Χρησμοί Σιβυλλιακοί/Βιβλίο Η
←Βιβλίο Ζ | Χρησμοί Σιβυλλιακοί Βιβλίο Η |
Βιβλίο Θ→ |
0 Λόγος ὄγδοος 1 Ἐρχομένης μεγάλης ὀργῆς ἐπὶ κόσμον ἀπειθῆ 2 ἔσχατον εἰς αἰῶνα θεοῦ μηνίματα φαίνω 3 πᾶσι προφητεύουσα κατὰ πτόλιν ἀνθρώποισιν. 4 ἐξότε δὴ πύργος τ᾽ ἔπεσεν γλῶσσαί τ᾽ ἀνθρώπων 5 ἐς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, 6 πρῶτα μὲν Αἰγύπτου βασιλήιον, εἶτα τὸ Περσῶν 7 Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, 8 εἶτα Μακηδονίης τῦφον μέγαν αὐχησάσης, 9 πέμπτον δ᾽ εἶτ᾽ Ἰταλῶν κλεινὴ βασιλεία ἄθεσμος 10 ὑστάτιον πᾶσιν δείξει κακὰ πολλὰ βροτοῖσιν 11 καὶ πάσης γαίης ἀνδρῶν μόχθους δαπανήσει. 12 ἄξει δ᾽ ἀκμῆτας βασιλεῖς ἐθνῶν ἐπὶ δυσμάς 13 καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾽ ὑποτάξει. 14 ὀψὲ θεοῦ μύλοι *γ᾽* ἀλέουσι τὸ λεπτὸν ἄλευρον. 15 πῦρ τότε πάντ᾽ ὀλέσει καὶ λεπτὸν χοῦν ἀποδώσει 16 ὑψικόμων ὀρέων κορυφὰς καὶ σαρκὸς ἁπάσης. 17 ἀρχὴ πᾶσι κακῶν φιλοχρημοσύνη καὶ ἄνοια. 18 χρυσοῦ γὰρ δολίοιο καὶ ἀργυρίου πόθος ἔσται· 19 οὐδὲν γὰρ τούτων θνητοὶ μεῖζον προέκριναν, 20 οὐ φάος ἠελίου, οὐκ οὐρανόν, οὐδὲ θάλασσαν, 21 οὐ γαῖαν πλατύνωτον, ὅθεν φύουσιν ἅπαντα, 22 οὐ τὸν πάντα διδόντα θεόν, γεννήτορα πάντων, 23 οὐ πίστιν τούτων καὶ εὐσεβίην προέκριναν. 24 πηγὴ δυσσεβίης καὶ ἀταξίης προοδηγός, 25 μηχανίη πολέμων, εἰρήνης ἐχθρὰ ἀνία 26 ἐχθραίνουσα τέκνοις γονέας καὶ τέκνα γονεῦσιν. 27 κοὐδὲ γάμος δίχα χρυσοῦ ὅλως ποτὲ τίμιος ἔσται. 28 γαῖά θ᾽ ὅρους ἕξει καὶ φρουροὺς πᾶσα θάλασσα 29 πᾶσι μεριζομένη δολίως τοῖς χρυσὸν ἔχουσιν· 30 ὡς αἰῶσι θέλοντες ἔχειν πολυθρέμμονα γαῖαν 31 πορθήσουσι πένητας, ἵν᾽ αὐτοὶ πλείονα χῶρον 32 προσπορίσαντες ἀλαζονίῃ καταδουλώσωσιν. 33 κεἰ μὴ γαῖα πέλωρος ἀπ᾽ οὐρανοῦ ἀστερόεντος 34 τὸν θρόνον εἶχε μακρήν, οὐκ ἦν ἴσον ἀνδράσι φέγγος, 35 ἀλλ᾽ ἀγοραζόμενον χρυσῷ πλουτοῦσιν ὑπῆρχεν 36 καὶ πτωχοῖς αἰῶν᾽ ἕτερον θεὸς ἡτοίμαζεν. 37 ἥξει σοί ποτ᾽ ἄνωθεν ἴση, ὑψαύχενε Ῥώμη, 38 οὐράνιος πληγὴ καὶ κάμψεις αὐχένα πρώτη 39 κἀξεδαφισθήσῃ καὶ πῦρ σε ὅλην δαπανήσει 40 κεκλιμένην ἐδάφεσσιν ἑοῖς, καὶ πλοῦτος ὀλεῖται 41 καὶ σὰ θέμειλα λύκοι καὶ ἀλώπεκες οἰκήσουσιν. 42 καὶ τότ᾽ ἔσῃ πανέρημος ὅλως, ὡς μὴ γεγονυῖα. 43 ποῦ τότε Παλλάδιον; ποῖός σε θεὸς διασώσει, 44 χρυσοῦς ἢ λίθινος ἢ χάλκεος; ἢ τότε ποῦ σοι 45 δόγματα συγκλήτου; ποῦ Ῥείης ἠὲ Κρόνοιο 46 ἠὲ Διὸς γενεὴ καὶ πάντων, ὧν ἐσεβάσθης, 47 δαίμονας ἀψύχους, νεκύων εἴδωλα καμόντων, 48 ὧν Κρήτη καύχημα τάφους ἡ δύσμορος ἕξει, 49 θρησκεύουσα θρόνωσιν ἀναισθήτοις νεκύεσσιν. 50 ἀλλ᾽ ὅτε σοι βασιλεῖς, χλιδανή, τρὶς πέντε γένωνται 51 κόσμον δουλώσαντες ἀπ᾽ ἀντολίης μέχρι δυσμῶν, 52 *ἔσσετ᾽ ἄναξ πολιόκρανος ἔχων πέλας οὔνομα πόντου*, 53 κόσμον ἐποπτεύων μιαρῷ ποδί, δῶρα πορίζων, 54 χρυσὸν μὲν πάμπλειστον ἔχων καὶ ἄργυρον ἐχθρῶν 55 πλείονα συλλέξας καὶ γυμνώσας ἀναλύσει. 56 καὶ μαγικῶν ἀδύτων μυστήρια πάντα μεθέξει, 57 παῖδα θεὸν δεικνύσει, ἅπαντα σεβάσματα λύσει, 58 *κἀξ ἀρχῆς * τὰ πλάνης μυστήρια πᾶσιν ἀνοίξει. 59 αἴλινος ἔκτοτε καιρός, ὅτ᾽ Αἴλινος αὐτὸς ὀλεῖται. 60 καί ποτε δῆμος ἐρεῖ· "μέγα σὸν κράτος, ἄστυ, πεσεῖται·" 61 εἰδὼς εὐθὺ τὸ μέλλον ἐπερχόμενον κακὸν ἦμαρ. 62 καὶ τότε πενθήσουσιν ὁμοῦ τὴν σὴν προβλέποντες 63 οἰκτροτάτην μοῖραν πατέρες καὶ νήπια τέκνα· 64 αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Θύμβριδος ὄχθαις. 65 τὸν μέτα τρεῖς ἄρξουσι πανύστατον ἦμαρ ἔχοντες, 66 οὔνομα πληρώσαντες ἐπουρανίοιο θεοῖο, 67 οὗ τὸ κράτος καὶ νῦν καὶ εἰς αἰῶνας ἅπαντας. 68 εἷς μὲν πρέσβυς ἐὼν σκήπτρων ἐπὶ πουλὺ κρατήσει, 69 οἰκτρότατος βασιλεύς, ὃς χρήματα κόσμου ἅπαντα 70 δώμασιν ἐγκλείσει τηρῶν, ἵν᾽, ὅταν γ᾽ ἐπανέλθῃ 71 ἐκ περάτων γαίης ὁ φυγὰς μητροκτόνος αἴθων, 72 ταῦτα ἅπασι διδοὺς πλοῦτον μέγαν Ἀσίδι θήσει. 73 καὶ τότε πενθήσεις πλατυπόρφυρον ἡγεμονήων 74 *φῶς* ἐκδυσαμένη καὶ πένθιμον εἷμα φοροῦσα, 75 ὦ βασιλὶς μεγάλαυχε, Λατινίδος ἔκγονε Ῥώμης· 76 οὐκέτι σοι τῆς σῆς μεγαλαυχενίης κλέος ἔσται, 77 οὐδ᾽ ὀρθωθήσῃ ποτὲ δύσμορος, ἀλλὰ κλιθήσῃ· 78 καὶ γὰρ ἀετοφόρων λεγεώνων δόξα πεσεῖται. 79 ποῦ τότε σοι τὸ κράτος; ποία γῆ σύμμαχος ἔσται 80 δουλωθεῖσα τεαῖς ματαιοφροσύνῃσιν ἀθέσμως; 81 πάσης γὰρ γαίης θνητῶν τότε σύγχυσις ἔσται, 82 αὐτὸς ὁ παντοκράτωρ ὅταν ἐλθὼν βήματι κρίνῃ 83 ζώντων καὶ νεκύων ψυχὰς καὶ κόσμον ἅπαντα. 84 κοὔτε γονεῖς τέκνοισι φίλοι, οὐ τέκνα γονεῦσιν 85 ἔσσονται διὰ δυσσεβίην καὶ θλῖψιν ἄελπτον. 86 ἔκτοτέ σοι βρυγμὸς καὶ σκορπισμὸς καὶ ἅλωσις, 87 πτῶσις ὅταν ἔλθῃ πόλεων καὶ χάσματα γαίης· 88 πορφύρεός τε δράκων ὁπόταν ἐπὶ κύμασιν ἔλθῃ 89 γαστέρι πλῆθος ἔχων καὶ θρέψει σεῖο τὰ τέκνα 90 ἐσσομένου λιμοῦ τε καὶ ἐμφυλίου πολέμοιο, 91 ἐγγὺς μὲν κόσμου τὸ τέλος καὶ ἔσχατον ἦμαρ 92 καὶ *δοκίμοις* κλητοῖς κρίσις ἀθανάτοιο θεοῖο. 93 πρῶτα δὲ Ῥωμαίων ἀπαραίτητος χόλος ἔσται, 94 αἱμοπότης καιρὸς καὶ δύστηνος βίος ἥξει. 95 αἰαῖ σοι, Ἰταλὴ χώρη, μέγα βάρβαρον ἔθνος, 96 οὐκ ἐνόησας, ὅθεν γυμνὴ καὶ ἀνάξιος ἦλθες 97 πρὸς φάος ἠελίοιο, ἵν᾽ εἰς αὐτὸν πάλι χῶρον 98 γυμνὴ χωρήσῃς καὶ ὕστερον ἐς κρίσιν ἔλθῃς 99 ὡς ἀδίκως κρίνουσα . . . . . . . . . . . . . . . 100 χερσὶ γιγαντείῃσι μόνη κατὰ κόσμον ἅπαντα 101 ἐξ ὕψους ἐλθοῦσα κατοικήσεις ὑπὸ γαῖαν. 102 νάφθῃ κἀσφάλτῳ καὶ θείῳ καὶ πυρὶ πολλῷ 103 ἐξαφανισθήσῃ καὶ ἔσῃ κόνις αἰώνεσσιν 104 αἰθομένη· καὶ πᾶς ὁ βλέπων μυκηθμὸν ἀκούσει 105 πένθιμον ἐξ Ἀίδαο μέγαν καὶ βρυγμὸν ὀδόντων 106 καὶ ταῖς σαῖς παλάμαις ἄθεα στήθη παταγοῦσαν. 107 πᾶσιν ὁμοῦ νύξ ἐστιν ἴση τοῖς πλοῦτον ἔχουσιν 108 καὶ πτωχοῖς· γυμνοὶ δ᾽ ἀπὸ γῆς, γυμνοὶ πάλιν ἐς γῆν 109 ἥξαντες λήγουσι βίου χρόνον ἐκτελέσαντες. 110 οὐδεὶς δοῦλος ἐκεῖ, οὐ κύριος, οὐδὲ τύραννος, 111 οὐ βασιλεῖς, οὐχ ἡγεμόνες μάλα τῦφον ἔχοντες, 112 οὐ νομικὸς ῥήτωρ, οὐκ ἄρχων χρήμασι κρίνων· 113 οὐ θυσιῶν σπονδαῖς ἐπὶ βωμοῖς αἷμα χέουσιν· 114 τύμπανον οὐκ ἠχεῖ, οὐ κύμβαλον . . . . . . . . . . 115 οὐκ αὐλὸς πολύτρητος, ἔχοντα φρενοβλάβον αὐδήν, 116 οὐ σκολιοῦ σύριγμα φέρον μίμημα δράκοντος, 117 οὐ σάλπιγξ πολέμων ἀγγέλτρια βαρβαρόφωνος· 118 οὐ κώμοις μεθύοντες ἀθέσμοις, οὐχὶ χορείαις· 119 οὐ φθόγγος κιθάρης, οὐ μηχανίη κακοεργός· 120 οὐκ ἔρις, οὐκ ὀργὴ πολυποίκιλος, οὐδὲ μάχαιρα 121 ἔστι παρὰ φθιμένοις, ἀλλ᾽ αἰὼν κοινὸς ἅπασιν. ― 122 κλειδοφύλαξ εἱρκτῆς μεγάλης ἐπὶ βῆμα θεοῖο. ― 123 χρυσοῖς τε *ξοάνοισιν ἀργυρέοις λιθίνοισιν* 124 ὡραῖαι γίνεσθε, ἵν᾽ ἔλθητ᾽ εἰς πικρὸν ἦμαρ 125 σὴν πρώτην κόλασιν, Ῥώμη, καὶ βρυγμὸν ὁρῶσαι. 126 κοὐκέτι σοι δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει 127 οὐ Σύρος, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐκ ἔθνος ἄλλο. 128 ἐκπορθηθήσῃ κἀκπραχθήσῃ ὅσ᾽ ἔπραξας, 129 δώσεις τ᾽ οἰμώξασα φόβῳ, μέχρι πάντ᾽ ἀποτίσεις· 130 καὶ σὺ θρίαμβος ἔσῃ κόσμῳ καὶ ὄνειδος ἁπάντων. ― 131 ἔκτοτε Λατίνων ἕκτη γενεὴ βασιλήων 132 ὑστάτιον βίον ἐκτελέσει καὶ σκῆπτρα προλείψει. 133 τῆς αὐτῆς γενεῆς ἕτερος βασιλεὺς βασιλεύσει, 134 ὃς πάσης γαίης ἄρξει καὶ σκῆπτρα κρατήσει, 135 ἄρξει δ᾽ αὐτοκέραστα θεοῦ βουλαῖσι μεγίστου· 136 παῖδες καὶ παίδων τούτου γενεὴ *ἀσαλεύτων*· 137 ὣς γὰρ θέσφατόν ἐστι περιπλομένοιο χρόνοιο, 138 ὁππόταν Αἰγύπτου βασιλεῖς τρὶς πέντε γένωνται. 139 ἔνθεν ὅταν φοίνικος ἐπέλθῃ πενταχρόνοιο ― 140 ἥξει πορθήσων λαῶν γένος, ἄκριτα φῦλα, 141 Ἑβραίων ἔθνος. τότ᾽ Ἄρης Ἄρεα προνομεύσει, 142 Ῥωμαίων ὑπέροπλον ἀπειλὴν αὐτὸς ὀλέσσει. 143 ὤλετο { γὰρ } Ῥώμης ἀρχὴ τότε τηλεθόωσα, 144 ἀρχαίη πολέεσσι περικτιόνεσσιν ἄνασσα. 145 οὐκέτι νικήσειε πέδον Ῥώμης ἐριθήλου, 146 ὁππόταν ἐξ Ἀσίης κρατέων ἔλθῃ σὺν Ἄρηι. 147 ταῦτα δὲ πάντ᾽ ἔρξας ἥξει κρηπισθὲν ἐς ἄστυ. 148 τρὶς δὲ τριηκοσίους καὶ τεσσαράκοντα καὶ ὀκτώ 149 πληρώσεις λυκάβαντας, ὅταν σοι δύσμορος ἥξῃ 150 μοῖρα βιαζομένη τεὸν οὔνομα πληρώσασα. 151 οἴμοι ἐγὼ τριτάλαινα, πότ᾽ ὄψομαι ἦμαρ ἐκεῖνο 152 *σεῖό ποτε *, Ῥώμη, πᾶσιν δὲ μάλιστα Λατίνοις; 153 κώμαζ᾽, εἰ βούλει σύ, τὸν ἐν κρυφίαισι λοχείαις 154 Ἀσίδος ἐκ γαίης ἐπὶ Τρωικὸν ἅρμ᾽ ἐπιβάντα, 155 θυμὸν ἔχοντ᾽ αἴθωνος. ὅταν δ᾽ ἰσθμὸν διακόψῃ 156 παπταίνων, ἐπὶ πάντας ἰών, πέλαγος διαμείψας, 157 καὶ τότε θῆρα μέγαν μετελεύσεται αἷμα κελαινόν. 158 τὸν δὲ λέοντ᾽ ἐδίωξε κύων ὀλέκοντα νομῆας. 159 σκῆπτρα δ᾽ ἀφαιρήσουσι καὶ εἰς Ἀίδαο περήσει. 160 ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον, 161 καὶ Θήβῃσι κακή γε μένει μετόπισθεν ἅλωσις. 162 Αἴγυπτος δ᾽ ἀπολεῖται ὑφ᾽ ἡγεμόνων κακότητος. 163 [ὡς δὲ καὶ οἳ μετόπισθ᾽ ἔφυγον βροτοὶ αἰπὺν ὄλεθρον, 164 τρὶς μακαριστὸς ἔην καὶ τετράκις ὄλβιος ἀνήρ.] 165 ἔσται καὶ Ῥώμη ῥύμη καὶ Δῆλος ἄδηλος 166 καὶ Σάμος ἄμμος — — — — — — — 167 ὕστερον *αὖ καὶ ἔπειτά γε τοὺς Πέρσας κακὸν ἥξει* 168 ἀνθ᾽ ὑπερηφανίης, ἀπολεῖται ὕβρις ἅπασα. 169 καὶ τότε { δ᾽ } ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσει 170 εἰς αἰῶνας ἅπαντας {ὁ} τοὺς φθιμένους ἀνεγείρας 171 τρεῖς Ῥώμῃ Ὕψιστος ἄγοι οἰκτρῇ τότε μοίρῃ, 172 πάντες δ᾽ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται· 173 ἀλλ᾽ οὐ μὴ πεισθῶσιν, ὅ κεν πολὺ λώιον εἴη. 174 ἀλλ᾽ ὁπόταν δὴ πᾶσιν ἐπαυξήσῃ κακὸν ἦμαρ 175 λιμοῦ καὶ λοιμοῦ δυσανασχέτου ἠδὲ κυδοιμοῦ, 176 καὶ τότ᾽ ἔπειτ᾽ αὖτις κρείων ἔμπροσθεν ὁ τλήμων 177 συγκαλέσας βουλὴν βουλεύσεται, ὡς ἀπολέσσει ― 178 ξηρὰ μὲν ἀνθήσουσιν ὁμοῦ φύλλοισι φανέντα· 179 οὐράνιον δ᾽ ἔδαφος *δείξει* στερεᾷ ἐπὶ πέτρῃ 180 ὄμβρον τε φλογμόν τε πολύπνοιάν τ᾽ ἐπὶ γαῖαν 181 καὶ σπορίμων πληθὺν ἰῶν κατὰ γαῖαν ἅπασαν. ― 182 ἀλλὰ πάλιν πράξουσιν ἀναιδέα θυμὸν ἔχοντες, 183 οὐ μήνιμα θεοῦ δειδιότες οὐδ᾽ ἀνθρώπων, 184 αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες, 185 ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι 186 ψεῦσται ἀπιστόφιλοι κακοπράγμονες οὐδὲν ἀληθεῖς 187 πιστολέται εὑρεσσίλογοι δύσφημα χέοντες· 188 οὐδέ σφιν πλούτου κόρος ἔσσεται· ἀλλά τ᾽ ἀναιδῶς 189 πλείονα συλλέξουσι· τυραννωθέντες ὀλοῦνται. 190 ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα, 191 *πολλὰ μὲν ἑξῆς ἄστρα*, καὶ ἀκτινόεντα κομήτην 192 ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο 193 πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. 194 μή ποτ᾽ ἐγὼ ζῴην, ὅτε ἡ μιαρὰ βασιλεύσει, 195 ἀλλὰ τότ᾽, οὐρανίη ὅταν ἡ χάρις ἐμβασιλεύσῃ, 196 καὶ ὁπόταν ἱερός ποτε παῖς *δολοφῶν* ἁπάντων 197 ἐξολέσῃ δεσμοῖς ὀλοόφρονα βυσσὸν ἀνοίγων, 198 αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψῃ. 199 ἀλλ᾽ ὅταν ἡ δεκάτη γενεὴ δόμον Ἄιδος εἴσω, 200 θηλυτέρης μετέπειτα μέγα κράτος· ᾗ κακὰ πολλά 201 αὐξήσει θεὸς αὐτός, ὅταν βασιληίδα τιμήν 202 στεψαμένη τετύχῃ· σύμπαν δ᾽ ἔτος *ἥπιος* αἰών. 203 ἠέλιος [μὲν] αὐχμηρὰ τρέχων νυκτερινὰ φαίνει, 204 λείψει δ᾽ ἄστρα πόλον· πολλῇ δέ τε λαίλαπι θύων 205 γαῖαν ἐρημώσει· νεκρῶν δ᾽ ἐπανάστασις ἔσται· 206 καὶ χωλῶν δρόμος ὠκύτατος καὶ κωφὸς ἀκούσει 207 καὶ τυφλοὶ βλέψουσι, λαλήσουσ᾽ οὐ λαλέοντες, 208 καὶ κοινὸς πάντεσσι βίος καὶ πλοῦτος ἐσεῖται. 209 γαῖα δ᾽ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς 210 διαμεριζομένη καρπούς ποτε πλείονας οἴσει, 211 πηγὰς δὲ γλυκεροῦ οἴνου λευκοῦ τε γάλακτος 212 καὶ μέλιτος δώσει . . . . . . . . . . . . . . . . . . ― 213 καὶ *κρίσιν* ἀθανάτοιο θεοῦ . . . . . . . . . . . . 214 ἀλλ᾽ ὅταν ἀλλάξῃ θεὸς καιροὺς . . . . . . . . . . 215 χεῖμα θέρος ποιῶν, τότε θέσφατα { πάντα τελεῖται }. 216 ἀλλ᾽ ὅτε κόσμος ὄλωλεν . . . . . . . . . . . . . . ⁂ 217t ΙΗΣΟΥΣ ΧΡΕΙΣΤΟΣ ΘΕΟΥ ΥΙΟΣ ΣΩΤΗΡ ΣΤΑΥΡΟΣ . 217 Ἱδρώσει δὲ χθών, κρίσεως σημεῖον ὅτ᾽ ἔσται. 218 Ἥξει δ᾽ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων, 219 Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα. 220 Ὄψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι 221 Ὕψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο. 222 Σαρκοφόρων δ᾽ ἀνδρῶν ψυχὰς ἐπὶ βήματι κρίνει, 223 Χέρσος ὅταν ποτὲ κόσμος ὅλος καὶ ἄκανθα γένηται. 224 Ῥίψουσιν δ᾽ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα. 225 Ἐκκαύσει δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν 226 Ἰχνεῦον, ῥήξει τε πύλας εἱρκτῆς Ἀίδαο. 227 Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει 228 Τῶν ἁγίων· ἀνόμους δὲ τὸ πῦρ αἰῶσιν ἐλέγξει. 229 Ὁππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει· 230 Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει. 231 Θρῆνος δ᾽ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. 232 Ἐκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι. 233 Οὐρανὸν εἱλίξει· μήνης δέ τε φέγγος ὀλεῖται. 234 Ὑψώσει δὲ φάραγγας, ὀλεῖ δ᾽ ὑψώματα βουνῶν, 235 Ὕψος δ᾽ οὐκέτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται. 236 Ἶσα δ᾽ ὄρη πεδίοις ἔσται καὶ πᾶσα θάλασσα 237 Οὐκέτι πλοῦν ἕξει. γῆ γὰρ φρυχθεῖσα τότ᾽ ἔσται 238 Σὺν πηγαῖς, ποταμοί τε καχλάζοντες λείψουσιν. 239 Σάλπιγξ δ᾽ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει 240 Ὠρύουσα μύσος μελέων καὶ πήματα κόσμου. 241 Ταρτάρεον δὲ χάος δείξει τότε γαῖα χανοῦσα. 242 Ἥξουσιν δ᾽ ἐπὶ βῆμα θεοῦ βασιλῆος ἅπαντες. 243 Ῥεύσει δ᾽ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου. 244 Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς, σφρηγὶς ἐπίσημος 245 Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται, 246 Ἀνδρῶν εὐσεβέων ζωή, πρόσκομμα δὲ κόσμου, 247 Ὕδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· 248 Ῥάβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. 249 Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν 250 Σωτὴρ ἀθάνατος βασιλεύς, ὁ παθὼν ἕνεχ᾽ ἡμῶν. 251 ὃν Μωσῆς ἐτύπωσε προτείνας ὠλένας ἁγνάς 252 νικῶν τὸν Ἀμαλὴκ πίστει, ἵνα λαὸς ἐπιγνῷ 253 ἐκλεκτὸν παρὰ πατρὶ θεῷ καὶ τίμιον εἶναι 254 τὴν ῥάβδον Δαυὶδ καὶ τὸν λίθον, ὅνπερ ὑπέστη, 255 εἰς ὃν ὁ πιστεύσας ζωὴν αἰώνιον ἕξει. 256 οὐδὲ γὰρ ἐν δόξῃ, ἀλλ᾽ ὡς βροτὸς εἰς κτίσιν ἥξει 257 οἰκτρὸς ἄτιμος ἄμορφος, ἵν᾽ οἰκτροῖς ἐλπίδα δώσει· 258 καὶ φθαρτῇ σαρκὶ μορφὴν καὶ πίστιν ἀπίστοις 259 οὐράνιον δώσει καὶ μορφώσει τὸν ἀπ᾽ ἀρχῆς 260 ἄνθρωπον πλασθέντα θεοῦ παλάμαις ἁγίαισιν, 261 ὅν τ᾽ ἐπλάνησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν 262 τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε, 263 ὥστε θεὸν προλιπόντα λατρεύειν ἤθεσι θνητοῖς. 264 αὐτὸν γὰρ πρώτιστα λαβὼν σύμβουλον ἀπ᾽ ἀρχῆς 265 εἶπεν ὁ παντοκράτωρ· "ποιήσωμεν, τέκνον, ἄμφω 266 εἰκόνος ἡμετέρης ἀπομαξάμενοι βροτὰ φῦλα· 267 νῦν μὲν ἐγὼ χερσίν, σὺ δ᾽ ἔπειτα λόγῳ θεραπεύσεις 268 μορφὴν ἡμετέρην, ἵνα κοινὸν ἀνάστεμα δῶμεν." 269 γνώμης οὖν ταύτης μεμνημένος ἐς κτίσιν ἥξει 270 ἀντίτυπον μίμημα φέρων εἰς παρθένον ἁγνήν, 271 ὕδατι φωτίζων διὰ πρεσβυτέρων ἅμα χειρῶν, 272 πάντα λόγῳ πράσσων, πᾶσαν δὲ νόσον θεραπεύων. 273 τοὺς ἀνέμους παύσειε λόγῳ, στορέσει δὲ θάλασσαν 274 μαινομένην ποσὶν εἰρήνης πίστει τε πατήσας. 275 ἐκ δ᾽ ἄρτων ἅμα πέντε καὶ ἰχθύος εἰναλίοιο 276 ἀνδρῶν χιλιάδας ἐν ἐρήμῳ πέντε κορέσσει, 277 καὶ τὰ περισσεύοντα λαβὼν τότε κλάσματα πάντα 278 δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. 279 καὶ καλέσει ψυχὰς μακάρων, οἰκτροὺς δ᾽ ἀγαπήσει, 280 οἳ καλὸν ἀντὶ κακοῦ χλευαζόμενοι πρήξουσιν 281 τυπτόμενοι μαστιζόμενοι πενίην ποθέοντες. 282 πάντα νοῶν καὶ πάντα βλέπων καὶ πάντ᾽ ἐπακούων 283 σπλάγχνα κατοπτεύσει καὶ γυμνώσει πρὸς ἔλεγχον· 284 αὐτὸς γὰρ πάντων ἀκοὴ καὶ νοῦς καὶ ὅρασις 285 καὶ λόγος ὁ κτίζων μορφάς, ᾧ πάνθ᾽ ὑπακούει, 286 καὶ νέκυας σῴζων, πᾶσαν δὲ νόσον θεραπεύων. 287 εἰς ἀνόμων χεῖρας καὶ ἀπίστων ὕστερον ἥξει, 288 δώσουσιν δὲ θεῷ ῥαπίσματα χερσὶν ἀνάγνοις 289 καὶ στόμασιν μιαροῖς ἐμπτύσματα φαρμακόεντα. 290 δώσει δ᾽ εἰς μάστιγας ἀναπλώσας τότε νῶτον· 291 [αὐτὸς γὰρ κόσμῳ παραδώσει παρθένον ἁγνήν.] 292 καὶ κολαφιζόμενος σιγήσει, μή τις ἐπιγνῷ, 293 τίς τίνος ὢν πόθεν ἦλθεν, ἵνα φθιμένοισι λαλήσει. 294 καὶ στέφανον φορέσει τὸν ἀκάνθινον· ἐκ γὰρ ἀκανθῶν 295 τὸ στέφος ἐκλεκτῶν αἰώνιόν ἐστιν ἄγαλμα. 296 πλευρὰς νύξουσιν καλάμῳ διὰ τὸν νόμον αὐτῶν· 297 ἐκ καλάμων γὰρ σειομένων ὑπὸ πνεύματος *ἄλλου* 298 πρὸς κρίματα * ψυχῆς * ἐτράφη ὀργῆς καὶ ἀμοιβῆς. 299 ἀλλ᾽ ὅτε ταῦτά γε πάντα τελειωθῇ ἅπερ εἶπον. 300 εἰς αὐτὸν τότε πᾶς λύεται νόμος, ὅστις ἀπ᾽ ἀρχῆς 301 δόγμασιν ἀνθρώποις ἐδόθη διὰ λαὸν ἀπειθῆ. 302 ἐκπετάσει χεῖρας καὶ κόσμον ἅπαντα μετρήσει. 303 εἰς δὲ τὸ βρῶμα χολὴν καὶ πιεῖν ὄξος ἔδωκαν· 304 τῆς ἀφιλοξενίης ταύτην δείξουσι τράπεζαν. 305 ναοῦ δὲ σχισθῇ τὸ πέτασμα καὶ ἤματι μέσσῳ 306 νὺξ ἔσται σκοτόεσσα πελώριος ἐν τρισὶν ὥραις. 307 οὐκέτι γὰρ κρυφίῳ τε νόμῳ ναῷ τε λατρεύειν 308 φαντασίαις κόσμου κεκαλυμμένον αὖτις ἐδείχθη 309 αὐθέντου καταβάντος ἐπὶ χθονὸς ἀενάοιο. 310 ἥξει δ᾽ εἰς Ἀίδην ἀγγέλλων ἐλπίδα πᾶσιν 311 τοῖς ἁγίοις, τέλος αἰώνων καὶ ἔσχατον ἦμαρ, 312 καὶ θανάτου μοῖραν τελέσει τρίτον ἦμαρ ὑπνώσας· 313 καὶ τότ᾽ ἀπὸ φθιμένων ἀναλύσας εἰς φάος ἥξει 314 πρῶτος ἀναστάσεως κλητοῖς ἀρχὴν ὑποδείξας, 315 ἀθανάτου πηγῆς ἀπολουσάμενος ὑδάτεσσιν 316 τὰς πρότερον κακίας, ἵνα γεννηθέντες ἄνωθεν 317 μηκέτι δουλεύσωσιν ἀθέσμοις ἤθεσι κόσμου. 318 πρῶτα δὲ τοῖς ἰδίοις φανερῶς τότε κύριος ὀφθῇ 319 σάρκινος, ὡς πάρος ἦν, χερσίν τε ποσίν τ᾽ ἐπιδείξει 320 τέσσαρα τοῖς ἰδίοις ἴχνη πηχθέντα μέλεσσιν, 321 ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· 322 τόσσαι γὰρ κόσμου βασιληίδες ἐκτελέσουσιν 323 πρᾶξιν τὴν ἀθέμιστον ἐπίψογον εἰς τύπον ἡμῶν. 324 χαῖρ᾽, ἁγνὴ θύγατερ Σιών, -. -. πολλὰ παθοῦσα· 325 αὐτός σου βασιλεὺς ἐπιβὰς ἐπὶ πῶλον ἐσάγει 326 *πρᾶος πᾶσι φανείς, ἵνα τὸ(ν) ζυγὸν ἡμῶν* 327 δοῦλον δυσβάστακτον ἐπ᾽ αὐχένι κείμενον ἄρῃ 328 καὶ θεσμοὺς ἀθέους λύσῃ δεσμούς τε βιαίους. 329 αὐτόν σου γίνωσκε θεὸν θεοῦ υἱὸν ἐόντα· 330 τοῦτον δοξάζουσα καὶ ἐν στέρνοισιν ἔχουσα 331 ἐκ ψυχῆς ἀγάπα καὶ τοὔνομα βάστασον αὐτοῦ. 332 τοὺς προτέρους δ᾽ ἀπόθου καὶ λοῦσον ἀφ᾽ αἵματος αὐτοῦ· 333 οὐ γὰρ σαῖς οἴμαις ἱλάσκεται οὐδὲ λιταῖσιν, 334 οὐ θυσίαις προσέχει φθαρταῖς ἄφθαρτος ὑπάρχων· 335 *ἀλλ᾽ ὕμνον στομάτων συνετῶν τότε ἐκπροφέροντες* 336 γνῶθι, τίς ἔσθ᾽ οὗτος, καὶ τὸν γενετῆρα τότ᾽ ὄψει. ⁂ 337 χηρεύσει τότε πάντα χρόνῳ στοιχεῖα τὰ κόσμου, 338 ἀὴρ γαῖα θάλασσα φάος πυρὸς αἰθομένοιο· 339 καὶ πόλος οὐράνιος καὶ νὺξ καὶ ἤματα πάντα 340 εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον. 341 ἄστρα γὰρ οὐρανόθεν φωστήρων πάντα πεσεῖται. 342 κοὐκέτι δὴ πτήσονται ἐπ᾽ ἀέρος εὔπτεροι ὄρνεις 343 οὐδὲ βάσις γαίης· θῆρες γὰρ ἅπαντες ὀλοῦνται. 344 κοὐκ ἀνδρῶν φωναί, οὐ θηρῶν, οὐ πετεηνῶν. 345 κόσμος ἄτακτος ἐὼν οὐ χρήσιμον ἦχον ἀκούσει· 346 ἠχήσει δὲ βαθὺς πόντος μέγαν ἦχον ἀπειλῆς 347 ζῷά τε νηκτὰ τρέμοντα θαλάσσης πάντα θανεῖται· 348 καὶ ναῦς φόρτον ἔχουσ᾽ ἐπὶ κύμασιν οὐκέτι πλεύσει. 349 μυκήσει δὲ χθὼν αἱμασσομένη πολέμοισιν· 350 πᾶσαι δ᾽ ἀνθρώπων ψυχαὶ βρύξουσιν ὀδοῦσιν 351 [τῶν ἀνόμων *ψυχῶν* ὀλολυγμοῖσίν τε φόβῳ τε,] 352 τηκόμεναι δίψει λιμῷ λοιμῷ τε φόνοις τε 353 καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ᾽ ἀπ᾽ αὐτῶν· 354 οὐκέτι γὰρ θάνατος κείνους, οὐ νὺξ ἀναπαύσει· 355 πολλὰ δ᾽ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα, 356 καὶ τότ᾽ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ᾽ αὐτῶν. 357 ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ᾽ ἔδωκεν 358 ἀνδράσι πλαζομένοις διὰ χειρῶν παρθένου ἁγνῆς. 359 αὐτός μοι τάδε πάντα θεὸς νόῳ ἐγκατέδειξεν 360 καὶ δι᾽ ἐμοῦ στόματος τὰ λελεγμένα πάντα τελέσσει· 361 Οἶδα δ᾽ ἐγὼ ψάμμου τ᾽ ἀριθμὸν καὶ μέτρα θαλάσσης, 362 οἶδα μυχοὺς γαίης καὶ Τάρταρον ἠερόεντα, 363 οἶδ᾽ ἀριθμοὺς ἄστρων καὶ δένδρεα καὶ πόσα φῦλα 364 τετραπόδων νηκτῶν τε καὶ ὀρνίθων πετεηνῶν 365 καὶ μερόπων ὄντων τε καὶ ἐσσομένων νεκύων τε· 366 αὐτὸς γὰρ μορφὰς καὶ νοῦν ἀνδρῶν ἐτύπωσα, 367 καὶ λόγον ὀρθὸν ἔδωκα ἐπιστήμην τ᾽ ἐδίδαξα, 368 ὀφθαλμοὺς ὁ πλάσας καὶ ὦτα, βλέπων καὶ ἀκούων 369 καὶ πᾶν ἐνθύμημα νοῶν καὶ πᾶσι συνίστωρ 370 ἐντὸς ἐὼν σιγῶ καὶ ὕστερον αὐτὸς ἐλέγξω 371 [κἀκπράξων -.-. ὅσσα λαθών γε βροτῶν τις ἔπραξεν, 372 *ἐλθὼν καὶ* ἐπὶ βῆμα θεοῦ θνητοῖσι λαλήσων.]· 373 καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω 374 καὶ πόσον ἐστὶ τὸ πᾶν ἀπὸ γῆς εἰς οὐρανὸν ὕψος, 375 ἀρχὴν καὶ τέλος οἶδα, ὃς οὐρανὸν ἔκτισα καὶ γῆν. 376 [πάντα γὰρ ἐξ αὐτοῦ, τὰ ἀπ᾽ ἀρχῆς εἰς τέλος οἶδε.] 377 μοῦνος γὰρ θεός εἰμι καὶ οὐκ ἔστιν θεὸς ἄλλος. 378 εἰκόνα θεσπίζουσιν ἐμὴν πλασθεῖσαν ἀφ᾽ ὕλης, 379 χερσί τε μορφώσαντες ἑαῖς εἴδωλον ἄναυδον 380 δοξάζουσι λιταῖς καὶ θρησκείῃσιν ἀνάγνοις. 381 τὸν κτίστην προλιπόντες ἀσελγείαις ἐλάτρευσαν 382 *πάντες δ᾽ αὐτοῦ* ἔχοντες ἀχρήστοις δῶρα διδοῦσιν 383 *καὶ ὡς ἐμὰς * τιμὰς τάδε χρήσιμα πάντα δοκοῦσιν 384 θοίνῃ κνισσοῦντες, ὡς τοῖς ἰδίοις νεκύεσσιν. 385 σάρκας γὰρ καίουσι καὶ ὀστέα μυελόεντα 386 θύοντες βωμοῖς καὶ δαίμοσιν αἷμα χέουσιν 387 καὶ λύχνους ἅπτουσιν ἐμοὶ τῷ φῶτα διδόντι, 388 χὡς διψῶντι θεῷ θνητοὶ σπένδουσι τὸν οἶνον 389 εἰς οὐδὲν μεθύοντες ἐπ᾽ εἰδώλοισιν ἀχρήστοις. 390 οὐ χρῄζω θυσίης ἢ σπονδῆς ὑμετέρηφιν, 391 οὐ κνίσσης μιαρῆς, οὐχ αἵματος ἐχθίστοιο. 392 ταῦτα γὰρ ἐς μνήμην βασιλήων ἠδὲ τυράννων 393 δαίμοσι ποιήσουσι νεκροῖς, ὡς οὐρανίοισιν, 394 θρησκείαν ἄθεον καὶ ὀλέθριον ἐκτελέοντες. 395 καὶ καλέουσι θεοὺς ἄθεοι τὰς εἰκόνας αὐτῶν 396 τὸν κτίστην προλιπόντες, ἀπ᾽ αὐτῶν ἐλπίδα πᾶσαν 397 καὶ ζωὴν νομίσαντες ἔχειν, κωφοῖς καὶ ἀναύδοις 398 ἐς τὸ κακὸν πιστοὶ ἀγαθὸν τέλος ἀγνοιοῦσιν. 399 αὐτὸς ὁδοὺς προέθηκα δύο, ζωῆς θανάτου τε, 400 καὶ γνώμῃ προέθηκ᾽ ἀγαθὴν ζωὴν προελέσθαι· 401 αὐτοὶ δ᾽ ἐς θάνατον καὶ πῦρ αἰώνιον ᾖξαν. 402 εἰκών ἐστ᾽ ἄνθρωπος ἐμὴ λόγον ὀρθὸν ἔχουσα 403 τούτῳ θὲς καθαρὰν καὶ ἀναίμακτον σὺ τράπεζαν 404 πληρώσας ἀγαθῶν καὶ δὸς πεινῶντι τὸν ἄρτον 405 καὶ διψῶντι ποτὸν καὶ εἵματα σώματι γυμνῷ 406 ἐκ μόχθων ἰδίων πορίσας ἁγναῖς παλάμῃσιν. 407 θλιβόμενον κτῆσαι καὶ τῷ κάμνοντι παράστα 408 καὶ ζῶσαν θυσίαν ἐμοὶ τῷ ζῶντι πόριζε, 409 σπείρων νῦν ἐς ὕδωρ, ἵνα σοι κἀγώ ποτε δώσω 410 καρποὺς ἀθανάτους, καὶ φῶς αἰώνιον ἕξεις 411 καὶ ζωὴν ἀμάραντον, ὅταν πυρὶ πάντας ἐλέγξω. 412 χωνεύσω γὰρ ἅπαντα καὶ εἰς καθαρὸν διαλέξω, 413 οὐρανὸν εἱλίξω, γαίης κευθμῶνας ἀνοίξω, 414 καὶ τότ᾽ ἀναστήσω νεκροὺς μοῖραν ἀναλύσας 415 καὶ θανάτου κέντρον, καὶ ὕστερον εἰς κρίσιν ἥξω 416 κρίνων εὐσεβέων καὶ δυσσεβέων βίον ἀνδρῶν· 417 καὶ κριὸν κριῷ καὶ ποιμένι ποιμένα θήσω 418 καὶ μόσχον μόσχῳ πέλας ἀλλήλων ἐς ἔλεγχον· 419 οἵτινες ὑψώθησαν ἐλεγχόμενοι ὑπ᾽ ἐλέγχῳ 420 καὶ στόμα παντὸς ἔφραξαν, ἵν᾽ αὐτοὶ ζηλώσαντες 421 τοὺς ὁσίως πράσσοντας ἴσως καταδουλώσουσιν 422 σιγᾶν προστάσσοντες, ἐπειγόμενοι διὰ κέρδος. 423 *καὶ δόκιμοι παρ᾽ ἐμοὶ τότε χωρήσουσιν ἅπαντες*, 424 κοὐκέτι λοιπὸν ἐρεῖς λυπούμενος, "αὔριον ἔσται", 425 οὐκ "ἐχθὲς γέγονεν"· οὐκ ἤματα πολλὰ μεριμνᾷς, 426 οὐκ ἔαρ, οὐ χειμῶν᾽, οὔτ᾽ ἂρ θέρος, οὐ μετόπωρον, 427 οὐ δύσιν ἀντολίην· ποιήσω γὰρ μακρὸν ἦμαρ. 428 εἰς δ᾽ αἰῶνα τὸ φῶς -.-. -- πεποθημένον ἔσται. ― 429 αὐτογένητος, ἄχραντος, ἀένναος ἀίδιός τε, 430 *οὐρανοῦχος ἰσχύι μετρῶν* πυρόεσσαν αὐτμήν 431 καὶ πατάγου σκῆπτρον κατέχει σὺν ἀπηνέι πυρσῷ, 432 πρηΰνει τε βαρυκτυπέων δουπήματα βροντῶν, 433 γῆν κλονέων κατέχει ῥοιζήματα . . . . . . 434 κἀστεροπῶν μάστιγας ἀπαμβλύνει πυροφεγγεῖς 435 ὄμβρων δ᾽ ἄσπετα χεύματ᾽ ἔχει ῥιπάς τε χαλάζης 436 κρυμαλέης νεφελῶν τε βολὰς καὶ χείματος ὁρμάς. ― 437 αὐτοὶ μὲν γὰρ ἕκαστα νόῳ διατεκμαίρονται, 438 ὅσσα περ αὐτῷ σοι δοκέει πρήσσειν τ᾽ ἐπινεύεις. ― 439 *σῷ παιδὶ πρὸ κτίσεως πάσης στέρνοις ἴσοισι πεφυκώς* 440 σύμβουλος, πλάστης μερόπων κτίστης τε βίοιο. 441 ὃν πρώτῃ στόματος γλυκερῇ προσφθέγξαο φωνῇ· 442 "ποιήσωμεν ἰδοὺ πανομοίιον ἀνέρα μορφῇ 443 ἡμετέρῃ καὶ δῶμεν ἔχειν ζωαρκέα πνοιήν· 444 ᾧ θνητῷ περ ἐόντι τὰ κοσμικὰ πάντα λατρεύσει 445 καὶ χοικῷ πλασθέντι τὰ πάνθ᾽ ὑποτάξομεν αὐτῷ". 446 ταῦτα δ᾽ ἔφησθα Λόγῳ, τῇ σῇ φρενὶ πάντα δ᾽ ἐτύχθη· 447 πάντα δ᾽ ὁμοῦ στοιχεῖα κελεύσματι πείθετο τῷ σῷ, 448 καὶ κτίσις ἀίδιος συνετάσσετο πλάσματι θνητῷ, 449 οὐρανὸς ἀὴρ πῦρ χθὼν γῆ καὶ χεῦμα θαλάσσης, 450 ἠέλιος μήνη, χορὸς ἄστρων *οὔρεα . . .* 451 εὐφρόνη ἡμέρη ὕπνος ἔγερσις πνεῦμα καὶ ὁρμή, 452 ψυχὴ καὶ σύνεσις, τέχνη φωνή τε καὶ ἀλκή 453 ζῴων τ᾽ ἄγρια φῦλα τὰ νηκτῶν καὶ πετεηνῶν 454 πεζῶν τ᾽ ἀμφιβίων τε καὶ ἑρπυστῶν διφυῶν τε· 455 πάντα γὰρ αὐτός σοι συνετάσσετο σῇ ὑπ᾽ ἀγωγῇ. 456 ὑστατίοις τε χρόνοις χθόν᾽ ἀμείψατο καὶ βραχὺς ἐλθών 457 παρθένου ἐκ Μαρίας λαγόνων ἀνέτειλε νέον φῶς, 458 οὐρανόθεν δὲ μολὼν βροτέην ἐνεδύσατο μορφήν. 459 πρῶτα μὲν οὖν Γαβριὴλ σθεναρὸν δέμας ἁγνὸν ἐδείχθη· 460 δεύτερα καὶ κούρην ἀρχάγγελος ἔννεπε φωνῇ· 461 "δέξαι ἀχράντοισι θεὸν σοῖς, παρθένε, κόλποις". 462 ὣς εἰπὼν ἔμπνευσε θεὸς χάριν *ἠδ᾽ αἰεὶ* κούρῃ· 463 τὴν δ᾽ ἄρα τάρβος ὁμοῦ θάμβος θ᾽ ἕλεν εἰσαΐουσαν, 464 στῆ δ᾽ ἄρ᾽ ὑποτρομέουσα· νόος δέ οἱ ἐπτοίητο 465 παλλομένης κραδίης ὑπ᾽ ἀγνώστοισιν ἀκουαῖς. 466 αὖτις δ᾽ εὐφράνθη καὶ ἰάνθη κέαρ αὐδῇ, 467 κουρίδιον δ᾽ ἐγέλασσεν, ἑὴν δ᾽ ἐρύθηνε παρειήν 468 χάρματι τερπομένη καὶ θελγομένη φρένας αἰδοῖ, 469 καί οἱ θάρσος ἐπῆλθεν. ἔπος δ᾽ εἰσέπτατο νηδύν, 470 σαρκωθὲν δὲ χρόνῳ καὶ γαστέρι ζῳογονηθέν 471 ἐπλάσθη βροτέην ἰδέην καὶ κοῦρος ἐτύχθη 472 παρθενικοῖς τοκετοῖς· τόδε γὰρ μέγα θαῦμα βροτοῖσιν, 473 ἀλλ᾽ οὐδὲν μέγα θαῦμα θεῷ πατρὶ καὶ θεῷ υἱῷ. 474 τικτόμενον δὲ βρέφος ποτὶ δ᾽ ἔπτατο γηθοσύνη χθών, 475 οὐράνιος δ᾽ ἐγέλασσε θρόνος καὶ ἀγάλλετο κόσμος. 476 καινοφαὴς δὲ μάγοισι σεβάσθη θέσφατος ἀστήρ, 477 σπειρωθὲν δὲ βρέφος δείχθη θεοπειθέσι φάτνῃ 478 βουπελάταις τε καὶ αἰγονόμοις καὶ ποιμέσιν ἀρνῶν· 479 καὶ Λόγου ἡ Βηθλεὲμ πατρὶς θεόκλητος ἐλέχθη. ⁂ 480 ἐν κραδίῃ τε ταπεινοφρονεῖν, πικρὰ τέρματα μισεῖν 481 καὶ πάντων ἀγαπᾶν τὸν πλησίον ὥσπερ ἑαυτόν· 482 καὶ θεὸν ἐκ ψυχῆς φιλέειν, αὐτῷ δὲ λατρεύειν. 483 τοὔνεκ᾽ ἄρ᾽ ἡμεῖς καὶ ὁσίης Χριστοῖο γενέθλης 484 οὐρανίης πεφυῶτες ἐπικλεόμεσθα σύναιμοι 485 μνῆστιν ἐυφροσύνης ἐπὶ θρησκείῃσιν ἔχοντες, 486 εὐσεβίης τε καὶ ἀτρεκίης βαίνοντες ἀταρπούς. 487 οὔποτε πρὸς νηῶν ἀδύτοις ἐώμεσθα πελάζειν, 488 οὐ ξοάνοις σπένδειν, οὐδ᾽ εὐχωλῇσι γεραίρειν, 489 οὐδ᾽ ὀδμαῖς ἀνθῶν πολυτερπέσιν οὐδὲ μὲν αὐγαῖς 490 λαμπτήρων, ἀτὰρ οὐδ᾽ *ἄρα τοὺς* ἀναθήμασι κοσμεῖν, 491 οὐ λιβάνου ἀτμοῖσιν ἀνιεῖσιν φλόγα *βωμόν*· 492 οὐδ᾽ ἐπὶ ταυροθύτοις μηλόσφαγα αἵματα λοιβαῖς 493 λυτροχαρεῖς πέμπειν, χθονίας μειλίγματα ποινῆς· 494 οὐδ᾽ ἀπὸ σαρκοβόροιο πυρῆς κνισσώδεϊ καπνῷ 495 καὶ μιαραῖς πνοιῇσι μιαίνειν αἰθέρος αὐγήν· 496 ἀλλ᾽ ἁγναῖς πραπίδεσσι γεγηθότες εὔφρονι θυμῷ 497 ἀφνειαῖς τ᾽ ἀγάπῃσι καὶ εὐδώροις παλάμῃσιν 498 μειλιχίοις ψαλμοῖσι θεοπρεπέεσσί τε μολπαῖς 499 ἄφθιτον ἐξυμνεῖν σε καὶ ἄψευστον κελόμεσθα, 500 παγγενετῆρα θεόν, πινυτόφρονα . . . . . . . . . ⁂