δὲ καὶ τῷ Σολομῶντι ἐκείνῳ τῷ πάνυ τῆς τοῦ πολυθρυλλήτου ναοῦ βασκαίνων οἰκοδομῆς, ζηλοτυπῶν δὲ καὶ τὸν αὐτοκράτορα Ἰουστινιανὸν ἐπὶ τῷ μεγάλῳ τεμένει καὶ ἐπωνύμῳ τῆς θείας καὶ ἀρρήτου Σοφίας, ἀντανοικοδο μεῖν ὥσπερ καὶ ἀνθιδρύειν ναὸν τῇ Θεομήτορι ἐπεχείρησεν· ἐφ' ᾧ δὴ τὰ πολλὰ ἐκείνῳ διημαρτήθη, καὶ ὁ τῆς εὐσεβείας αὐτῷ σκοπὸς ἀφορμὴ τοῦ κακῶς ποιεῖν καὶ τῶν πολλῶν ἐκείνων ἀδικημάτων ἐγένετο· προσετίθη γὰρ ἀεὶ ταῖς ἐπὶ τοῦτο δαπάναις, καὶ τῶν ἡμερῶν ἑκάστῃ πλέον τι τῶν ἔργων συνηρανίζετο· καὶ ὁ μὲν μέτρον ὁρίζων τῷ πράγματι μετὰ τῶν ἐχθίστων ἐτάττετο, ὁ δὲ ὑπερβολὰς ἀνευρίσκων καὶ ποικιλίας σχημάτων ἐν τοῖς φιλτάτοις εὐθὺς ἐτίθετο. Καὶ πᾶν μὲν οὖν ἐντεῦθεν ὄρος διώρυκτο, καὶ ἡ μεταλλικὴ τέχνη καὶ πρό γε αὐτῆς φιλοσοφίας ἐτάττετο, καὶ τῶν λίθων οἱ μὲν ἀπεσχίζοντο, οἱ δὲ ἀπεξέοντο, οἱ δὲ πρὸς γλυφὰς ἐτορεύοντο, καὶ οἱ τούτων ἐργάται μετὰ τῶν περὶ Φειδίαν καὶ Πολύγνωτον καὶ Ζεῦξιν συνηριθμοῦντο, καὶ οὐδὲν ἦν τῶν πάντων ὅπερ αὔταρκες ταῖς οἰκοδομαῖς ἐλογίζετο· πᾶς μὲν βασίλειος πρὸς τὸ ἔργον θησαυρὸς ἀνεῴγνυτο, πᾶν δὲ χρυσοῦν ἐκεῖ εἰσεχεῖτο ῥεῦμα· καὶ πᾶσαι μὲν ἐξηντλοῦντο πηγαὶ, ὁ δὲ οἰκοδομούμενος οὐκ ἐξεπληροῦτο νεώς· ἄλλο γὰρ ἐπ' ἄλλῳ ἐτίθετο, καὶ ἕτερον ἐφ' ἑτέρῳ συγκατεστρέφετο, καὶ τὸ αὐτὸ ἔργον πολλάκις ἀποθνῇσκον αὖθις ἀνίστατο, ἢ βραχεῖ τινι ὑπερβάλλον μέτρῳ, ἢ περιεργοτέρῳ σχήματι ποικιλλόμενον. Ὥσπερ δὲ τῶν εἰσβαλλόντων εἰς τὴν θάλασσαν ποταμῶν, πρὸ τῆς εἰς ταύτην συνεισβολῆς πλεῖστόν τι τῶν ἠπείρων ἄνω μετοχετεύεται, οὕτω δὴ καὶ τῶν ἐκεῖσε συναγομένων χρημάτων προηρπάζετο τὰ πλεῖστα καὶ διεφθείρετο.
3.15 Καὶ περὶ τὸ θεῖον δῆθεν εὐσεβῶν ὁ βασιλεὺς ἀφ' ἑστίας κακουργῶν διεδείκνυτο, ταῖς τῶν ἀλλοτρίων εἰσπράξεσιν εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ καταχρώμενος. Καλὸν μὲν γὰρ ἀγαπᾶν εὐπρέπειαν οἴκου Κυρίου, κατὰ τὸν ψαλμῳδὸν, καὶ σκήνωμα δόξης αὐτοῦ, καὶ πολλάκις αἱρεῖσθαι ἐν τούτῳ παραρριπτεῖσθαι ἢ τὴν ἀφ' ἑτέρων ἔχειν εὐδαιμονίαν· καλὸν μὲν γὰρ καὶ τοῦτο, καὶ τίς ἀντερεῖ τῶν τῷ Κυρίῳ ἐζηλωκότων καὶ τῷ ἐκείνου καταπιμπραμένων πυρί; ἀλλ' ἔνθα μηδὲν εἴη τὸ λυμαινόμενον τὸν εὐσεβῆ τοῦτον σκοπὸν, μηδὲ πολλαὶ ἀδικίαι συντρέχοιεν, μηδὲ συγχέοιτο τὰ κοινὰ καὶ τὸ τῆς πολιτείας σῶμα καταρρηγνύοιτο· ὁ γὰρ πόρνης ἄγαλμα ἀπωθούμενος καὶ τὴν τοῦ ἀνόμου θυσίαν ὡς κυνὸς βδελυσσόμενος οὐκ ἂν προσίοιτο πάντως οὐδὲ πολυτελεῖς καὶ ποικίλας οἰκοδομὰς, πολλῶν τούτου ἕνεκα συμπιπτόντων κακῶν· ἰσότητες δὲ τοίχων καὶ κιόνων περιβολαὶ καὶ ὑφασμάτων αἰῶραι καὶ θυμάτων πολυτέλεια καὶ τἄλλα τῶν οὕτω λαμπρῶν, τί ἂν συντελοίη πρὸς τὸν θεῖον τῆς εὐσεβείας σκοπόν, ὁπότε πρὸς τοῦτο ἀρκοίη νοῦς μὲν περιβεβλημένος θεότητα, ψυχὴ δὲ τῇ νοερᾷ βεβαμμένη πορφύρᾳ, καὶ ἡ τῶν πράξεων ἰσότης, καὶ ἡ εὐσχημοσύνη τῆς γνώμης, ἢ μᾶλλον τὸ τῆς διαθέσεως ἀσχημάτιστον, δι' ὧν ἕτερός τις ἡμῖν ἔνδον οἰκοδομεῖται νεὼς εὐπρόσδεκτος Κυρίῳ καὶ εὐαπόδεκτος; Ἀλλ' ἐκεῖνος φιλοσοφεῖν μὲν ᾔδει ἐν τοῖς ζητήμασιν, καὶ συλλογισμοὺς σωρείτας καὶ οὔτιδας, ἐπὶ δὲ τῶν ἔργων τὸ φιλόσοφον ἐπιδείκνυσθαι οὐ πάνυ ἠπίστατο. Ἀλλὰ δέον, εἴ τι καὶ περὶ τοὺς ἐκτὸς κόσμους παρανομεῖν χρὴ, τῶν τε βασιλείων ἐπιμελεῖσθαι καὶ κατακοσμεῖν τὴν ἀκρόπολιν καὶ τὰ διερρωγότα συνάπτειν, πλήρεις τε τοὺς βασιλείους ποιεῖν θησαυροὺς καὶ στρατιωτικὰ ταῦτα ἡγεῖσθαι τὰ χρή ματα, ὁ δὲ τούτου μὲν ἠμέλει, ὅπως δὲ ὁ ναὸς αὐτῷ καλλίων παρὰ τοὺς ἄλλους δεικνύοιτο, τἄλλα κατελυμαίνετο. Εἰ δεῖ οὖν καὶ τοῦτ' εἰπεῖν, ἐμεμήνει περὶ τὸ ἔργον, καὶ πολλάκις τοῦτο καὶ πολλοῖς ἐβούλετο ὁρᾶν ὀφθαλμοῖς· ὅθεν καὶ σχήματα τούτῳ βασιλείων αὐλῶν περιθέμενος, θρόνους τε καθιδρύσας καὶ σκήπτροις κατακοσμήσας καὶ φοινικίδας παραπετάσας, ἐκεῖσε τὸ πολὺ τοῦ ἔτους ἐποίει, τῷ κάλλει τῶν οἰκοδομημάτων καλλυνόμενός τε καὶ φαιδρυνόμενος. Βουλόμενος δὲ καὶ τὴν Θεομήτορα καλλίονι τῶν ἄλλων κατακοσμῆσαι ὀνόματι, ἔλαθεν ἀνθρωπικώτερον ταύτην ἐπονομάσας, εἰ καὶ Περίβλεπτός ἐστι τοὔνομα ὡς ἀληθῶς ἡ περίβλεπτος.
3.16 Ἐπὶ τούτοις καὶ προσθήκη τις ἑτέρα προσεγεγόνει, καὶ ὁ ναὸς καταγωγὴ γίνεται μοναστῶν· πάλιν οὖν ἑτέρων ἀδικημάτων ἀρχαὶ καὶ μείζους τῶν προτέρων ὑπερβολαί· καὶ οὐδὲ τοσοῦτον ἐξ ἀριθμητικῆς ἢ γεωμετρίας ὤνητο, ἵνα τι ἀφέλοι τοῦ μεγέθους ἢ τοῦ ἀριθμοῦ, ὥσπερ οἱ γεωμετροῦντες τὸ ποικίλον ἀφείλαντο, ἀλλ' ὥσπερ ἐν ταῖς οἰκοδομαῖς ἄπειρον ἐβούλετο τὸ μέγεθος ἔχειν, οὕτω δὴ καὶ ἐν τοῖς μονασταῖς τὸν ἀριθμὸν παρεξέτεινεν· ἐντεῦθεν οὖν τὰ ἀνάλογα· ὥσπερ ἐκεῖ τῷ μεγέθει τὰ πλήθη, οὕτως ἐνταῦθα τοῖς πλήθεσιν αἱ συνεισφοραί. Ἑτέρα γοῦν τις οἰκουμένη διηρευνᾶτο, καὶ ἡ ἐκτὸς Ἡρακλείων ἀνεζητεῖτο θάλασσα, ἵν' ἐκείνη μὲν ὡραῖα τρωκτὰ, αὕτη δὲ τοὺς πελωρίους καὶ κητώδεις κομίζοι ἰχθῦς· καὶ ἐπεὶ ἔδοξεν αὐτῷ ψεύδεσθαι ὁ Ἀναξαγόρας ἀπείρους ὁριζόμενος κόσμους, τὸ πλεῖστον τῆς καθ' ἡμᾶς ἠπείρου ὑποτεμόμενος καθοσιοῖ τῷ νεῴ· καὶ οὕτω μεγέθη μὲν μεγέθεσι καὶ πλήθη ἐπισυνάπτων πλήθεσι, καὶ τὰς πρώτας ὑπερβολὰς ταῖς δευτέραις νικῶν, καὶ μηδὲν τούτοις ὁρίζων καὶ περιγράφων, οὐκ ἄν ποτε ἔληξεν ἄλλο ἐπ' ἄλλῳ συντιθεὶς καὶ φιλοτιμούμενος, εἰ μὴ τὸ μέτρον αὐτῷ τῆς ζωῆς περιώριστο.
3.17 Ὃ δὴ καὶ λόγος ἐστὶν ὑποτμηθῆναι αὐτῷ ἐξ αἰτίας τινὸς, ἣν ἐρεῖν βουλόμενος τοσοῦτον προλέγω. Ἀνεπιτηδείως εἶχεν οὗτος ὁ βασιλεὺς τά τε ἄλλα καὶ πρὸς συμβίωσιν γυναικός· εἴτε γὰρ σωφρονεῖν βουλόμενος τὸ κατ' ἀρχὰς, εἴτε πρὸς ἑτέρους, ὡς ὁ τῶν πολλῶν λόγος, στραφεὶς ἔρωτας, καταπεφρονήκει μὲν τῆς βασιλίδος Ζωῆς, ἀπείχετό τε τῆς πρὸς αὐτὴν μίξεως καὶ πάντη ἀποστρόφως πρὸς τὴν κοινωνίαν εἶχεν· τὴν δὲ ἀνηρέθιζε μὲν πρὸς μῖσος καὶ τὸ βασίλειον γένος τοσοῦτον ἐπ' ἐκείνῃ καταφρονούμενον, μάλιστα δὲ ἡ περὶ τὴν μῖξιν ἐπιθυμία, ἣν εἰ καὶ μὴ διὰ τὴν ἡλικίαν εἶχεν, ἀλλὰ διά γε τὴν ἐν βασιλείοις τρυφήν.
3.18 Περὶ τῆς τοῦ Μιχαὴλ πρὸς τὸν βασιλέα εἰσαγωγῆς παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ. Οὗτος μὲν οὖν ὁ τοῦ λόγου πρόλογος, ἡ δὲ ὑπόθεσις τοιαύτη τις ἐπισυμβεβήκει. Ὑπηρέτουν τῷ βασιλεῖ τούτῳ πρὸ τῆς ἀρχῆς ἄλλοι τέ τινες καί τις ἀνὴρ ἐκτομίας, τὴν μὲν τύχην φαῦλος καὶ καταπεπτωκὼς, ὅσα δὲ ἐς γνώμην ῥέκτης δεινότατος· τούτῳ δὴ καὶ Βασίλειος ὁ αὐτοκράτωρ οἰκειότατά τε ἐχρῆτο, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, εἰς ὑπερηφάνους μὲν οὐκ ἀναβιβάσας ἀρχὰς, γνησιώτατα δὲ πρὸς αὐτὸν διακείμενος. Τῷ δὲ ἀδελφός τις ἦν, τὸν μὲν πρὸ τῆς βασιλείας χρόνον ἔτι μειράκιον, τὸ δὲ μετὰ ταῦτα γενειάσας ἤδη καὶ τῆς τελεωτέρας ἡλικίας ἁψάμενος· κατεσκεύαστο δὲ τό τε ἄλλο σῶμα παγκάλως καὶ τὸ πρόσωπον ἐς ἀκριβῆ ὡραιότητα· εὐανθής τε γὰρ ἦν καὶ τὸ ὄμμα λαμπρὸς καὶ ὡς ἀληθῶς μιλτοπάρῃος. Τοῦτον ὁ ἀδελφὸς τῷ βασιλεῖ τῇ βασιλίδι συγκαθημένῳ, οὕτω δόξαν ἐκείνῳ, εἰσήνεγκεν ὀφθησόμενον· καὶ ἐπειδὴ ἄμφω εἰσεληλυθέτην, ὁ μὲν βασιλεὺς ἅπαξ ἰδὼν καὶ βραχέα ἄττα ἐρωτήσας, ἐξιέναι μὲν παρεκελεύσατο, ἐντὸς δὲ εἶναι τῶν βασιλείων αὐλῶν· ἡ δὲ βασιλὶς, ὥσπερ τινὶ συμμέτρῳ φωτὶ τῷ ἐκείνου κάλλει τοὺς ὀφθαλμοὺς ἀναφθεῖσα, ἑαλώκει εὐθὺς καὶ ἐξ ἀρρήτου μίξεως τὸν ἐκείνου ἐνεκυμόνησεν ἔρωτα· καὶ ἦν τοῦτο τέως ἀπόρρητον τοῖς πολλοῖς.
3.19 Ὡς δὲ οὔτε φιλοσοφεῖν οὔτε οἰκονομεῖν τὸν πόθον ἠδύνατο, ἡ πολλάκις ἀποστρεφομένη τὸν ἐκτομίαν τότε θαμὰ προσῄει, καὶ ἄλλοθεν ἀρχομένη ὥσπερ ἐν παρεκβάσει τῆς ὑποθέσεως εἰς τὸν περὶ τοῦ ἀδελφοῦ λόγον κατέληγε, θαρρεῖν τε ἐκεῖνον παρεκελεύετο καὶ προσιέναι οἷ ὁπότε καὶ βούλοιτο. Ὁ δὲ οὐδὲν τέως τῶν κεκρυμμένων εἰδὼς, γνώμης εὐμένειαν τὸ πρᾶγμα ἐτίθετο· καὶ προσῄει μὲν ὡς κεκέλευτο, ὑφειμένῳ δὲ καὶ πεφοβημένῳ τῷ σχήματι· ἀλλ' ἥ γε αἰδὼς μᾶλλον τοῦτον κατήστραπτε καὶ φοινίκιον ὅλον ἐδείκνυ καὶ λαμπρῷ κατηγλάϊζε χρώματι. Ἡ δὲ ἀφῄρει τε τοῦτον τοῦ φοβεῖσθαι, ἁπαλώτερόν τε προσγελῶσα καὶ χαλῶσα τὸ βλοσυρὸν τῆς ὀφρύος καὶ οἷον αἰνιττομένη τὸν ἔρωτα, καὶ πρὸς τὸ θαρρεῖν μετεσκεύαζεν· καὶ ἐπειδὴ λαμπρὰς ἐδίδου τῷ ἐρωμένῳ τὰς τοῦ ἔρωτος ἀφορμὰς, ἀντερᾶν δὲ καὶ οὗτος ἐπετηδεύετο, τὰ μὲν πρῶτα οὐ πάνυ τεθαρρημένως, μετὰ δὲ ταῦτα ἀναιδέστερόν τε προσιὼν καὶ τὰ τῶν ἐρώντων διαπραττόμενος· περιχυθεὶς γὰρ ἄφνω ἐφίλησε, καὶ δέρης ἥψατο καὶ χειρὸς, ὑπὸ τοῦ ἀδελφοῦ πρὸς τὴν τέχνην παιδοτριβούμενος· Ἡ δὲ ἔτι μᾶλλον προσεπεφύκει καὶ πρὸς τὴν ἰσχὺν τῶν φιλημάτων ἀντήρειδεν· ἡ μὲν καὶ ὡς ἀληθῶς ἐρῶσα, ὁ δὲ οὐ πάνυ μέν τι ταύτης παρηκμακυίας ἐπιθυμῶν, τὸν δὲ τῆς βασιλείας ὄγκον εἰς νοῦν βαλλόμενος, καὶ διὰ ταύτην πᾶν ὁτιοῦν ποιεῖν τολμῶν τε καὶ ἀνεχόμενος. Οἱ δὲ περὶ τὰ βασίλεια τὰ μὲν πρῶτα τέως ὑπώπτευον καὶ μέχρι τῶν ὑπονοιῶν ἦσαν· ὕστερον δὲ ἀναιδῶς αὐτοῖς ἐκρηγνυμένου τοῦ ἔρωτος, πάντες ἐγνώκεισαν καὶ τῶν γινομένων οὐδὲ εἷς ἦν ἀνεπαίσθητος· ἤδη γὰρ καὶ εἰς συνουσίαν αὐτοῖς κατέληξε τὰ φιλήματα, καὶ πολλοῖς ἑαλώκεισαν ἐπὶ μιᾶς εὐνῆς συγκαθεύδοντες· καὶ ὁ μὲν ᾐσχύνετό τε καὶ ἠρυθρία καὶ περιδεὴς ἐπὶ τῷ πράγματι ἦν, ἡ δὲ οὔθ' ὑπεστέλλετο, καὶ προσφῦσα ἐπὶ τοῖς πάντων κατεφίλησεν ὀφθαλμοῖς, καὶ ὄνασθαι τούτου πολλάκις ηὔξατο.
3.20 Τὸ μὲν οὖν περικαλλύνειν τοῦτον ὥσπερ ἄγαλμα καὶ καταχρυσοῦν, δακτυλίοις τε περιαστράπτειν καὶ χρυσοϋφέσιν ἐσθήμασιν οὐκ ἐν θαυμασίοις ἄγω· βασιλὶς γὰρ ἐρῶσα τί οὐκ ἂν τῷ ἐρωμένῳ πορίσαιτο; ἡ δὲ λανθάνουσα τοὺς πολλοὺς ἔστιν ὅτε καὶ ἐπὶ τὸν βασιλικὸν θρόνον ἐκάθιζεν ἐναλλὰξ, σκῆπτρον ἐνεχείριζε, καί ποτε καὶ ταινίας ἠξίωσε, καὶ ἐπὶ τούτοις αὖθις ἐπιχυθεῖσα ἄγαλμά τε ἐκάλει καὶ ὀφθαλμῶν χάριν καὶ κάλλους ἄνθος καὶ ψυχῆς ἰδίαν ἀναψυχήν. Τοῦτο οὖν πολλάκις ποιοῦσα ἕνα τινὰ τῶν πανοπτήρων οὐκ ἔλαθεν· ἐκτομίας οὗτος ἦν καὶ τὰς πρώτας τῶν βασιλείων ἐμπεπιστευμένος αὐλῶν, αἰδέσιμός τε ἔκ τε τοῦ σχήματος, ἔκ τε τοῦ ἀξιώματος, καὶ θεράπων αὐτῆς πατρῷος· οὗτος τοίνυν ἰδὼν τὸ καινὸν τοῦ θεάματος μικροῦ δεῖν ἐξεπεπνεύκει, οὕτως αὐτὸν καὶ τὸ σχῆμα κατέπληξεν· ἡ δὲ ἀνεκαλέσατό τε ψυχορραγήσαντα καὶ κατέστησε συγκλονούμενον, καὶ τούτου ἐξαρτᾶσθαι ἐκέλευεν, ὡς νῦν τε ὄντος καὶ ἐσομένου καθαρῶς αὐτοκράτορος.
3.21 Καὶ τὸ μηδένα τῶν πάντων λαθὸν εἰς γνῶσιν οὐκ ἐληλύθει τῷ βασιλεῖ· τοσοῦτον αὐτῷ νέφος ὀφθαλμίας ἐπέκειτο· ἐπεὶ δὲ ἡ τῆς ἀστραπῆς ἔκπληξις καὶ τὸ μέγεθος τῆς βροντῆς καὶ τὰς ἐκείνου περιηύγασε κόρας καὶ τὴν ἀκοὴν κατεβρόντησεν, καὶ τὰ μὲν εἶδεν αὐτοῖς ὄμμασι, τὰ δὲ ἠκηκόει, ὁ δὲ καὶ αὖθις ὥσπερ ἑκὼν ἐπέμυέ τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὤτων πόρους ἀπέφραττεν· ἀμέλει καὶ συγκαθεύδων πολλάκις τῇ βασιλίδι ἄχρι τῆς ἐν εὐνῇ κατακλίσεως ὑπὸ φοινικίδι περικαλυπτομένῃ μόνον τε τοῦτον ἐκάλει καὶ τῶν ποδῶν ἐπαφᾶσθαι καὶ ἀνατρίβειν τούτῳ προσέταττε, καὶ θαλαμηπόλον ἐποίει, καὶ ἐξεπίτηδες, ἵνα τοῦτο ποιῇ, τὴν γυναῖκα τούτῳ κατεμνηστεύετο. Ἐπεὶ δὲ ἡ ἀδελφὴ Πουλχερία καὶ τῶν περὶ τὸν κοιτωνίσκον τινὲς τὸν κατ' αὐτοῦ συσκευαζόμενον θάνατον ἀπεκάλυψαν καὶ ἐτράνωσαν καὶ φυλάξασθαι προετρέψαντο, ὁ δὲ, ἐξὸν τὸν κεκρυμμένον ἀφανίζειν μοιχὸν καὶ τὸ πᾶν καταλύειν τοῦ δράματος, ἑτέραν μὲν πρόφασιν προβαλλόμενον ἐκπληροῦντα δὲ τὸ ἐνθύμημα, τοῦτο μὲν οὐκ ἐποίησεν, οὐδέ τινα προσήνεγκε τῷ πράγματι μηχανὴν, ἀλλὰ τὸν ἐραστὴν ἢ ἐρώμενον προσκαλέσας ποτὲ περὶ τοῦ ἔρωτος ἐπυνθάνετο· καὶ ἐπειδὴ μηδὲν εἰδέναι ἐκεῖνος προσεποιήσατο, πίστεις τε εἰσπράττεται καὶ ὅρκους καθ' ἱερῶν· καὶ ἐπειδὴ τὴν πᾶσαν ἐκεῖνος ἐπιορκίαν ἐτέλεσεν, τὰς μὲν τῶν ἄλλων φωνὰς συκοφαντίας ἡγεῖτο, αὐτῷ δὲ μόνῳ προσεῖχε τὸν νοῦν καὶ πιστότατον ἐκάλει θεράποντα.
3.22 Τούτῳ δὲ καὶ ἄλλο τι συναντελάβετο, ὥστε πόρρω γενέσθαι τῆς κατ' αὐτοῦ ὑπονοίας τὸν αὐτοκράτορα· νόσημα γάρ τι δεινὸν ἀφ' ἥβης τούτῳ περιπεπτώκει εὐθὺς, τὸ δὲ πάθος περιτροπή τις τοῦ ἐγκεφάλου ἐν περιόδοις ἐτύγχανεν ὂν, καὶ μηδεμίας αὐτῷ προσγινομένης τῆς σημειώσεως, αὐτίκα τε ἐτετάρακτο καὶ τοὺς ὀφθαλμοὺς ἔστρεφε καὶ κατὰ γῆς κατερρήγνυτο, προσούδιζέ τε τὴν κεφαλὴν καὶ ἐπὶ πλεῖστον χρόνον κατακεκλόνητο, εἶτ' εἰς αὖθις ἑαυτοῦ τε ἐγίγνετο καὶ κατὰ βραχὺ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθίστατο· ἑωρακὼς γοῦν τοῦτον ὁ αὐτοκράτωρ τούτῳ τῷ πάθει ἑαλωκότα, ᾤκτειρέ τε τοῦ πτώματος καὶ μανίαν μὲν κατεγνώκει, ἔρωτας δὲ ἀπεγνώκει καὶ χάριτας. Τοῖς δὲ πολλοῖς πρόσχημα τὸ πάθος ἐδόκει καὶ προκάλυμμα τῆς ἐπιβουλῆς· καὶ ἦν ἂν αὐτὴ ἀληθεύουσα ἡ ὑπόνοια, εἰ μὴ καὶ βασιλεὺς γεγονὼς ταύτην ὑφίστατο τὴν περιτροπήν· ἀλλὰ τοῦτο μὲν εἰς τὸν περὶ αὐτοῦ λόγον ἀναβεβλήσθω, ἐκείνῳ δὲ πρὸς τρόπου καὶ τὸ κακὸν ἐγεγόνει καὶ τὸ ἀσχημάτιστον πάθος προκάλυμμα πρὸς τὴν ὑπόθεσιν ἦν.
3.23 Τὸ μὲν οὖν τὸν αὐτοκράτορα πεῖσαι τοὺς ἀντερῶντας μὴ ἐρᾶν οὐ μέγα ἔργον ἦν, ῥᾷστα γὰρ καὶ ἐπέπειστο· ὡς δὲ ἐγώ τινος ἤκουσα τῶν τότε περὶ τὰς βασιλείους ἀναστρεφομένων αὐλὰς, ἀνδρὸς ἅπασαν τῆς βασιλίδος τὴν ἐρωτικὴν εἰδότος ὑπόθεσιν κἀμοὶ τὰς ἀφορμὰς τῆς ἱστορίας διδόντος, ὡς ὁ βασιλεὺς ἐβούλετο μὲν ὡσανεὶ πεπεῖσθαι μὴ ἔχειν τὴν βασιλίδα ἐρωτικῶς πρὸς τὸν Μιχαὴλ, ᾔδει δὲ μάλα ἐρῶσαν ὥσπερ δὴ καὶ σφριγῶσαν περὶ τὸ πάθος, καὶ, ἵνα μὴ πρὸς πολλοὺς διαχέοιτο, οὐ μάλα τὴν πρὸς ἕνα τῆς γυναικὸς ἐδυσχέραινεν ὁμιλίαν, ἀλλὰ σχηματιζόμενος παρορᾶν ἀπεπλήρου τὸ πάθος τῇ βασιλίδι· ὃ τοίνυν ἄλλως μοι εἴρητο· ὁ μὲν βασιλεὺς εὔκολος πρὸς τὴν ἐρωτικὴν ὑπόληψιν ἢ κατάληψιν ἦν, ἐμεμήνει δὲ ἥ τε ἀδελφὴ Πουλχερία καὶ ὅσοι τηνικαῦτα κοινωνοὶ τῶν ἀπορρήτων ἐκείνῃ ὄντες ἐτύγχανον. Πρὸς τούτους οὖν ἡ μάχη καθίστατο, καὶ ἡ μὲν παράταξις οὐκ ἀφανὴς, ἐν ὑπονοίαις δὲ συμβεβήκει τὰ τρόπαια· ἥ τε γὰρ ἀδελφὴ οὐ μετὰ πολὺν χρόνον ἐτεθνήκει, καὶ τῶν περὶ ἐκείνην ὁ μὲν τοῦτο ἐπεπόνθει ἀθρόον, ὁ δὲ τῶν ἀνακτόρων ὑπεξεληλύθει, οὕτω βουληθέντος τοῦ αὐτοκράτορος· τῶν δ' ἄλλων οἳ μὲν συνῄνουν τῷ πράγματι, οἳ δὲ τὴν γλῶτταν ἐπεπέδηντο· καὶ ἦν ὁ ἔρως οὐκ ἀφανῶς τελούμενος, ἀλλ' ὥσπερ ἐπὶ νόμοις γινόμενος.
3.24 Περὶ τῆς νόσου τοῦ βασιλέως. Εἶτα τί γίνεται; καταλαμβάνει καὶ τὸν αὐτοκράτορα νόσημα τῶν ἀήθων καὶ χαλεπῶν· ὅλον γὰρ ἀθρόον τὸ σῶμα καὶ κακόηθες αὐτῷ ἐγεγόνει καὶ ὕπουλον· τροφῆς τε γοῦν ἐντεῦθεν οὐ μᾶλλον ἐρρωμένως ἥπτετο, ὅ τε ὕπνος ἄκροις αὐτοῦ τοῖς ὄμμασιν ἐφιζάνων ταχέως ἀφίπτατο, καὶ πάντα συνεπεπτώκει αὐτῷ τὰ δυσχερῆ, ἤθους τραχύτης, γνώμη δυσάρεστος, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ, μὴ γνωριζόμενα πρότερον· εὐπρόσιτος γοῦν τὸν ἐκ πρώτης ἡλικίας βίον τυγχάνων, τότε δυσπρόσιτός τε ὁμοῦ καὶ δυσπρόσοδος ἐγεγόνει· ὅ τε γὰρ γέλως αὐτὸν ἀπέλιπε καὶ ἡ τῆς ψυχῆς χάρις καὶ τὸ γλυκὺ τοῦ ἤθους, καὶ οὔτε τινὶ τῶν πάντων ἐπίστευεν, οὔτε αὐτὸς ἐδόκει τοῖς ἄλλοις, ἀλλ' ἑκάτεροι ὑπώπτευόν τε καὶ ὑπωπτεύοντο· τὸ δέ γε ἀφιλότιμον τότε μᾶλλον αὐτῷ ἐπετάθη· ἀνελευθέρους γοῦν ἐποιεῖτο τὰς τῶν χρημάτων διανεμήσεις, καὶ πρὸς πᾶσαν μὲν ἱκεσίαν ἐχαλέπαινεν, πρὸς πᾶσαν δὲ φωνὴν ἐλεεινὴν ἐτραχύνετο· πονήρως δὲ ἄγαν τοῦ σώματος ἔχων, ὅμως οὔτε τῶν συνήθων ἠμέλει, οὔτε τὰς βασιλείους πομπὰς ἐν μηδενὶ λόγῳ ἐτίθετο, ἀλλὰ καὶ στολαῖς κατελαμπρύνετο χρυσοπάστοις καὶ τὸν ἄλλον κόσμον ἠμφίεστο, ὥσπερ ἀχθοφορῶν ἐν ἀσθενεῖ σώματι, δυσχερῶς τε ἐπανέστρεφεν καὶ πλέον εἶχε κακῶς.
3.25 Ἐγὼ γοῦν πολλάκις ἐθεασάμην οὕτως ἐν ταῖς πομπαῖς ἔχοντα, οὐκ ἀκριβῶς ἑκκαιδεκέτης τὴν ἡλικίαν ὢν, βραχύ τι τῶν νεκρῶν διαφέροντα· ὅλον γὰρ αὐτῷ ἐξῳδήκει τὸ πρόσωπον, καὶ τὸ χρῶμα οὐδέν τι κάλλιον εἶχε τῶν τριταίων περὶ τὰς ταφάς· ἀπέπνει τε πυκνῶς, καὶ βραχύ τι προβαίνων αὖθις ἵστατο· τῶν δὲ περὶ τὴν κεφαλὴν αὐτῷ τριχῶν αἱ μὲν πλείους ὥσπερ ἀπὸ νεκροῦ σώματος ἐπεπτώκεισαν, βραχεῖαι δέ τινες καὶ ψιλαὶ ἠτάκτουν περὶ τὸ μέτωπον, τῷ ἐκείνου, οἶμαι, συγκινούμεναι πνεύματι. Τοῖς μὲν οὖν ἄλλοις ἀπέγνωστο, ὁ δὲ οὐ πάνυ τι δυσέλπιστος ἦν, ἀλλ' ἰατρικαῖς τέχναις ἑαυτὸν ἐδεδώκει, κἀκεῖ τὴν σωτηρίαν ἑαυτῷ ἐμνηστεύετο.
3.26 Περὶ τοῦ θανάτου τοῦ βασιλέως. Εἰ μὲν οὖν ἐδεδράκεισάν τι περὶ αὐτὸν τῶν ἀτοπωτάτων αὐτή τε ἡ ἐρωτικὴ συζυγία καὶ οἱ τοῦ πράγματος κοινωνοὶ, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι· οὐ γὰρ ῥᾳδίως οἶδα καταγινώσκειν ὧν οὔπω κατάληψιν εἴληφα· τοῖς δὲ ἄλλοις κοινὸν τοῦτο τέθειται ὁμολόγημα, ὡς τὸν ἄνδρα πρότερον φαρμάκοις καταγοητεύσαντες, μετὰ ταῦτα καὶ ἑλλέβορον ἐκεράσαντο· καὶ οὐ περὶ τούτου νῦν διαμφισβητοῦμαι, ἀλλ' ὅτι ἡ τοῦ θανεῖν αἰτία ἐκεῖνοι γεγόνασιν. Εἶχε ταῦτα, καὶ τὰ προτέλεια τῆς κοινῆς ἡμῶν ἀναστάσεως ἐτελεῖτο τῷ βασιλεῖ, ὁμοῦ τε ὡς ἐς αὔριον εἰς τὴν πάνδημον πανήγυριν προελευσόμενος ηὐτρεπίζετο· ἄπεισι γοῦν πρὸ ἡμέρας βαλανείοις χρησόμενος αὐτόθι που περὶ τὰ βασίλεια, οὔτε χειραγωγούμενος ἔτι, οὔθ' ὑπόγυος πρὸς τὸν θάνατον ὤν· διαπρεπῶς γοῦν ἀνῄει ἀλειψόμενος καὶ λουσόμενος καὶ καθαρσίοις περὶ τὸ σῶμα χρησόμενος. Εἴσεισι γοῦν τὸ λουτρὸν, καὶ κεφαλὴν πρῶτα διαρρυφθεὶς, εἶτα δὴ καὶ τὸ σῶμα καταντληθεὶς, ἐπειδὴ ἐρρωμένως εἶχε τοῦ πνεύματος, τῇ κολυμβήθρᾳ ἑαυτὸν ἐπιδίδωσιν, ἥτις μέσον ὀρώρυκται· καὶ τὰ μὲν πρῶτα ἡδέως τῷ ὕδατι ἐπενήχετο καὶ ἐλαφρῶς ἐπέπλει, ἀναφυσῶν ὡς ἥδιστα καὶ ἀναψυχόμενος, ἔπειτά τινες καὶ τῶν περὶ ἐκεῖνον εἰσῄεσαν ὑπερείσοντες ἐκεῖνον καὶ ἀναπαύσοντες· οὕτω γὰρ ἔδοξεν· ἀλλ' εἴ τι μὲν εἰσελθόντες περὶ τὸν αὐτοκράτορα παρηνόμησαν, οὐκ ἔχω εἰπεῖν ἀκριβῶς. Φασὶ γοῦν οἱ καὶ τἄλλα πρὸς τοῦτο συνείροντες, ὅτι ἐπειδὴ τὴν κεφαλὴν εἰς τὸ ὕδωρ καθῆκεν ὁ αὐτοκράτωρ, τοῦτο γὰρ εἴθιστο ποιεῖν, συμπιέσαντες αὐτοῦ τὸν αὐχένα ἐπέσχον ἐπὶ χρόνον πολὺν, εἶτ' ἀφέντες ἐξεληλύθεσαν· τὸν δὲ τὸ πνεῦμα κουφίσαν ἄπνουν σχεδὸν ἐπεδείκνυ τοῖς ὕδασιν ὥσπερ φελλὸν ἀλόγως ἐπισαλεύοντα· ὡς δὲ βραχύ τι ἀνα πνεύσας ἔγνω ὅπη κακοῦ ἐτύγχανεν ὢν, τὴν χεῖρα προτείνας ἐδεῖτο τοῦ συλληψομένου καὶ ἀναστήσοντος. Εἷς γέ τοι ἐλεήσας τοῦτον καὶ τοῦ σχήματος, τὰς χεῖρας ὑποτείνας καὶ ἐναγκαλισάμενος ἀνιμήσατο, καὶ διαβαστάσας ὡς εἶχεν ἐπὶ τῆς στρωμνῆς ἀθλίως κατέθετο. Καὶ βοῆς ἐπὶ τοῦτο γενομένης, ἄλλοι τέ τινες παρῆσαν καὶ ἡ βασιλὶς αὐτὴ ἀδορυφόρητος, ὡς ἐπὶ πένθει δεινῷ· καὶ ἰδοῦσα αὖθις ἀπῆλθε, τὸ πιστὸν τῆς τελευτῆς εἰληφυῖα διὰ τῆς ὄψεως. Ὁ δὲ βαρύ τι στενάξας καὶ βύθιον, τῇδε κἀκεῖσε περιεβλέπετο, φωνῆσαι μὲν μὴ δυνάμενος, σχήμασι δὲ καὶ νεύμασι δηλῶν τὸ βούλημα τῆς ψυχῆς· ὡς δὲ συνελαμβάνετο ἔτι οὐδεὶς, μύσας τοὺς ὀφθαλμοὺς πυκνότερον αὖθις ἐπήσθμαινεν· εἶτα δὴ ἀθρόον ἀναρραγέντος ὑπεκχεῖται διὰ τοῦ στόματος μελάντερόν τι τὴν χρόαν καὶ πεπηγὸς, ἐφ' ᾧ δὴ δὶς καὶ τρὶς ἀσθμάνας τὴν ζωὴν ἀπολείπει.

  1. Ακύρωσε το λεγόμενο αλληλέγγυον, δηλαδή την υποχρέωση που είχε επιβάλει ο Βασίλειος Β΄ στους δυνατούς να πληρώνουν φόρο για τις ακαλλιέργητες εκτάσεις που είχαν εγκαταλείψει οι φτωχοί αγρότες.