Χρονική Διήγησις/Αλέξιος Δούκας Μούρτζουφλος/5

Χρονική Διήγησις
Συγγραφέας:
Αλέξιος Δούκας Μούρτζουφλος (5)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


Αλέξιος Δούκας Μούρτζουφλος (5)

Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον, θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ [370D] παντὸς ἐνδιαίτημα! ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς πενταπόλεως, τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου, Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος. τίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς συνίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι δαίμονες κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ γοῦν ἀνάρσιοι καὶ μανιώδεις Τελχῖνες παστάδα μὲν οὐκ ἐπλέξαντο, οὐδ᾿ ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ᾿ ἀνέκαυσαν ἄνθρακας; ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη [371Α] βασίλειον, πιναρὰ δ᾿ ἀρτίως καὶ αὐχμηρὰ, καὶ πολλῶν κακῶν κληροῦχος, καὶ τέκνων τῶν γνησίων χατίζουσα. ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα, καὶ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν, καὶ γρηῒ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ, καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα, καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προσίεσθαι, καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς [371B] κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια ἅ σοι καθ’ ὥραν πᾶσαν προστρίβονται.