Χρησμοί Σιβυλλιακοί/Βιβλίο Ζ
←Βιβλίο ΣΤ | Χρησμοί Σιβυλλιακοί Βιβλίο Ζ |
Βιβλίο Η→ |
0 Ἐκ τοῦ ἑβδόμου λόγου 1 Ὦ Ῥόδε δειλαίη σύ· σὲ γὰρ πρώτην, σὲ δακρύσω· 2 ἔσσῃ δὲ πρώτη πόλεων, πρώτη δ᾽ ἀπολέσσῃ, 3 ἀνδρῶν μὲν χήρη, βιότου δέ τε πάμπαν ἀδευκής· 4 Δῆλε, σὺ μὲν πλεύσεις καὶ ἐφ᾽ ὕδατος ἄστατος ἔσσῃ· 5 Κύπρε, σὲ δ᾽ ἐξολέσει γλαυκῆς ποτε κῦμα θαλάσσης· 6 Σικελίη, φλέξει σε τὸ καιόμενον κατὰ σοῦ πῦρ. ⁂ 7 τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ. ⁂ 8 Νῶέ τις ἐκ πάντων μοῦνος φυγὰς ἤλυθεν ἀνδρῶν. ⁂ 9 πλεύσει γῆ, πλεύσει δὲ ὄρη, πλεύσει δὲ καὶ αἰθήρ. 10 ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ᾽ ἀπολεῖται. 11 στήσονται δ᾽ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. 12 ὦ Φρυγίη, πρώτη δ᾽ ἀναλάμψεις ὕδατος ἄκρου· 13 πρώτη δ᾽ εἰς ἀσέβειαν ἀπαρνήσῃ θεὸν αὐτή 14 εἰδώλοις ἀλάλοις κεχαρισμένη, ὅσσα σε, δειλή, 15 ἐξολέσει πολλῶν περιτελλομένων ἐνιαυτῶν. 16 Αἰθίοπες δύστηνοι *ὑπ᾽* ἄλγεα οἰκτρὰ παθόντες 17 ῥομφαίαις πλήξονται ὑπὸ χρόα πεπτηῶτες. 18 τὴν λιπαρὴν Αἴγυπτον ἀεὶ σταχύεσσι μέλουσαν, 19 ἣν Νεῖλος νηκτοῖς ὑπὸ χεύμασιν ἑπτὰ μεθύσκει, 20 ἀλλήλων ἔμφυλος ὀλεῖ στάσις· ἔνθεν ἀέλπτως 21 ἀνέρες ἐξελάσουσι τὸν οὐ θεὸν ἀνδράσιν Ἆπιν. 22 αἰαῖ, Λαοδίκεια, σὺ δ᾽ οὐ θεὸν οὔποτ᾽ ἰδοῦσα 23 ψεύσῃ, τολμηρή· κλύσσει δέ σε κῦμα Λύκοιο. ⁂ 24 αὐτὸς *ὁ γεννηθεὶς* ὁ μέγας θεὸς *ἄστρ᾽ ὃς* πολλά 25 ποιήσει, κρεμάσει δὲ δι᾽ αἰθέρος ἄξονα μέσσον, 26 στήσει δ᾽ ἀνθρώποισι μέγαν φόβον ὑψόσ᾽ ἰδέσθαι 27 κίονα μετρήσας μεγάλῳ πυρί, οὗ ῥαθάμιγγες 28 ἀνθρώπων ὀλέσουσι γένη κακὰ δηλησάντων. 29 ἔσται γάρ ποτε κεῖνος ἅπαξ χρόνος, ἔνθα δὲ φῶτες 30 ἐξιλάσουσι θεόν, ἀλλ᾽ οὐ παύσουσιν ἀνίας 31 ἀκράντους. Δαυὶδ δὲ δι᾽ οἴκου πάντα τελεῖται. 32 τῷ γάρ τ᾽ αὐτὸς ἔδωκε θεὸς θρόνον ἐγγυαλίξας· 33 οἱ δὲ διαγγελτῆρες ὑπαὶ ποσὶ κοιμήσονται, 34 οἵ τε πυρὰς φαίνουσι καὶ οἳ ποταμοὺς *φαίνουσιν,* 35 οἵ τ᾽ ἄστη σῴζουσι καὶ οἳ πέμπουσιν ἀήτας. — 36 πολλοῖς δ᾽ αὖ χαλεπὸς βίος ἀνθρώποισιν ἔπεισιν 37 ἐσδύνων ψυχαῖσι καὶ ἀλλάσσων φρένας ἀνδρῶν. 38 ἀλλ᾽ ὅταν ἐκ ῥίζης βλαστὸς νέος ὄμματα φύσῃ, 39 *τὴν κτίσιν* ἥ ποτε πᾶσι τροφὴν διέδωκε περισσήν, ⁂ 40 καὶ τὰ μὲν ἀμφὶ * χρόνοις * ἔσται πλέον. ἀλλ᾽ ὅταν ἄλλοι 41 ἄρξωνται *Πέρσαι μαχίμων φῦλον, αὐτίκα δεινοί* 42 ἔσσονται θάλαμοι νυμφῶν διὰ δύσνομα φῦλα. 43 ἕξει γὰρ μήτηρ ἑὸν υἱέα καὶ πόσιν· υἱός 44 μητέρα δηλήσει· θυγάτηρ δ᾽ ἐπὶ πατρὶ κλιθεῖσα 45 βάρβαρον ὑπνώσει τοῦτον νόμον· ὕστερα δ᾽ αὐτοῖς 46 ἐκλάμψει Ῥωμαῖος Ἄρης πολλῆς ἀπὸ λόγχης· 47 αἵματι δ᾽ ἀνδρομέῳ πολλὴν χθόνα φυρήσουσιν. 48 Ἰταλίης δὲ πρόμος τότε φεύξεται ἐκ δορὸς ἀλκῆς. 49 λείψουσιν δ᾽ ἐπὶ γῆς χρυσῷ κεχαραγμένον ἄνθος 50 *ἐκπρομολόντα φέρον γε ἀεὶ σημεῖον ἀνάγκης *. 51 ἔσται μάν, ὅτε πᾶσα κακὴ καὶ δύσμορος οἰκτρῶς 52 Ἰλιὰς ἐκπίεται τάφον, οὐ γάμον, ἔνθα βαθεῖα 53 κλαύσουσιν νύμφαι, ὅτι δὴ θεὸν οὐκ ἐνόησαν, 54 ἀλλ᾽ αἰεὶ τυπάνοις *καὶ κρότοις τ᾽* ἦχον ἔδωκαν. 55 μαντεύου, Κολοφών· μέγα σοι κρέμαται φοβερὸν πῦρ. 56 Θεσσαλίη δύσνυμφε, σὲ δ᾽ ὄψεται οὐκέτι γαῖα 57 οὐδὲ τέφρην, πλεύσῃ δὲ μόνη φυγὰς ἠπείροιο. 58 *αὐτοῖς* ὦ τλῆμον, σκύβαλον πολέμου λυγρὸν ἔσσῃ, 59 *ὦ κυσὶ καὶ ποταμοῖς καὶ* ῥομφαίαισι πεσοῦσα. 60 ὦ τλῆμόν γε Κόρινθε, σὺ δ᾽ ἀμφ᾽ αὐτὴν βαρὺν Ἄρην 61 δέξῃ, δειλαίη, καὶ ἐν ἀλλήλοις ἀπολεῖσθε. 62 Τύρε, σὺ δ᾽ ἡλίκα { δὴ } λήψῃ μόνη· εὐσεβέων γάρ 63 ἀνδρῶν χηρεύουσ᾽ ὀλιγηφρενίῃσι διοίσει. 64 ἆ Συρίη κοίλη, Φοινίκων ὕστατον ἀνδρῶν, 65 οἷς ἐπερευγομένη κεῖται Βηρυτιὰς ἅλμη, 66 τλήμων, οὐκ ἔγνως τὸν σὸν θεόν, ὅν ποτ᾽ ἔλουσεν 67 Ἰόρδανος ἐν *τριτάτοισι* καὶ ἔπτατο πνεῦμα πελείῃ, 68 ὃς πρὶν καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος 69 αὐθέντης γένετο λόγος πατρὶ πνεύματί θ᾽ ἁγνῷ 70 σάρκα τε δυσάμενος ταχὺς ἵπτατο πατρὸς ἐς οἴκους. 71 τρεῖς δ᾽ αὐτῷ πύργους μέγας Οὐρανὸς ἐστήριξεν, 72 ἐν τῷ δὴ ναίουσι θεοῦ νῦν μητέρες ἐσθλαί, 73 Ἐλπίς τ᾽ Εὐσεβίη τε Σεβασμοσύνη τε ποθεινή, 74 οὐ χρυσῷ χαίρουσαι ἢ ἀργύρῳ, ἀλλὰ σεβασμοῖς 75 ἀνθρώπων θυσίαις τε δικαιοτάτοις τε λογισμοῖς. 76 θύσεις δ᾽ ἀθανάτῳ θεῷ μεγάλῳ ἀγερώχῳ 77 οὐ χόνδρον τήξας λιβάνου πυρὶ οὐδὲ μαχαίρῃ 78 ἀρνειὸν κόψας λασιότριχα, ἀλλ᾽ ἅμα πᾶσιν, 79 οἳ τεὸν αἷμα φέρουσι, λαβὼν *ἀγρίηνα πετεινά* 80 εὐξάμενος πέμψεις εἰς οὐρανὸν ὄμματα τείνας· 81 ὕδωρ δὲ σπείσεις καθαρῷ πυρὶ τοῖα βοήσας· 82 "ὥς σε λόγον γέννησε πατήρ *πάτερ* ὄρνιν ἀφῆκα, 83 ὀξὺν ἀπαγγελτῆρα λόγων λόγον, ὕδασιν ἁγνοῖς 84 ῥαίνων σὸν βάπτισμα, δι᾽ οὗ πυρὸς ἐξεφαάνθης." — 85 οὐδὲ θύρην κλείσεις, ὅτε τίς σοι ἐπήλυτος ἄλλος 86 ἥξει δευόμενος πενίην λιμόν τ᾽ ἀπερύκειν. 87 ἀλλὰ λαβὼν κεφαλὴν τοῦδ᾽ ἀνέρος ὕδατι ῥάνας 88 εὖξαι τρίς· τῷ σῷ δὲ θεῷ μάλα τοῖα βόησον· 89 "οὐκ ἔραμαι πλούτου· λιτὸς δέ τε λιτὸν ἐδέγμην· 90 ἄμφω δὸς σύ, πάτερ, σύ, χορηγητήρ, ἐπάκουσον". 91 εὐξαμένῳ δώσει σοι· ἀπήγαγεν ἔκτοτε δ᾽ ἀνήρ ⁂ 92 μὴ θλίψῃς με, θεοῦ ἱερὸν σέβας ἠδὲ δίκαιον, 93 *ἁγνὸν ἀδούλωτον περὶ γένναν ἐλεγχθὲν ...* 94 τλήμονά μου κραδίην στῆσον, πάτερ· εἰς δὲ δέδορκα, 95 εἰς σὲ τὸν ἄχραντον, τὸν μὴ χέρες ἐργάσσαντο. ⁂ 96 Σαρδώ, νῦν σὺ βαρεῖα, μεταλλάξῃ ἐς τέφρην. 97 ἔσσῃ δ᾽ οὐκέτι νῆσος, ὅταν δέκατος χρόνος ἔλθῃ. 98 ζητήσουσι πλέοντες ἐν ὕδασιν οὐκέτ᾽ ἐοῦσαν, 99 ἀλκυόνες δ᾽ ἐπὶ σοὶ οἰκτρὸν γόον αἰάξουσιν. 100 Μυγδονίη τρηχεῖα, δυσέκβατε πυρσὲ θαλάσσης, 101 αὐχήσεις αἰῶνα, { δι᾽ } αἰώνων ἀπολέσσῃ 102 θερμῷ πνεύματι πᾶσα, μανήσῃ δ᾽ ἄλγεσι πολλοῖς. 103 Κελτὶ γαίη, τὸ δὲ σὸν κατ᾽ ὄρος, παρὰ δύσβατον Ἄλπιν, 104 ψάμμος ὅλην χώσει σε βαθύς· φόρον οὐκέτι δώσεις, 105 οὐ στάχυν, οὐ βοτάνας· πανέρημος ἔσῃ δ᾽ ἀπὸ λαῶν 106 αἰεί, κρυμαλέοις δὲ παχυνομένη κρυστάλλοις 107 λώβην ἐκτίσεις, ἣν οὐκ ἐνόησας, ἄναγνε. 108 Ῥώμη καρτερόθυμε, Μακηδονίην μετὰ λόγχην 109 ἀστράψεις ἐς Ὄλυμπον· θεὸς δέ σε πάμπαν ἄπυστον 110 ποιήσει, ὁπόταν δοκέῃς πολὺ κρεῖσσον ἐς ὄμμα 111 ἑδραίη μίμνειν· τότε σοι τοιαῦτα βοήσω· 112 ὀλλυμένη φθέγξῃ λαμπρόν ποτε *καὶ μαρμάραν σε*· 113 δεύτερά σοι, Ῥώμη, μέλλω πάλι δεύτερα φωνεῖν. 114 ἄρτι δέ σε, Συρίη τλῆμον, κατοδύρομαι οἰκτρῶς. 115 Θῆβαι δύσβουλοι, ὑμῖν κακὸς ἦχος ἐπέσται 116 αὐλῶν φθεγγομένων, ὑμῖν σάλπιγξ κακὸν ἦχον 117 ἠχήσει, ὄψεσθε δ᾽ ἀπολλυμένην χθόνα πᾶσαν. 118 αἰαῖ σοι τλῆμον, αἰαῖ κακόθυμε θάλασσα. 119 βρωθήσῃ πυρὶ πᾶσα καὶ ἐξολέσεις λαὸν ἅλμῃ. 120 ἔσται γάρ τε τοσοῦτον ἐπὶ χθονὶ μαινόμενον πῦρ, 121 ὅσσον ὕδωρ, ῥεύσει τε καὶ ἐξολέσει χθόνα πᾶσαν. 122 φλέξει ὄρη, καύσει ποταμούς, πηγὰς δὲ κενώσει. 123 ἔσται κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων. 124 καιόμενοι δὲ κακῶς τότε τλήμονες ἐμβλέψουσιν 125 οὐρανόν, οὐκ ἄστροις, ἀλλ᾽ ἐν πυρὶ κεκμηῶτα. 126 οὐδὲ θοῶς ὀλέκονται, ἀπολλυμένων δ᾽ ὑπὸ σαρκῶν 127 πνεύματι καιόμενοι εἰς αἰώνων ἐνιαυτούς 128 αἰεὶ δυσβασάνιστα θεοῦ νόμον εἰδήσουσιν 129 οὐκ ἀπαφητὸν ἐόντα, βιαζομένη δ᾽ ἄρα γαῖα, 130 ὅντινα τολμήσασα θεῶν ἐπεδέξατο βωμοῖς 131 ψευδομένη, καπνὸν εἶδε δι᾽ αἰθέρος *ἀλγηθέντα* 132 κεῖνοι δὲ τλήσονται ἄγαν πόνον, οἳ διὰ κέρδος 133 αἰσχρὰ προφητεύσουσι κακὸν χρόνον ἀλδαίνοντες. 134 οἳ μὲν δυσάμενοι προβάτων λασιότριχα ῥινά 135 Ἑβραῖοι ψεύσονται, ὃ μὴ γένος ἔλλαβον αὐτοί, 136 ἀλλὰ λόγοις λαλέοντες ἐπ᾽ ἄλγεσι κερδαντῆρες 137 οὐ βίον ἀλλάξουσι καὶ οὐ πείσουσι δικαίους, 138 οἵτε θεὸν πάμπιστα διὰ φρενὸς ἱλάσκονται. 139 ἐν δὲ τρίτῳ κλήρῳ περιτελλομένων ἐνιαυτῶν 140 ὀγδοάδος πρώτης ἄλλος πάλι κόσμος ὁρᾶται. 141 νὺξ ἔσται πάντη -.-. μακρὴ καὶ ἀπειθής. 142 καὶ τότε μὲν θείου δεινὴ περιβήσεται ὀδμή 143 ἀγγέλλουσα φόνους, ὁπόταν κεῖνοι ἀπόλωνται 144 νυκτί τε καὶ λιμῷ· τότε γεννήσει καθαρὸν νοῦν 145 ἀνθρώπων, στήσει δὲ τεὸν γένος, ὡς πάρος ἦν σοι· 146 οὐκέτι τις κόψει βαθὺν αὔλακα γυρῷ ἀρότρῳ· 147 οὐ βόες ἰθυντῆρα κάτω βάψουσι σίδηρον· 148 κλήματα δ᾽ οὐκ ἔσται οὐδὲ στάχυς· ἀλλ᾽ ἅμα πάντες 149 μάννην τὴν δροσερὴν λευκοῖσιν ὀδοῦσι φάγονται. 150 σὺν δ᾽ αὐτοῖς ἔσται τότε καὶ θεός, ὅς σε διδάξει, 151 ὡς ἐμὲ τὴν λυγρήν. ὅσα γὰρ κακὰ πρόσθεν ἔρεξα 152 εἰδυῖ᾽ ἄλλα τε πολλὰ κακῶς ἐπόνησ᾽ ἀμελοῦσα. 153 μυρία μέν μοι λέκτρα, γάμος δ᾽ οὐδεὶς ἐμελήθη· 154 πᾶσι δ᾽ ἐγὼ πανάπιστος ἐπήγαγον ἄγριον ὅρκον. 155 δευομένους ἀπέκλεισα καὶ ἐν *προμολοῦσιν* ἰοῦσα 156 *ἴκελον* εἰς αὐλῶνα θεοῦ φάτιν οὐκ ἐνόησα. 157 τοὔνεκα πῦρ μ᾽ ἔφαγεν καὶ βρώσεται· οὐδὲ γὰρ αὐτή 158 ζήσομαι, ἀλλ᾽ ὀλέσει με κακὸς χρόνος, ἔνθα τάφον μοι 159 ἄνθρωποι τεύξουσι παρερχόμενοί με θαλάσσῃ. 160 καί με λίθοις ὀλέσουσ᾽· ἐπ᾽ ἐμῷ γὰρ πατρὶ λαλοῦσα 161 *υἷα φίλον* μετέδωκα. βάλοιτέ με, βάλλετε πάντες· 162 οὕτω γὰρ ζήσω καὶ ἐς οὐρανὸν ὄμματα πήξω.