Χρησμοί Σιβυλλιακοί/Βιβλίο Ε
←Βιβλίο Δ | Χρησμοί Σιβυλλιακοί Βιβλίο Ε |
Βιβλίο ΣΤ→ |
0 Λόγος πέμπτος 1 Ἀλλ´ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων. 2 ἦ τοι μὲν πρώτιστα μετ´ ὀλλυμένους βασιλῆας 3 Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν, 4 καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα 5 ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος, 6 ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ´ ὤρεξε Φιλίππῳ, 7 οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα, 8 καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο, 9 ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν, 10 πολλοὺς δ´ αὖ μετ´ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας, 11 καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο, 12 ἔσσετ´ ἄναξ πρώτιστος, ὅ τις δέκα δὶς κορυφώσει 13 γράμματος ἀρχομένου· πολέμων δ´ ἐπὶ πουλὺ κρατήσει· 14 ἕξει δ´ ἐκ δεκάδος πρῶτον τύπον· ὥστε μετ´ αὐτόν 15 ἄρχειν, στοιχείων ὅστις λάχε γράμματος ἀρχήν· 16 ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις, 17 Μέμφις πρηνιχθεῖσα δι´ ἡγεμόνων κακότητα 18 ἠδὲ γυναικὸς ἀδουλώτου ἐπὶ κῦμα πεσούσης. 19 καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ´ ὑποτάξει· 20 ἐν μακρῷ δὲ χρόνῳ ἑτέρῳ παραδώσεται ἀρχήν, 21 ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην 22 ἕξει καὶ ποταμοῦ φίλον οὔνομα, ὅς τ´ ἐπὶ Πέρσας 23 ἄρξει καὶ Βαβυλῶνα· βαλεῖ δορὶ δὴ τότε Μήδους. 24 εἶτα τριῶν ἀριθμῶν κεραίην ὅστις λάχεν, ἄρξει. 25 δὶς δέκα δ´ ὅς〈τις〉 ἔπειτ´ ἄρξει, κεραίην ἐπὶ πρώτην 26 ἕξει ἄναξ· κεῖνος δὲ καθ´ ὕστατον Ὠκεανοῖο 27 ἵξεθ´ ὕδωρ *ἄμπωτιν ὑπ´ αὐσονίσιν* ἀίξας. 28 πεντήκοντα δ´ ὅτις κεραίην λάχε, κοίρανος ἔσται, 29 δεινὸς ὄφις φυσῶν πόλεμον βαρύν, ὅς ποτε χεῖρας 30 ἧς γενεῆς τανύσας ὀλέσει καὶ πάντα ταράξει 31 ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν· 32 καὶ τμήξει τὸ δίκυμον ὄρος λύθρῳ τε παλάξει· 33 ἀλλ´ ἔσται καὶ ἄιστος ὀλοίιος· εἶτ´ ἀνακάμψει 34 ἰσάζων θεῷ αὐτόν· ἐλέγξει δ´ οὔ μιν ἐόντα. 35 τρεῖς δὲ μετ´ αὐτὸν ἄνακτες ὑπ´ ἀλλήλων ἀπολοῦνται. 36 εἶτά τις εὐσεβέων ὀλετὴρ ἥξει μέγας ἀνδρῶν, 37 ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον. 38 τοῦ δέ, τριηκοσίης κεραίης ὅ τι πρῶτον, ἐλέγχων 39 παῖς κράτος ἐξαφελεῖ, μετὰ δ´ αὐτὸν κοίρανος ἔσται 40 τετράδος ἐκ κεραίης, *τ´ ἔφθος μόρος*, αὐτὰρ ἔπειτα 41 πεντήκοντ´ ἀριθμῶν γεραρὸς βροτός. αὐτὰρ ἐπ´ αὐτῷ, 42 ὅστε τριηκοσίης κεραίης λάχεν ἔντυπον ἀρχήν, 43 Κελτὸς ὀρειοβάτης, σπεύδων δ´ ἐπὶ δῆριν ἑῴαν 44 μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται· 45 ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, ἀλλὰ Νεμείης 46 ἄνθεος οὔνομ´ ἔχουσα· μετ´ αὐτὸν δ´ ἄλλος ἀνάξει, 47 ἀργυρόκρανος ἀνήρ· τῷ δ´ ἔσσεται οὔνομα πόντου· 48 ἔσται καὶ πανάριστος ἀνὴρ καὶ πάντα νοήσει. 49 καὶ ἐπὶ σοί, πανάριστε, πανέξοχε, κυανοχαῖτα, 50 καὶ ἐπὶ σοῖσι κλάδοισι τάδ´ ἔσσεται ἤματα πάντα. 51 τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει. 52 τείρομαι ἡ τριτάλαινα κακὴν φάτιν ἐν φρεσὶ θέσθαι· 53 *Ἴσιδος ἡ γνωστή* καὶ χρησμῶν ἔνθεον ὕμνον. 54 πρῶτον μὲν περὶ σεῖο βάσιν ναοῦ πολυκλαύστου 55 μαινάδες ἀίξουσι, καὶ ἐν παλάμῃσι κακῇσιν 56 ἔσσεαι ἤματι τῷδε, ὅταν ποτὲ Νεῖλος ὁδεύσῃ 57 γαῖαν ὅλην Αἴγυπτον ἕως πηχῶν δέκα καὶ ἕξ, 58 ὥστε κλύσαι γῆν πᾶσαν ἐπαρδεῦσαί τε ῥόοισιν· 59 σιγήσει δὲ χάρις γαίης καὶ δόξα προσώπου. 60 Μέμφι, σὺ μὲν κλαύσῃ ὑπὲρ Αἰγύπτου τὰ μέγιστα· 61 πρόσθε γὰρ ἡ μεγάλως γαίης κρατέουσα γενήσῃ 62 λυπρή, ὥστε βοῆσαι καὶ αὐτὸν τερπικέραυνον 63 οὐρανόθεν φωνῇ μεγάλῃ· ‚μεγαλόσθενε Μέμφι, 64 ἡ τὸ πάλαι δειλοῖσι βροτοῖς αὐχοῦσα μέγιστα 65 κλαύσεαι ἀργαλέη καὶ πάμμορος, ὥστε νοῆσαι 66 αὐτὴν ἀίδιον θεὸν ἄμβροτον ἐν νεφέεσσιν. 67 ποῦ σοι λῆμα κραταιὸν ἐν ἀνθρώποισι τέτυκται; 68 ἀνθ´ ὧν ἐξεμάνης ἐς ἐμοὺς παῖδας θεοχρίστους 69 καί τε κάκην ὤτρυνας ἐπ´ ἀνδράσι τοῖς ἀγαθοῖσιν, 70 ἕξεις ἀντὶ τόσων τοίαν τροφὸν εἵνεκα ποινῆς. 71 οὐκέτι σοι *φανερῶς* θέμις ἔσται ἐν μακάρεσσιν· 72 ἐξ ἄστρων πέπτωκας, ἐς οὐρανὸν οὐκ ἀναβήσῃ.‛ 73 ταῦτα μὲν Αἰγύπτῳ θεὸς ἔννεπεν ἐξαυδῆσαι 74 ὑστατίῳ καιρῷ, ὅτε πάγκακοι ἄνδρες ἔσονται. 75 ἀλλὰ ταλαιπωροῦσι κακοὶ κακότητα μένοντες 76 ὀργὴν ἀθανάτοιο βαρυκτύπου οὐρανίωνος, 77 ἀντὶ θεοῦ δὲ λίθους καὶ κνώδαλα θρησκεύοντες 78 πολλὰ μάλ´ ἄλλυδις ἄλλα φοβούμενοι, οἷς λόγος οὐδείς, 79 οὐ νοῦς, οὐκ ἀκοή, ἅτε μοι θέμις οὐδ´ ἀγορεύειν, 80 εἰδώλων τὰ ἕκαστα, βροτῶν παλάμαις γεγαῶτα· 81 ἐξ ἰδίων δὲ κόπων καὶ ἀτασθαλιῶν ἐπινοιῶν 82 ἄνθρωποι δέξαντο θεοὺς ξυλίνους λιθίνους τε 83 χαλκοῦς τε χρυσοῦς τε καὶ ἀργυρέους τε, ματαίους 84 ἀψύχους κωφοὺς καὶ ἐν πυρὶ χωνευθέντας 85 ποιήσαντο μάτην γε πεποιθότες ἐν τοιούτοις. — 86 Θμοῦις καὶ Ξοῦις *θλίβεται κόπτεται βουλῆ* 87 Ἡρακλέους τε Διός τε καὶ Ἑρμείαο – 88 καὶ σὲ δ´, Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα 〈πολήων〉 89 οὐ λείψει πόλεμός τ´, οὐ .......... 90 τῆς ὑπερηφανίης δώσεις, ὅσα πρόσθεν ἔρεξας. 91 σιγήσεις αἰῶνα πολὺν καὶ νόστιμον ἦμαρ 92 κοὐκέτι σοι ῥεύσει τρυφερὸν πόμα..... 93 ἥξει γὰρ Πέρσης ἐπὶ σὸν *δάπος* ὥστε χάλαζα 94 καὶ σὴν γαῖαν ὀλεῖ καὶ ἀνθρώπους κακοτέχνους, 95 αἵματι καὶ νεκύεσσι *παρ´ ἐκπάγλοισί τε βωμοῖς* 96 βαρβαρόφρων σθεναρὸς πολυαίματος ἄφρονα λυσσῶν, 97 παμπληθεὶ ψαμαθηδὸν *ἀπαίξων σὸν ὄλεθρον*. 98 καὶ τότ´ ἔσῃ, πόλεων πολύολβος, πολλὰ καμοῦσα. 99 κλαύσεται Ἀσὶς ὅλη δώρων χάριν, ὧν ἀπὸ σεῖο 100 στεψαμένη κεφαλὴν ἐχάρη, πίπτους´ ἐπὶ γαίης. 101 αὐτὸς δ´ ὃς Περσῶν ἔλαχεν γαῖαν πτολεμίξει 102 κτείνας τ´ ἄνδρα ἕκαστον ὅλον βίον ἐξαλαπάξει, 103 ὥστε μένειν μοῖραν τριτάτην δειλοῖσι βροτοῖσιν. 104 αὐτὸς δ´ ἐκ δυσμῶν εἰσπτήσεται ἅλματι κούφῳ 105 σύμπασαν γαῖαν πολιορκῶν, πᾶσαν ἐρημῶν. 106 ἀλλ´ ὅταν ὕψος ἔχῃ κρατερὸν καὶ θάρσος *ἀηδές*, 107 ἥξει καὶ μακάρων ἐθέλων πόλιν ἐξαλαπάξαι. 108 καί κέν τις θεόθεν βασιλεὺς πεμφθεὶς ἐπὶ τοῦτον 109 πάντας ὀλεῖ βασιλεῖς μεγάλους καὶ φῶτας ἀρίστους. 110 εἶθ´ οὕτως κρίσις ἔσται ὑπ´ ἀφθίτου ἀνθρώποισιν. 111 αἰαῖ σοι, κραδίη δειλή, τί με ταῦτ´ ἐρεθίζεις 112 δηλοῦν Αἰγύπτῳ, πολυκοιρανίην ἀλεγεινήν; 113 βαῖνε πρὸς ἀντολίην, Περσῶν γενεὰς ἀνοήτους 114 καὶ δήλου τοῖσιν τὸ παρὸν τό τε μέλλον ἔσεσθαι. 115 Εὐφρήτου ποταμοῦ ῥεῖθρον κατακλυσμὸν ἐποίσει 116 καὶ Πέρσας ὀλέσει καὶ Ἴβηρας καὶ Βαβυλῶνας 117 Μασσαγέτας τε φιλοπτολέμους τόξοισί τε πιστούς. 118 Ἀσὶς ὅλη πυρίφλεκτος ἕως νήσων σελαγήσει. 119 Πέργαμος ἣ τὸ πάλαι σεμνὴ βοτρυδὸν ὀλεῖται 120 καὶ Πιτάνη πανέρημος ἐν ἀνθρώποισι φανεῖται. 121 Λέσβος ὅλη δύσει βαθὺν εἰς βυθὸν ὥστ´ ἀπολέσθαι. 122 Σμύρνα κατὰ κρημνῶν εἱλισσομένη ποτὲ κλαύσει, 123 ἣ τὸ πάλαι σεμνὴ καὶ ἐπώνυμος ἐξαπολεῖται. 124 Βιθυνοὶ κλαύσουσιν ἑὴν χθόνα τεφρωθεῖσαν 125 καὶ Συρίην μεγάλην καὶ Φοινίκην πολύφυλον. 126 αἰαῖ σοι, Λυκίη, ὅσα σοι κακὰ μηχανάαται 127 πόντος ἀπ´ αὐτομάτου ἐπιβὰς χώρης ἀλεγεινῆς, 128 ὥστε κλύσαι σεισμῷ τε κακῷ καὶ νάμασι πικροῖς 129 τὴν Λυκίης ἄμυρον καὶ τὴν μυρίπνουν ποτε χέρσον. 130 ἔσται καὶ Φρυγίῃ δεινὸς χόλος εἵνεκα λύπης, 131 ἧς χάριν ἡ Διὸς ἦλθε Ῥέη κἀκεῖ προσέμεινεν. 132 πόντος ὀλεῖ Ταύρων γενεὴν καὶ βάρβαρον ἔθνος· 133 *καὶ Λαπίθας δάπεδον κατὰ γῆν ἐναρίξει. 134 Θεσσαλίην χώρην ἀπολεῖ ποταμὸς βαθυδίνης, 135 Πηνειὸς βαθύρους μορφὰς θηρῶν ἀπὸ γαίης· 136 Ἠπιδανὸς φάσκων θηρῶν μορφάς ποτε γεννᾶν*. 137 Ἑλλάδα τὴν τριτάλαιναν ἀναιάξουσι ποιηταί, 138 ἡνίκ´ ἀπ´ Ἰταλίης ἰσθμοῦ πλήξειε τένοντα 139 τῆς μεγάλης Ῥώμης βασιλεὺς μέγας ἰσόθεος φώς, 140 ὅν, φάς´, αὐτὸς ὁ Ζεὺς ἔτεκεν καὶ πότνια Ἥρη· 141 ὅστις παμμούσῳ φθόγγῳ μελιηδέας ὕμνους 142 θεατροκοπῶν ἀπολεῖ πολλοὺς σὺν μητρὶ ταλαίνῃ. 143 φεύξεται ἐκ Βαβυλῶνος ἄναξ φοβερὸς καὶ ἀναιδής, 144 ὃν πάντες στυγέουσι βροτοὶ καὶ φῶτες ἄριστοι· 145 ὤλεσε γὰρ πολλοὺς καὶ γαστέρι χεῖρας ἔθηκεν, 146 εἰς ἀλόχους ἥμαρτε καὶ ἐκ μιαρῶν ἐτέτυκτο. 147 ἥξει δ´ εἰς Μήδους καὶ Περσῶν πρὸς βασιλῆας, 148 πρώτους οὓς ἐπόθησε καὶ οἷς κλέος ἐγκατέθηκεν 149 φωλεύων μετὰ τῶνδε κακῶν εἰς ἔθνος ἀληθές· 150 ὃς ναὸν θεότευκτον ἕλεν καὶ ἔφλεξε πολίτας 151 λαοὺς εἰσανιόντας, ὅσους ὕμνησα δικαίως· 152 τούτου γὰρ *φανέντος* 〈ὅλ〉η κτίσις ἐξετινάχθη 153 καὶ βασιλεῖς ὤλοντο, καὶ ἐν τοῖσιν μένεν ἀρχή, 154 ἐξόλεσαν μεγάλην τε πόλιν λαόν τε δίκαιον. 155 ἀλλ´ ὅταν ἐκ τετράτου ἔτεος λάμψῃ μέγας ἀστήρ, 156 ὃς πᾶσαν γαῖαν καθελεῖ μόνος εἵνεκα τιμῆς, 157 *αὐτοὶ πρῶτον ἔθηκάν τ´ εἰναλίῳ Ποσειδῶνι*, 158 ἥξει δ´ οὐρανόθεν ἀστὴρ μέγας εἰς ἅλα δῖαν 159 καὶ φλέξει πόντον βαθὺν αὐτήν τε Βαβυλῶνα 160 Ἰταλίης γαῖάν θ´, ἧς εἵνεκα πολλοὶ ὄλοντο 161 Ἑβραίων ἅγιοι πιστοὶ καὶ λαὸς ἀληθής. 162 ἔσσεαι ἐν θνητοῖσι κακοῖς κακὰ μοχθήσασα, 163 ἀλλὰ μενεῖς πανέρημος ὅλους αἰῶνας ἐσαῦτις 164 [ἔσσεται, ἀλλὰ μενεῖ εἰς αἰῶνας πανέρημος,] 165 σὸν στυγέους´ ἔδαφος, ὅτι φαρμακίην ἐπόθησας· 166 μοιχεῖαι παρά σοι καὶ παίδων μῖξις ἄθεσμος 167 θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, δύσμορε πασῶν. 168 αἰαῖ πάντ´ ἀκάθαρτε πόλι Λατινίδος αἴης 169 μαινὰς ἐχιδνοχαρής, χήρη καθεδοῖο παρ´ ὄχθας, 170 καὶ ποταμὸς Τίβερίς σε κλαύσεται, ἣν παράκοιτιν, 171 ἥτε μιαιφόνον ἦτορ ἔχεις ἀσεβῆ δέ τε θυμόν. 172 οὐκ ἔγνως, τί θεὸς δύναται, τί δὲ μηχανάαται; 173 ἀλλ´ ἔλεγες· «μόνη εἰμὶ καὶ οὐδείς μ´ ἐξαλαπάξει». 174 νῦν δὲ σὲ καὶ σοὺς πάντας ὀλεῖ θεὸς αἰὲν ὑπάρχων, 175 κοὐκέτι σου σημεῖον ἔτ´ ἔσσεται ἐν χθονὶ κείνῃ, 176 ὡς τὸ πάλαι, ὅτι σὰς ὁ μέγας θεὸς εὕρατο τιμάς. 177 μεῖνον, ἄθεσμε, μόνη, πυρὶ δὲ φλεγέθοντι μιγεῖσα 178 ταρτάρεον οἴκησον ἐς Ἅιδου χῶρον ἄθεσμον. 179 νῦν δὲ πάλιν, Αἴγυπτε, τεὴν ὀλοφύρομαι ἄτην· 180 Μέμφι, πόνων ἀρχηγὸς ἔσῃ, πληχθεῖσα τένοντας· 181 ἐν σοὶ πυραμίδες φωνὴν φθέγξονται ἀναιδῆ. 182 *Πυθών*, ἡ τὸ πάλαι δίπολις κληθεῖσα δικαίως, 183 αἰῶσιν σίγησον, ὅπως παύσῃ κακότητος. 184 ὕβρι, κακῶν θησαυρὲ πόνων, μαινὰς πολύθρηνε, 185 αἰνοπαθὴς πολύδακρυ, μενεῖς χήρη διὰ παντός. 186 πουλυετὴς ἐγένου σὺ μόνη κόσμοιο κρατοῦσα. 187 ἀλλ´ ὅταν ἡ Βάρκη τὸ κυπάσσιον ἀμφιβάληται 188 λευκὸν ἐπὶ ῥυπαρῷ, μήτ´ εἴην μήτε γενοίμαν. 189 ὦ Θῆβαι, ποῦ σοι τὸ μέγα σθένος; ἄγριος ἀνήρ 190 ἐξολέσει λαόν· σὺ δὲ εἵματα φαιὰ λαβοῦσα 191 θρηνήσεις, δύστηνε, μόνη, καὶ πάντ´ ἀποτίσεις, 192 ὅσσα τὸ πρόσθεν ἔρεξας ἀναιδέα θυμὸν ἔχουσα. 193 *καὶ κοπετὸν ὄψονται ἀθέσμων εἵνεκα ἔργων.* 194 Συήνην δ´ ὀλέσειε μέγας φὼς Αἰθιοπήων· 195 Τεύχιραν οἰκήσουσι βίῃ μελανόχροες Ἰνδοί. 196 Πεντάπολι, κλαύσεις· σὲ δ´ ὀλεῖ μεγαλόσθενος ἀνήρ. 197 σάς, Λιβύη πάγκλαυστε, τίς ἐξηγήσεται ἄτας; 198 τίς δέ σε, Κυρήνη, μερόπων ἐλεεινὰ δακρύσει; 199 οὐ παύσῃ θρήνου στυγεροῦ πρὸς καιρὸν ὀλέθρου. 200 ἔσσεται ἐν Βρύγεσσι καὶ ἐν Γάλλοις πολυχρύσοις 201 ὠκεανὸς κελαδῶν πληρούμενος αἵματι πολλῷ· 202 καὐτοὶ γὰρ κακότητα θεοῦ τέκνοις ἐποίησαν, 203 ἡνίκα Σιδονίοις βασιλεὺς Φοῖνιξ Γαλικανόν 204 ἤγαγεν ἐκ Συρίης πλῆθος πολύ· καί σε φονεύσει, 205 αὐτήν, Ῥαβέννη, τε καὶ εἰς φόνον ἡγεμονεύσει. 206 Ἰνδοί, μὴ θαρσεῖτε καὶ Αἰθίοπες μεγάθυμοι· 207 ἡνίκα γὰρ *τούτους* τροχὸς Ἄξονος, Αἰγοκεράστης 208 Ταῦρός τ´ ἐν Διδύμοις μέσον οὐρανὸν ἀμφιελίξῃ, 209 Παρθένος ἐξαναβᾶσα καὶ Ἥλιος ἀμφὶ μετώπῳ 210 πηξάμενος ζώνην *περιπάμπολον* ἡγεμονεύσῃ· 211 ἔσσεται ἐμπρησμὸς μέγας αἰθέριος κατὰ γαῖαν, 212 *ἄστρων δ´ ἐν μαχίμοις* καινὴ φύσις, ὥστ´ ἀπολέσθαι 213 ἐν πυρὶ καὶ στοναχαῖσιν ὅλην γῆν Αἰθιοπήων. 214 μύρεο καὶ σύ, Κόρινθε, τὸν ἐν σοὶ λυγρὸν ὄλεθρον· 215 ἡνίκα γὰρ στρεπτοῖσι μίτοις Μοῖραι τριάδελφοι 216 κλωσάμεναι φεύγοντα δόλῳ ἰσθμοῖο παρ´ ὄχθην 217 ἄξουσιν μετέωρον, ἕως ἐσίδωσίν ἑ πάντες, 218 τὸν πάλαι ἐκκόψαντα πέτρην πολυήλατι χαλκῷ, 219 καὶ σὴν γαῖαν ὀλεῖ καὶ κόψει, ὡς προτέθειται. 220 τούτῳ γάρ τοι δῶκε θεὸς μένος ἐς τὸ ποιῆσαι 221 οἷά τις οὐ πρότερος τῶν συμπάντων βασιλήων· 222 πρῶτα μὲν ἐκ τρισσῶν κεφαλῶν σὺν πληγάδι ῥίζας 223 *στησάμενος* μεγάλως ἑτέροις δώσειε πάσασθαι, 224 ὥστε φαγεῖν σάρκας γονέων βασιλῆος ἀνάγνου. 225 πᾶσι γὰρ ἀνθρώποισι φόνος καὶ δείματα κεῖται 226 εἵνεκα τῆς μεγάλης πόλεως λαοῦ τε δικαίου 227 σῳζομένου διὰ παντός, ὃν ἔξοχον εἶχε Πρόνοια. 228 ἄστατε καὶ κακόβουλε, κακὰς περικείμενε κῆρας, 229 ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα 230 βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις, 231 ὕβρι, κακῶν ἀρχηγὲ καὶ ἀνθρώποις μέγα πῆμα, 232 τίς σε βροτῶν ἐπόθησε, τίς ἔνδοθεν οὐ χαλέπηνεν· 233 ἐν σοί τις βασιλεὺς σεμνὸν βίον ὤλεσε ῥιφθείς. 234 πάντα κακῶς διέθηκας ὅλον τε κακὸν κατέκλυσσας, 235 καὶ διὰ σοῦ κόσμοιο καλαὶ πτύχες ἠλλάχθησαν. 236 εἰς ἔριν ἡμετέρην τυχὸν ὕστατα ταῦτα προβάλλου· 237 πῶς τί λέγεις; πείσω σε καὶ εἴ τί σε μέμφομαι αὐδῶ· 238 ἦν ποτ´ ἐν ἀνθρώποις λαμπρὸν σέλας ἠελίοιο 239 σπειρομένης ἀκτῖνος ὁμοσπόνδοιο προφητῶν· 240 γλῶσσα μελισταγέουσα καλὸν πόμα πᾶσι βροτοῖσιν 241 φαῖνέ τε καὶ προὔβαλλε καὶ ἥμερα πᾶσιν ἔτελλεν. 242 τοῦδ´ ἕνεκεν, στενόβουλε κακῶν ἀρχηγὲ μεγίστων, 243 καὶ ῥαμφὴ καὶ πένθος ἐλεύσεται ἤματι κείνῳ. 244 ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα 245 βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις, 246 κλῦθι πικρᾶς φήμης δυσηχέος, ἀνδράσι πῆμα. 247 ἀλλ´ ὁπόταν Περσὶς γαῖ´ ἀπόσχηται πτολέμοιο 248 λοιμοῦ τε στοναχῆς τε, τότ´ ἔσσεται ἤματι κείνῳ 249 Ἰουδαίων μακάρων θεῖον γένος οὐράνιόν τε, 250 οἳ περιναιετάουσι θεοῦ πόλιν ἐν μεσογαίοις· 251 ἄχρι δὲ καὶ Ἰόπης τεῖχος μέγα κυκλώσαντες 252 ὑψός´ ἀείρονται ἄχρι καὶ νεφέων ἐρεβεννῶν. 253 οὐκέτι συρίξει σάλπιγξ πολεμόκλονον ἦχον, 254 οὐδ´ ἔτι μαινομέναις παλάμαις ἐχθραῖς διολοῦνται, 255 *ἀλλ´ ἐπι*στήσει τε κακῶν αἰῶνι τρόπαια. 256 εἷς δέ τις ἔσσεται αὖτις ἀπ´ αἰθέρος ἔξοχος ἀνήρ, 257 ὃς παλάμας ἥπλωσεν ἐπὶ ξύλου πολυκάρπου, 258 Ἑβραίων ὁ ἄριστος, ὃς ἠέλιόν ποτε στήσει 259 φωνήσας ῥήσει τε καλῇ καὶ χείλεσιν ἁγνοῖς. 260 μηκέτι τείρεο θυμὸν ἐνὶ στήθεσσι, μάκαιρα, 261 θειογενές, πάμπλουτε, μόνον πεποθημένον ἄνθος, 262 φῶς ἀγαθὸν σεμνόν τε τέλος *πεποθημένον ἅγνος*, 263 Ἰουδαίη χαρίεσσα, καλὴ πόλις, ἔνθεος ὕμνων. 264 οὐκέτι βακχεύσει περὶ σὴν χθόνα ποὺς ἀκάθαρτος 265 Ἑλλήνων ὁμόθεσμον ἐνὶ στήθεσσιν ἔχων νοῦν· 266 ἀλλά σε κυδάλιμοι παῖδες περιτιμήσουσιν 267 καὶ μούσαις ἁγίαισι τράπεζαν ἐπιστήσονται 268 παντοίαις θυσίαισι καὶ εὐχαῖς ἐν θεοτίμοις, 269 ἐκ μικρᾶς στενότητος ὅσοι καμάτους ὑπέμειναν, 270 πλείονα καὶ χαρίεντα *καλὸν ἄρξουσι* δίκαιοι· 271 οἱ δὲ κακοὶ στείλαντες ἐπ´ αἰθέρα γλῶσσαν ἄθεσμον 272 παύσονται λαλέοντες ἐναντίον ἀλλήλοισιν, 273 αὐτοὺς δὲ κρύψουσιν, ἕως *κόσμος ἀλλαγῇ*. 274 ἔσται δ´ ἐκ νεφέων ὄμβρος πυρὸς αἰθομένοιο· 275 κοὐκέτι καρπεύσουσι βροτοὶ στάχυν ἀγλαὸν ἐκ γῆς· 276 πάντ´ ἄσπαρτα μενεῖ καὶ ἀνήροτα, ἄχρι νοῆσαι 277 τὸν πρύτανιν πάντων θεὸν ἄμβροτον αἰὲν ἐόντα 278 ἀνθρώπους θνητοὺς καὶ μηκέτι θνητὰ γεραίρειν 279 μηδὲ κύνας καὶ γῦπας ἃ Αἴγυπτος κατέδειξεν 280 σεμνύνειν στομάτεσσι κενοῖς καὶ χείλεσι μωροῖς. 281 εὐσεβέων δὲ μόνων ἁγία χθὼν πάντα τάδ´ οἴσει, 282 νᾶμα μελισταγέος ἀπὸ πέτρης ἠδ´ ἀπὸ πηγῆς 283 καὶ γλάγος ἀμβρόσιον ῥεύσει πάντεσσι δικαίοις· 284 εἰς ἕνα γὰρ γενετῆρα θεὸν μόνον ἔξοχον ὄντα 285 ἤλπισαν εὐσεβίην μεγάλην καὶ πίστιν ἔχοντες. 286 ἀλλὰ τί δή μοι ταῦτα νόος σοφὸς ἐγγυαλίζει; 287 ἄρτι δέ σε, τλήμων Ἀσίη, κατοδύρομαι οἰκτρῶς 288 καὶ γένος Ἰώνων Καρῶν Λυδῶν πολυχρύσων. 289 αἰαῖ 〈σοι,〉 Σάρδεις· αἰαῖ πολυήρατε Τράλλις· 290 αἰαῖ, Λαοδίκεια, καλὴ πόλι· ὡς ἀπολεῖσθε 291 σεισμοῖς ὀλλύμεναί τε καὶ εἰς κόνιν ἀλλαχθεῖσαι. 292 Ἀσίδι τῇ δνοφερῇ [Λυδῶν τε – πολυχρύσων] 293 Ἀρτέμιδος σηκὸς Ἐφέσου πηγνύμενος 294 χάσμασι καὶ σεισμοῖσί ποθ´ ἵξεται εἰς ἅλα δῖαν 295 πρηνής, ἠύτε νῆας ἐπικλύζουσιν ἄελλαι. 296 *ὕπτια δ´ οἰμώξει* Ἔφεσος κλαίουσα παρ´ ὄχθαις 297 καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα. 298 καὶ τότε θυμωθεὶς θεὸς ἄφθιτος αἰθέρι ναίων 299 οὐρανόθεν πρηστῆρα βαλεῖ κατὰ κρατὸς ἀνάγνου. 300 ἀντὶ δὲ χειμῶνος θέρος ἔσσεται ἤματι τῷδε. 301 καὶ τότε δὴ *μετέπειτ´* ἔσται *ἄνδρεσσι* βροτοῖσιν· 302 ἐξολέσει γὰρ πάντας ἀναιδέας ὑψικέραυνος 303 βρονταῖς τε στεροπαῖς τε κεραυνοῖς τε φλεγέθουσιν, 304 ἀνδράσι δυσμενέεσσι, καὶ ὡς ἀσεβεῖς ὀλοθρεύσει, 305 ὥστε μένειν νέκυας κατὰ γῆς πλέονας ψαμάθοιο. 306 ἥξει γὰρ καὶ Σμύρνα ἑὸν κλαίουσα *λυκουργόν* 307 εἰς *Ἐφέσοιο* πύλας καὶ αὐτὴ μᾶλλον ὀλεῖται. 308 Κύμη δ´ ἡ μωρὰ σὺν νάμασι τοῖς θεοπνεύστοις 309 ἐν παλάμαις ἀθέων ἀνδρῶν ἀδίκων καὶ ἀθέσμων 310 ῥιφθεῖς´ οὐκέτι τόσσον ἐς αἰθέρα *ἅρμα προδώσει*, 311 ἀλλὰ μενεῖ νεκρὰ ἐν νάμασι *κυμήοισιν*. 312 καὶ τότ´ ἀναιάξουσιν ὁμοῦ κακότητα μένοντες. 313 εἰδήσει σημεῖον ἔχων, ἀνθ´ ὧν ἐμόγησεν, 314 Κυμαίων δῆμος χαλεπὸς καὶ φῦλον ἀναιδές. 315 εἶθ´ ὅτ´ ἀναιάξουσι κακὴν χθόνα τεφρωθεῖσαν, 316 Λέσβος ὑπ´ Ἠριδανοῦ αἰώνιον ἐξαπολεῖται. 317 αἰαῖ σοι, *Κέρκυρα*, καλὴ πόλι, παύεο κώμου. 318 καὶ Ἱεράπολι, γαῖα μόνη Πλούτω〈νι〉 μιγεῖσα, 319 ἕξεις, ὃν πεπόθηκας ἔχειν, χῶρον πολύδακρυν 320 ἐς γῆν χωσαμένη παρὰ χεύμασι Θερμώδοντος. 321 πετροφυὴς Τρίπολίς τε παρ´ ὕδασι Μαιάνδροιο, 322 κύμασι νυκτερινοῖσι ὑπ´ ᾐόνι κληρωθεῖσα, 323 ἄρδην ἐξολέσει σε θεοῖό ποθ´ ἥδε πρόνοια. 324 μή μ´ ἐθέλουσαν ἑλεῖν Φοίβου τὴν γείτονα χώραν· 325 Μίλητον τρυφερὴν ἀπολεῖ πρηστήρ ποτ´ ἄνωθεν, 326 ἀνθ´ ὧν εἵλετο τὴν Φοίβου δολόεσσαν ἀοιδήν 327 *τήν τε σοφὴν ἀνδρῶν μελέτην καὶ σώφρονα βουλήν*. 328 ἵλαθι, παγγενέτωρ, τρυφερῇ χθονὶ τῇ πολυκάρπῳ 329 Ἰουδαίᾳ μεγάλῃ, ἵνα σὰς γνώμας ἐπίδωμεν. 330 ταύτην γὰρ πρώτην ἔγνως, θεός, ἐν χαρίτεσσιν 331 ἐς τὸ δοκεῖν προχάρισμα τεὸν πάντεσσι βροτοῖσιν 332 εἶναι καὶ προσέχειν, οἷον θεὸς ἐγγυάλιξεν. 333 ἱμείρω τριτάλαινα τὰ Θρῃκῶν ἔργα ἰδέσθαι 334 καὶ τεῖχος διθάλασσον ὑπ´ Ἄρεος ἐν κονίῃσιν 335 συρόμενον ποταμηδὸν ἐπ´ ἰχθυόεντι κολύμβῳ. 336 Ἑλλήσποντε τάλαν, ζεύξει ποτέ ς´ Ἀσσυρίων παῖς, 337 *εἰς σὲ μάχη* Θρῃκῶν κρατερὸν σθένος ἐξαλαπάξει. 338 τήν τε Μακηδονίην βασιλεὺς Αἰγύπτιος αἱρεῖ, 339 καὶ κλίμα βαρβαρικὸν ῥίψει σθένος ἡγεμονήων. 340 Λυδοὶ καὶ Γαλάται Πάμφυλοι σὺν Πισίδαισι 341 πανδημεὶ κρατέουσι κακὴν ἔριν ὁπλισθέντες. 342 Ἰταλίη τριτάλαινα, μενεῖς πανέρημος ἄκλαυστος 343 ἐν γαίῃ θαλερῇ ὀλοὸν δάκος ἐξαπολέσθαι. 344 ἔσται δ´ *αἰθέρος* οὐρανὸς εὐρὺς ὕπερθεν 345 βροντηδὸν κελάδημα, θεοῦ φωνὴν *ἐπακοῦσαι* 346 ἠελίου δ´ αὐτοῦ φλόγες ἄφθιτοι οὐκέτ´ ἔσονται 347 οὐδὲ σεληναίης λαμπρὸν φάος ἔσσεται αὖτις 348 ὑστατίῳ καιρῷ, ὁπόταν θεὸς ἡγεμονεύσῃ. 349 πάντα μελανθείη, σκοτίη δ´ ἔσται κατὰ γαῖαν, 350 καὶ τυφλοὶ μέροπες θῆρές τε κακοὶ καὶ ὀιζύς. 351 ἔσσεται ἦμαρ ἐκεῖνο χρόνον πολύν, ὥστε νοῆσαι 352 αὐτὸν ἄνακτα θεὸν πανεπίσκοπον οὐρανόθι πρό. 353 αὐτὸς δυσμενέας ἄνδρας τότε δ´ οὐκ ἐλεήσει, 354 ἀρνῶν ἠδ´ ὀίων ταύρων τ´ ἀγέλας ἐριμύκων 355 ἐκθυσιάζοντας μόσχων μεγάλων κεροχρύσων 356 ἀψύχοις θ´ Ἑρμαῖς καὶ τοῖς λιθίνοισι θεοῖσιν. 357 ἡγείσθω δὲ θέμις σοφίη καὶ δόξα δικαίων· 358 μή ποτε θυμωθεὶς θεὸς ἄφθιτος ἐξαπολέσσῃ 359 πᾶν γένος ἀνθρώπων *βίοτον* καὶ φῦλον ἀναιδές, 360 δεῖ στέργειν γενετῆρα θεὸν σοφὸν αἰὲν ἐόντα. 361 ἔσσεται ὑστατίῳ καιρῷ περὶ τέρμα σελήνης 362 κοσμομανὴς πόλεμος καὶ ἐπίκλοπος ἐν δολότητι. 363 ἥξει δ´ ἐκ περάτων γαίης μητροκτόνος ἀνήρ 364 φεύγων ἠδὲ νόῳ ὀξύστομα μερμηρίζων, 365 ὃς πᾶσαν γαῖαν καθελεῖ καὶ πάντα κρατήσει 366 πάντων τ´ ἀνθρώπων φρονιμώτερα πάντα νοήσει· 367 ἧς χάριν ὤλετό τ´ αὐτός, ἑλεῖ ταύτην παραχρῆμα. 368 ἄνδρας τ´ ἐξολέσει πολλοὺς μεγάλους τε τυράννους 369 πάντας τ´ ἐμπρήσει, ὡς οὐδέποτ´ ἄλλος ἐποίει, 370 τοὺς δ´ αὖ πεπτηῶτας ἀνορθώσει διὰ ζῆλον. 371 ἔσται δ´ ἐκ δυσμῶν πόλεμος πολὺς ἀνθρώποισιν, 372 ῥεύσει δ´ αἵμαθ´ ἕως ὄχθου ποταμῶν βαθυδινῶν. 373 τῆς τε Μακηδονίης στάξει χόλος ἐν πεδίοισιν 374 συμμαχίην *δῶ δ´* ἐκ δυσμῶν, βασιλῆι δ´ ὄλεθρον. 375 καὶ τότε χειμερίη πνοιὴ πνεύσει κατὰ γαῖαν, 376 καὶ πεδίον πολέμοιο κακοῦ πλησθήσεται αὖτις. 377 πῦρ γὰρ ἀπ´ οὐρανίων δαπέδων βρέξει μερόπεσσιν, 378 πῦρ καὶ αἷμα ὕδωρ πρηστὴρ γνόφος οὐρανίη νύξ 379 καὶ φθίσις ἐν πολέμῳ καὶ ἐπὶ σφαγῇσιν ὀμίχλη 380 πάντας ὁμοῦ τ´ ὀλέσει βασιλεῖς καὶ φῶτας ἀρίστους. 381 εἶθ´ οὕτως πολέμοιο πεπαύσεται οἰκτρὸς ὄλεθρος, 382 κοὐκέτι τις ξίφεσιν πολεμίξεται οὐδὲ σιδήρῳ 383 οὐδ´ αὐτοῖς βελέεσσιν, ἃ μὴ θέμις ἔσσεται αὖτις. 384 εἰρήνην δ´ ἕξει λαὸς σοφός, ὅσπερ ἐλείφθη, 385 πειραθεὶς κακότητος, ἵν´ ὕστερον εὐφρανθείη. 386 μητρολέται, παύσασθε θράσους τόλμης τε κακούργου, 387 οἳ τὸ πάλαι παίδων κοίτην ἐπορίζετ´ ἀνάγνως 388 καὶ τέγεσιν πόρνας ἐστήσατε τὰς πάλαι ἁγνάς 389 ὕβρεσι καὶ κολάσει κἀσχημοσύνῃ πολυμόχθῳ. 390 ἐν σοὶ γὰρ μήτηρ τέκνῳ ἐμίγη ἀθεμίστως, 391 καὶ θυγάτηρ γενετῆρι ἑῷ συζεύξατο νύμφη· 392 ἐν σοὶ καὶ βασιλεῖς στόμα δύσμορον ἐξεμίηναν, 393 ἐν σοὶ καὶ κτηνῶν εὗρον κοίτην κακοὶ ἄνδρες. 394 σίγησον, πανόδυρτε κακὴ πόλι, κῶμον ἔχουσα· 395 οὐκέτι γὰρ *παρὰ σοῖο τὴν τῆς* φιλοθρέμμονος ὕλης 396 παρθενικαὶ κοῦραι πῦρ ἔνθεον ὠρήσουσιν. 397 ἔσβεσται παρὰ σεῖο πάλαι πεποθημένος οἶκος, 398 ἡνίκα δεύτερον εἶδον ἐγὼ ῥιπτούμενον οἶκον 399 πρηνηδὸν πυρὶ τεγγόμενον διὰ χειρὸς ἀνάγνου, 400 οἶκον ἀεὶ θάλλοντα, θεοῦ τηρήμονα ναόν, 401 ἐξ ἁγίων γεγαῶτα καὶ ἄφθιτον αἰὲν ἐόντα 402 ἐκ ψυχῆς ἐλπιζόμενον καὶ σώματος *αὐτοῦ* 403 οὐ γὰρ ἀκηδέστως *αἰνεῖ* θεὸν ἐξ ἀφανοῦς γῆς 404 οὐδὲ πέτρης ποίησε σοφὸς τέκτων παρὰ τούτοις, 405 οὐ χρυσοῦ κόσμον, ἀπάτην ψυχῶν ἐσεβάσθη. 406 ἀλλὰ μέγαν γενετῆρα θεὸν πάντων θεοπνεύστων 407 ἐν θυσίαις ἁγίαις ἐγέραιρον καὶ ἑκατόμβαις. 408 νῦν δέ τις ἐξαναβὰς ἀφανὴς βασιλεὺς καὶ ἄναγνος 409 ταύτην ἔρριψεν καὶ ἀνοικοδόμητον ἀφῆκεν 410 σὺν πλήθει μεγάλῳ καὶ ἀνδράσι κυδαλίμοισιν. 411 αὐτὸς δ´ ὤλετο *χέρσον ἀπ´ ἀθανάτην ἐπιβὰς γῆν*, 412 κοὐκέτι σῆμα τοιοῦτον ἐπ´ ἀνθρώποισι τέτυκτο, 413 ὥστε δοκεῖν ἑτέρους μεγάλην πόλιν ἐξαλαπάξαι. 414 ἦλθε γὰρ οὐρανίων νώτων ἀνὴρ μακαρίτης 415 σκῆπτρον ἔχων ἐν χερσίν, ὅ οἱ θεὸς ἐγγυάλιξεν, 416 καὶ πάντων ἐκράτησε καλῶς πᾶσίν τ´ ἀπέδωκεν 417 τοῖς ἀγαθοῖς τὸν πλοῦτον, ὃν οἱ πρότεροι λάβον ἄνδρες. 418 πᾶσαν δ´ ἐκ βάθρων εἷλεν πόλιν ἐν πυρὶ πολλῷ 419 καὶ δήμους ἔφλεξε βροτῶν τῶν πρόσθε κακούργων 420 καὶ πόλιν, ἣν ἐπόθησε θεός, ταύτην ἐποίησεν 421 φαιδροτέραν ἄστρων τε καὶ ἡλίου ἠδὲ σελήνης 422 καὶ κόσμον κατέθηχ´ ἅγιόν τ´ ..... ἐποίησεν 423 ἔνσαρκον καλὸν περικαλλέα ἠδὲ ἔπλασσεν 424 πολλοῖς ἐν σταδίοισι μέγαν καὶ ἀπείρονα πύργον 425 αὐτῶν ἁπτόμενον νεφέων καὶ πᾶσιν ὁρατόν, 426 ὥστε βλέπειν πάντας πιστοὺς πάντας τε δικαίους 427 ἀιδίοιο θεοῦ δόξαν, πεποθημένον εἶδος· 428 ἀντολίαι δύσιές τε θεοῦ κλέος ἐξύμνησαν. 429 οὐκέτι γὰρ πέλεται *δειλοῖσι βροτοῖσιν δεινά* 430 οὐδὲ γαμοκλοπίαι καὶ παίδων Κύπρις ἄθεσμος, 431 οὐ φόνος οὐδὲ κυδοιμός, ἔρις δ´ ἐν πᾶσι δικαίη. 432 ὕστατος ἔσθ´ ἁγίων καιρός, ὅτε ταῦτα περαίνει 433 θεὸς ὑψιβρεμέτης, κτίστης ναοῖο μεγίστου. 434 αἰαῖ σοι, Βαβυλὼν χρυσόθρονε, χρυσοπέδιλε, 435 πουλυετὴς βασίλεια μόνη κόσμοιο κρατοῦσα, 436 ἡ τὸ πάλαι μεγάλη καὶ πάμπολις, οὐκέτι κείσῃ 437 οὔρεσιν ἐν χρυσέοις καὶ νάμασιν Εὐφρήταο· 438 στρωθήσῃ σεισμοῖο κλόνῳ· Πάρθοι δέ σε δεινοί 439 πάντα κρατεῖν ἐποίησαν. ἔχε στόμα φιμῷ, ἄναγνε 440 Χαλδαίων γενεή, μήτ´ εἴρεο μηδὲ μερίμνα, 441 πῶς Περσῶν ἄρξεις ἢ πῶς Μήδων *τε* κρατήσεις· 442 εἵνεκα γὰρ τῆς σῆς ἀρχῆς, ἧς ἔσχες, ὅμηρα 443 εἰς Ῥώμην πέμψασα καὶ Ἀσίδι θητεύοντας, 444 *τοιγάρτοι καὐτὴ βασιλὶς φρονέους´ εἰς κρίσιν 445 ἀντιδίκων ἥξεις, ὧν εἵνεκα λύτρα πέπομφας·* 446 δώσεις δ´ ἀντὶ λόγων σκολιῶν πικρὸν λόγον ἐχθροῖς. 447 ἔσται δ´ ὑστατίῳ καιρῷ ξηρός ποτε πόντος, 448 κοὐκέτι πλωτεύσουσιν ἐς Ἰταλίην τότε νῆες, 449 Ἀσὶς δ´ ἡ μεγάλη τότε πάμφορον ἔσσεται ὕδωρ 450 καὶ Κρήτη πεδίον. Κύπρος δ´ ἕξει μέγα πῆμα 451 καὶ Πάφος αἰάξει δεινὸν μόρον, ὥστε νοῆσαι 452 καὶ Σαλαμῖνα πόλιν μεγάλην μέγα πῆμα παθοῦσαν· 453 νῦν μὲν χέρσος ἄκαρπος ἐπ´ ᾐόνος ἔσσεται αὖθις, 454 ἀκρὶς δ´ οὐκ ὀλίγη χθόνα Κύπριον ἐξολοθρεύσει. 455 εἰς Τύρον, αἰνόμοροι μέροπες, κλαύσεσθε βλέποντες. 456 Φοινίκη, δεινός σε μένει χόλος, ἄχρι πεσεῖν σε 457 πτῶμα κακόν, Σειρῆνες ὅπως κλαύσωνται ἀληθῶς. 458 ἔσται δ´ ἐν πέμπτῃ γενεῇ, ὅτε παύσετ´ ὄλεθρος 459 Αἰγύπτου, βασιλῆες ὅταν μιχθῶσιν ἀναιδεῖς· 460 Παμφύλων γενεαὶ δ´ εἰς Αἴγυπτον καθεδοῦνται, 461 ἔν τε Μακηδονίῃ καὶ ἐν Ἀσίδι καὶ *Λυκίοισιν* 462 κοσμομανὴς πόλεμος πολυαίματος ἐν κονίῃσιν, 463 ὃν παύσει Ῥώμης βασιλεὺς δυσμῶν τε δυνάσται. 464 χειμερίη ὁπόταν ῥιπὴ στάξῃ χιονώδης 465 πηγνυμένου μεγάλου ποταμοῦ λιμνῶν τε μεγίστων, 466 εὐθὺς βάρβαρος ὄχλος ἐς Ἀσίδα γαῖαν ὁδεύσει, 467 καὶ Θρᾳκῶν ὀλέσει δεινῶν γένος ὡς ἀλαπαδνόν. 468 καὶ τότε θυμοβόροι μέροπες κατέδουσι γονῆας 469 λιμῷ τειρόμενοι καὶ ἐδέσματα λαιφάσσονται. 470 πάντων δ´ ἐκ μελάθρων θῆρες κατέδουσι τράπεζαν, 471 αὐτοί τ´ οἰωνοί τε βροτοὺς κατέδουσιν ἅπαντας 472 ὠκεανός τε κακοῦ πλησθήσεται ἐκ πολέμοιο 473 αἱματόεις σάρκας τε καὶ αἵματα τῶν ἀνοήτων. 474 εἶθ´ οὕτως ὀλιγηπελίη ἔσται κατὰ γαῖαν, 475 ὥστε νοεῖν ἀνδρῶν τ´ ἀριθμὸν μέτρον τε γυναικῶν. 476 μυρία δ´ οἰμώξει δειλὴ γενεὴ κατὰ τέρμα 477 ἠελίου δύνοντος, ἵν´ ἔμπαλι μηκέτ´ ἀνέλθῃ, 478 ὠκεανοῦ μείνας ἵν´ ἐφ´ ὕδασι βαπτισθείη· 479 πολλῶν γὰρ μερόπων εἶδεν κακότητας ἀνάγνους. 480 ἔσται δὲ σκοτόμαινα περὶ μέγαν οὐρανὸν αὐτόν, 481 ἀχλὺς δ´ οὐκ ὀλίγη κόσμου πτύχας ἀμφικαλύψει 482 δεύτερον· αὐτὰρ ἔπειτα θεοῦ φάος ἡγεμονεύσει 483 ἀνδράσι τοῖς ἀγαθοῖσιν, ὅσοι θεὸν ἐξύμνησαν. 484 Ἶσι, θεὰ τριτάλαινα, μενεῖς ἐπὶ χεύμασι Νείλου 485 μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, 486 κοὐκέτι σου μνεία γε μενεῖ κατὰ γαῖαν ἅπασαν. 487 καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, 488 κείσῃ πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ. 489 ὅσσοι δ´ Αἰγύπτου πόθον ἤγαγον εἴς σε, ἅπαντες 490 κλαύσονταί σε κακῶς θεὸν ἄφθιτον ἐν φρεσὶ θέντες· 491 γνώσονταί σε τὸ μηδέν, ὅσοι θεὸν ἐξύμνησαν. 492 καί 〈ποτε〉 τῶν ἱερέων τις ἐρεῖ λινόστολος ἀνήρ· 493 «δεῦτε, θεοῦ τέμενος καλὸν στήσωμεν ἀληθοῦς· 494 δεῦτε, τὸν ἐκ προγόνων δεινὸν νόμον ἀλλάξωμεν, 495 τοῦ χάριν οἱ λιθίνοις καὶ ὀστρακίνοισι θεοῖσιν 496 πομπὰς καὶ τελετὰς ποιούμενοι οὐκ ἐνόησαν. 497 στρέψωμεν ψυχὰς θεὸν ἄφθιτον ἐξυμνοῦντες 498 αὐτὸν τὸν γενετῆρα, τὸν ἀίδιον γεγαῶτα, 499 τὸν πρύτανιν πάντων, τὸν ἀληθέα, τὸν βασιλῆα, 500 ψυχοτρόφον γενετῆρα, θεὸν μέγαν αἰὲν ἐόντα.» — 501 καὶ τότ´ ἐν Αἰγύπτῳ ναὸς μέγας ἔσσεται ἁγνός 502 κεἰς αὐτὸν θυσίας οἴσει λαὸς θεότευκτος, 503 κείνοισιν δώσει θεὸς ἄφθιτος 〈ἐμ〉βιοτεύειν. 504 ἀλλ´ ὅταν ἐκπρολιπόντες ἀναιδέα φῦλα Τριβαλλῶν 505 Αἰθίοπες μέλλως´ *Αἴγυπτον ἑήν τε* ἀροῦσθαι, 506 ἄρξονται κακότητος, ἵν´ ὕστερα πάντα γένηται. 507 νηὸν γὰρ καθελοῦσι μέγαν Αἰγυπτιάδος γῆς· 508 ἐν δὲ θεὸς βρέξει κατὰ γῆς δεινὸν χόλον αὐτοῖς, 509 ὥστ´ ὀλέσαι πάντας τε κακοὺς πάντας τ´ *ἀνόμους τε*. 510 κοὐκέτι δὴ φειδώ τις ἔτ´ ἔσσεται ἐν χθονὶ κείνῃ, 511 ἀνθ´ ὧν οὐκ ἐφύλαξαν ὅ μιν θεὸς ἐγγυάλιξεν. 512 Ἠελίου φαέθοντος ἐν ἀστράσιν εἶδον ἀπειλήν 513 ἠδὲ Σεληναίης δεινὸν χόλον ἐν στεροπῇσιν· 514 ἄστρα μάχην ὤδινε· θεὸς δ´ ἐπέτρεψε μάχεσθαι. 515 ἀντὶ γὰρ Ἠελίου μακραὶ φλόγες ἐστασίαζον, 517 ἠδὲ Σεληναίης δίκερως ἠλλάξατο ῥοῖζος· 516 Φωσφόρος ἔσχε μάχην, ἐπιβὰς ἐς νῶτα Λέοντος· 518 Αἰγόκερως δ´ ἔπληξε νέου Ταύροιο τένοντα· 519 Ταῦρος δ´ Αἰγοκέρωτος ἀφήρπασε νόστιμον ἦμαρ. 520 καὶ Ζυγὸν Ὠρίων ἀπενόσφισε μηκέτι μεῖναι· 521 Παρθένος ἐν Κριῷ Διδύμων ἠλλάξατο μοῖραν· 522 Πλειὰς δ´ οὐκέτ´ ἔφαινε· Δράκων δ´ ἠρνήσατο ζώνην· 523 Ἰχθύες εἰσεδύοντο κατὰ ζωστῆρα Λέοντος· 524 Καρκίνος οὐκ ἐνέμεινεν, ἔδεισε γὰρ Ὠρίωνα· 525 Σκορπίος *οὐρὰν ἐπῆλθε* διὰ δεινοῖο Λέοντος, 526 ἠδὲ Κύων ὤλισθεν ἀπὸ φλογὸς Ἠελίοιο· 527 Ὑδροχόον δ´ ἐπύρωσε μένος κρατεροῖο Φαεινοῦ. 528 ὦρτο μὲν Οὐρανὸς αὐτός, ἕως ἐτίναξε μαχητάς· 529 θυμωθεὶς δ´ ἔρριψε καταπρηνεῖς ἐπὶ γαῖαν. 530 ῥίμφα μὲν οὖν πληγέντες ἐπ´ Ὠκεανοῖο λοετρά 531 ἧψαν γαῖαν ἅπασαν· ἔμεινε δ´ ἀνάστερος αἰθήρ.