Χρονική Διήγησις/Ιωάννης Κομνηνός/11
←Ιωάννης Κομνηνός (10) | Χρονική Διήγησις Συγγραφέας: Ιωάννης Κομνηνός (11) |
Ιωάννης Κομνηνός (12)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
Καίπερ δὲ συμφοραῖς τηλίκαις καὶ καλλίστων παίδων ἀφιλοσοφήτοις ἀποβολαῖς κατακαμφθεὶς ὁ βασιλεὺς τὴν ψυχήν, ἵνα μὴ λέγοιμι καὶ οἰωνοὺς ἀπαισίους τῆς ὑπερέκεινα πορείας τοὺς θανάτους τῶν φιλτάτων ἔχων πρὸ ὀφθαλμῶν, ὅμως οὐδέν τι καὶ πέπονθε μαλακὸν ἢ καθυφῆκέ τι βραχὺ τῆς προθέσεως ἢ παλίμπους ἐπανῆκεν εἰς τὸ Βυζάντιον, [26A] ἔτους ἤδη τελείου ἐπὶ τοῖς ἠθλημένοις τούτοις παριππευκότος, ἀλλ΄ ἐς Ἰσαυρίαν ἀφιγμένος καὶ τὰ ἐκεῖθι πρὸς τὸ δέον καταστησάμενος τῆς ἀνόπιν καὶ πρὸς Συρίαν ὁδοῦ εἴχετο, ἐφεπόμενον ἔχων αὐτῷ τὸν ὑστερότοκον παῖδα τὸν Μανουήλ. ῏Ην δὲ ἡ μὲν πρόδηλος τῆς στρατείας ταυτησὶ πρόθεσις ἡ τῆς Ἀρμενίας πρὸς τὸ κρεῖττον μεθάρμοσις καὶ εἰς βεβαίαν κατάστασιν συνοχὴ τῶν πόλεων καὶ φρουρίων, ὧν ἐγκρατὴς γεγένητο κατὰ τὴν προτέραν αὐτοῦ ἀνάβασιν· ἡ δ΄ ἀνέκφορος πρὸς τὸ στράτευμα λαθραία τε καὶ ἐνδόμυχος καὶ ἐκ περισκέψεως κίνησις αὕτη ἦν. ἀεὶ δι΄ ἔρωτος εἶχε συνάψαι τὴν Ἀντιόχου τῇ Κωνσταντίνου, κἀκ τοῦδε τοῖς [26B] θεοστιβέσι τόποις ἐπιφοιτῆσαι, καὶ δώροις μὲν καταστέψαι τὸν τοῦ κυρίου τάφον τὸν ζωοπάροχον, τὸ δὲ κύκλῳ βαρβαρικὸν ἀνακαθᾶραι. ὅθεν καὶ πᾶσαν ἦν μετιὼν μηχανήν, εἴ πως ὑπεκσταῖεν ἑκόντες αὐτῷ οἱ Λατῖνοι τῆς κυριαρχίας τῆς λογίμης Ἀντιοχείας, ἢ εἰ μὴ οὗτοι πείθοιντο (ἠπίστατο γὰρ τὴν Λατινικὴν κόρυζαν καὶ τὸ τοῦ φρονήματος αὐτῶν ἀταπείνωτον), οἱ δέ γε Κίλικες καὶ Σύροι προσρέψαιεν ἐκείνῳ. γράφων τοίνυν κατὰ τήνδε τὴν ἄνοδον καὶ τὴν αὐτοῦ προσημαίνων τοῖς Ἀντιοχεῦσιν ἄφιξιν οὐδαμῶς ἀνίει, ὥστε καὶ μήπω τῶν ὁρίων ἐπιβὰς τῆς Συρίας πρεσβείαν ἐφειλκύσατο ἐκεῖθεν μάλα ἀγαθὰς αὐτῷ τὰς ἐλπίδας ἐπὶ τοῖς μέλλουσιν [26C] ὑποβάλλουσαν. ἐπεὶ δὲ τῇ Ἀντιόχου προσήγγισεν, ἀλλοίους εὕρατο τὰς γνώμας τοὺς Ἰταλούς, τῆς φήμης προαγγειλάσης ὁπόσα ἐνδόμυχα καὶ τῶν χειλέων τοῦ βασιλέως ἀπρόϊτα. μὴ γοῦν ῥᾳδίαν εὑρίσκων καὶ τῇ γνώμῃ συμβαίνουσαν τὴν εἰς τὴν Ἀντιόχου πάροδον, ἀλλ΄ ἔνορκον ὁρῶν συγχωρουμένην αὐτῷ τὴν εἰσέλευσιν καὶ τὸ ὅλον ἀπᾴδουσαν οἷς ὥρμαινε κατὰ ψυχήν, καὶ ὡς εἴπερ εἰσελεύσεται, πρὸς ἡμέρας ἐνσκηνωσάμενος καὶ προσκυνηθεὶς καὶ τιμηθεὶς τὰ εἰκότα πάλιν ἐξελεύσεται, μηδέν τι νεοχμώσας ἐπὶ τοῖς κατ΄ αὐτὴν πράγμασιν ἤ τι μετακινήσας τῶν καθεστώτων ἐθῶν, ἀχθεσθεὶς [26D] ἐφ΄ οἷς ἐξηπάτητο, τὴν μὲν εἴσοδον οὐ δέον κέκρικεν εἰσβιάζεσθαι, τὸν μετὰ Χριστιανῶν πόλεμον παντάπασιν ἐκτρεπόμενος, ἐναυλισάμενος δὲ τοῖς προαστείοις τῆς πόλεως κείρειν ἐνδίδωσι ταῦτα τῇ στρατιᾷ καὶ ἀπάγειν ἅπαν τὸ ταῖς χερσὶν εὐμετάφορον. καὶ ἦν ἐκ τοῦδε τοῦ παραγγέλματος, πρόφασιν τὴν τῶν ἀναγκαίων ὑποσπάνισιν ἔχοντος, μηδὲ τὰ καρποφόρα τῶν δένδρων ἀσινῆ παρεώμενα, ἀλλὰ καὶ ταῦτα τῷ πυρὶ τῆς διαίτης παραδιδόμενα. κἀπὶ τούτοις ἐκμετρήσας λεληθότως τὴν ἄμυναν πρὸς τὰ τῶν Κιλίκων παρενέκλινεν ὅρια. ἐν δ΄ εὐρυτάτῃ στρατοπεδευσάμενος φάραγγι, καθ΄ ἣν ὄρη δικόρυμβα ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέβαινον, ἅπερ λόγος αἱρεῖ Κοράκων νοσσιὰς κικλήσκεσθαι, εἰς κυνηγέσιον ἔξεισι. καὶ συῒ προσυπαντήσας μοναδικῷ τὴν μὲν αἰχμὴν τῷ στέρνῳ τοῦ θηρίου ἐνήρεισε· πλείονι δὲ ὠθισμῷ τοῦ συὸς χρησαμένου καὶ ὅλον τὸν σίδηρον εἰσδεξαμένου τοῖς σπλάγχνοις, ἡ κατέχουσα χεὶρ τὸ ἀκόντιον ὑποναρκᾷ τε καὶ ὑπενδίδωσι [27A] πρὸς τὸ ἄγαν τῆς τοῦ θηρὸς ἀντωθήσεως, κἀντεῦθεν τοῦ εὐθέος παρενεχθεῖσα ἐγχρίπτει τῷ γωρυτῷ, ὃς παρὰ πλευρὸν τοῦ βασιλέως ἐξήρτητο πλάγιος, στέγων ἔσωθεν ἰοβόλα βέλεμνα. ὅθεν τῆς φαρέτρας ἀνατραπείσης, εἷς τῶν διεκχυθέντων ἀτράκτων πλήττει τὸν βασιλέα κατὰ τὸ μεσεῦον δέρμα τῶν ὑστάτων δακτύλων τῆς χειρός. ἀεὶ τοίνυν τοῦ φαρμάκου νεμομένου τὰ πρόσω καὶ διατρέχοντος, καὶ περὶ αὐτὰ τὰ καίρια έπενσκήπτοντος, καὶ κατὰ μικρὸν ἀπονεκροῦντος ταῦτα καὶ ἀποψύχοντος, μετὰ μικρὸν τοῦ βίου μεθίσταται. τότε δ΄ οὖν ὁ βασιλεὺς παρ΄ οὐδὲν θέμενος τὸ ξέσμα τοῦ δέρματος ὑμένος ἠκέσατο ἐπιθέματι ἥν φασιν ἐκδοράν, ἐκ [27B] τοῦ τῶν ποδῶν ἀποσυρέντος καττύματος, σφαλερῶς ἐντεῦθεν πειρώμενος τὸν προϊόντα ἐπισχεῖν ὕφαιμον ἰχῶρα τοῦ τραύματος. ἐπανελθὼν οὖν πρὸς ἑσπέραν καὶ ἀριστήσας τὴν μὲν νύκτα μετὰ ῥᾳστώνης διήνεγκε· τὴν δὲ μετὰ ταύτην ἡμέραν οἰδαίνειν καὶ σφύζειν ἀρξαμένου τοῦ τραύματος περιωδυνίαις ἐβάλλετο, καὶ τίθησιν ἔκπυστον τοῖς ἰατροῖς τὸ συμβάν. οἱ δὲ τὸν τῆς χειρὸς ὄγκον ἰδόντες καὶ τὸ πρὸς ἄκεσιν τεθὲν περιεργασάμενοι, αὐτὸ μὲν ὡς μὴ κατὰ θεσμοὺς νοσοκομίας παραληφθὲν ἀπήνεγκαν τῆς χειρός, φαρμάκοις δ΄ ἄλλοις ἐχρήσαντο καταλεαίνειν δυναμένοις τὰ τῶν τραυμάτων φλεγμαίνοντα. ἐπεὶ δ΄ εἰς οὐδὲν ἀνύσιμον ἀπετελεύτα τὰ φαρμακεύματα, πρὸς χειρουργίαν οἱ Ἀσκληπιάδαι βλέπουσι. [27C] τμηθέντος οὖν τοῦ οἰδήματος, οὐδ΄ οὕτω καταστολή τις καὶ ὑποχάλασις τοῦ πάσχοντος μέρους ἐγίνετο, ἀλλ΄ ὅ τε ὄγκος ἀεὶ ἐπὶ μεῖζον ᾔρετο, ἐπὶ δακτύλῳ τε δάκτυλον καὶ καρπὸν ἐπὶ παλάμῃ, εἶτα πῆχυν, ἐπὶ δὲ τούτῳ βραχίονα ἐπενέμετο τὸ δεινόν, καὶ βασιλεὺς τῶν χρηστοτέρων ἐλπίδων ἀπήγετο. ἀμέλει καὶ τοῖς μὲν ἰατροῖς ἠπορημένοις παντάπασιν ἐδόκει τὴν χεῖρα τοῦ βασιλέως ἀποτεμεῖν ἐς μηρὸν ἀνδρεῖον ἁδρυνθεῖσαν τῇ φλεγμονῇ, κατ΄ ἀμφήριστον μέντοι καὶ τότε τοῦ πάσχοντος μέλους ἴασιν· βασιλεὺς δὲ καὶ τὴν προτέραν τομὴν αἰτίαν τοῦ ξύμπαντος κακοῦ ξυνορώμενος οὐδ΄ ὅλως τοῖς λεγομένοις ἐπένευσεν, ἀλλ΄ ἔκειτο κάμνων, τὸ τῆς θεραπείας παριδὼν ἀμφίλογον. ἐπιστάσης δὲ τῆς πανευσήμου ἡμέρας [27D] τῆς Χριστοῦ ἀναστάσεως τῶν θείων μυστηρίων ἐν μεθέξει γίνεται, καὶ πρὸς τὸ δεῖπνον ἀναπεσὼν ἀνῆκε τὴν αὐλαίαν πᾶσι τοῖς εἰσιέναι καὶ δεηθῆναι θέλουσι. καὶ τῇ ἐξῆς ἡμέρᾳ τὸν αὐτὸν διαπραξάμενος τρόπον ὑποθήκῃ τοῦ μεγάλου δομεστίκου Ἰωάννου, καὶ τὰ παρατεθέντα βρώματα τοῖς παρεστῶσι διανειμάμενος, καθ΄ ἑαυτὸν ἔκτοτε ἰδιάσας περὶ τοῦ διαδόχου τῆς βασιλείας ἐγνώκει σκέπτεσθαι. ὑετοῦ δὲ κατενεχθέντος ῥαγδαίου, καὶ τῆς κοιλάδος καταρρύτου φανείσης ἐφ΄ ἧς ἐστρατοπεδεύετο, ἥ τε βασιλέως κλίνη μετεφέρετο πρὸς τὸ καθαρεῦον ὕδατος μέρος, καὶ αὐτὸς ἐπὶ στόματος εἶχε τὸ φάσκον οὑτωσὶ χρησμῴδημα «τόποις δ΄ ἐν ὑγροῖς καὶ παρ΄ ἐλπίδα πέσῃς.» οἱ δὲ τὰς τῶν βασιλέων διαδοχὰς καὶ μεταθέσεις φιλοκρινοῦντες καὶ τοῦτο πέρας εἰληφέναι ἔλεγον, [28A] «ὢ πῶς γενήσῃ βρῶμα δεινῶν κοράκων!», πῇ μὲν ἐς τὰ μέλανα καὶ σίζοντα σιδήρια τὸ παλαίφατον τοῦτο λόγιον ἀφορᾶν ἰσχυριζόμενοι, δι΄ ὧν ὁ καυτὴρ τῇ χειρὶ τοῦ βασιλέως ἐπενήνεκται, πῇ δ΄ ἐς τὸ τῶν βουνῶν προσώνυμον ἐφ΄ ὧν ἐκεῖνος κατεσκηνώκει, τὸ προφοίβασμα ἀπολύοντες.